Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ:
- ἴδεσθέ μ᾽ οἷα πρὸς θεῶν πάσχω θεός.
- δέρχθηθ᾽ οἵαις αἰκίαισιν
- διακναιόμενος τὸν μυριετῆ
- χρόνον ἀθλεύσω.
- τοιόνδ᾽ ὁ νέος ταγὸς μακάρων
- ἐξηῦρ᾽ ἐπ᾽ ἐμοὶ δεσμὸν ἀεικῆ.
- φεῦ φεῦ, τὸ παρὸν τό τ᾽ ἐπερχόμενον
- πῆμα στενάχω, πῇ[*](πῇ Turnebus: ποῖ codd.) ποτε μόχθων