Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- μῆτιν ὅπα φύγοιμ᾽ ἄν.
- ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδη φρονῶν,[*](αὐθάδη φρονῶν recc. m1: αὐθάδης φρενῶν M)
- ἔσται ταπεινός, οἷον ἐξαρτύεται
- γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος
- θρόνων τ᾽[*](θρόνων τ᾽ recc.: θρόνων M) ἄιστον ἐκβαλεῖ: πατρὸς δ᾽[*](δ᾽ Turnebus: τ᾽ codd.) ἀρὰ
- Κρόνου τότ᾽[*](τόδ᾽ M, mutatum in τότ᾽ m1) ἤδη παντελῶς κρανθήσεται,
- ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν[*](δηναιὸν M, δηναιῶν supra scr. m1) θρόνων.
- τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν
- δύναιτ᾽ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.