Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον
  2. στέρνων διαμπὰξ πασσάλευ᾽ ἐρρωμένως.
Ἥφαιστος
  1. αἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω[*](ὑποστένω mutatum in ὑπερστένω M) πόνων.
Κράτος
  1. σὺ δ᾽ αὖ κατοκνεῖς τῶν Διός τ᾽ ἐχθρῶν ὕπερ
  2. στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.
Ἥφαιστος
  1. ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.
Κράτος
  1. ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων.[*](τωνδε, ό supra scr. M)
  2. ἀλλ᾽ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.
Ἥφαιστος
  1. δρᾶν ταῦτ᾽ ἀνάγκη, μηδὲν ἐγκέλευ᾽ ἄγαν.