Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- μακροῦ λόγου δεῖ ταῦτ᾽ ἐπεξελθεῖν τορῶς.
- σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς
- τόξοισι κλεινὸς <ἶνισ>,[*](ἶνις add. ἐκ τῶνδ᾽ seclusit Wecklein) ὃς πόνων [ἐκ τῶνδ᾽] ἐμὲ
- λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς
- μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις:
- ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ χρόνου
- εἰπεῖν, σύ τ᾽ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.
- ἐλελεῦ,[*](ἐλελεῦ (bis) Pauw: ἐλελελελελεῦ M) ἐλελεῦ,
- ὑπό μ᾽ αὖ σφάκελος καὶ φρενοπληγεῖς