Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τῶν σῶν τιν᾽ αὐτὸν ἐκγόνων[*](αὐτὸν ἐκγόνων recc.: αὐτῶν ἐγγόνων M) εἶναι χρεών.
Ἰώ
  1. πῶς εἶπας; ἦ ᾽μὸς παῖς σ᾽ ἀπαλλάξει κακῶν;
Προμηθεύς
  1. τρίτος γε γένναν πρὸς δέκ᾽ ἄλλαισιν γοναῖς.
Ἰώ
  1. ἥδ᾽ οὐκέτ᾽ εὐξύμβλητος ἡ χρησμῳδία.
Προμηθεύς
  1. καὶ μηδὲ σαυτῆς γ᾽[*](γ᾽ Hermann: τ᾽ M) ἐκμαθεῖν ζήτει πόνους.
Ἰώ
  1. μή μοι προτείνων κέρδος εἶτ᾽ ἀποστέρει.
Προμηθεύς
  1. δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι.
Ἰώ
  1. ποίοιν; πρόδειξον, αἵρεσίν τ᾽ ἐμοὶ δίδου.
Προμηθεύς
  1. δίδωμ᾽: ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι