Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.
Κράτος
  1. σὺ μαλθακίζου, τὴν δ᾽ ἐμὴν αὐθαδίαν
  2. ὀργῆς τε τραχυτῆτα μὴ ᾽πίπλησσέ μοι.
Ἥφαιστος
  1. στείχωμεν: ὡς κώλοισιν ἀμφίβληστρ᾽ ἔχει.
Κράτος
  1. ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα
  2. συλῶν ἐφημέροισι προστίθει. τί σοι
  3. οἷοί τε θνητοὶ τῶνδ᾽ ἀπαντλῆσαι πόνων;
  4. ψευδωνύμως σε δαίμονες Προμηθέα
  5. καλοῦσιν: αὐτὸν γάρ σε δεῖ προμηθέως,
  6. ὅτῳ τρόπῳ τῆσδ᾽ ἐκκυλισθήσει τέχνης.[*](τέχνης M: τύχης recc. aliquot)
Προμηθεύς
  1. ὦ δῖος[*](δῖος Victorius: διὸς codd.) αἰθὴρ καὶ ταχύπτεροι πνοαί,
  2. ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων
  3. ἀνήριθμον γέλασμα, παμμῆτόρ[*](παμμῆτόρ recc.: παμμήτωρ M) τε γῆ,
  4. καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ:
  5. ἴδεσθέ μ᾽ οἷα πρὸς θεῶν πάσχω θεός.
  6. δέρχθηθ᾽ οἵαις αἰκίαισιν
  7. διακναιόμενος τὸν μυριετῆ