Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ταῖσδ᾽ ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν
- πημοσύναις,[*](πημοσύναις Hermann: πημοναῖσιν codd.) ἐή,[*](ἐή Dindorf: ἓ ἕ M)
- οἰστρηλάτῳ δὲ δείματι δειλαίαν
- παράκοπον ὧδε τείρεις;
- πυρί <με>[*](με add. Elmsley) φλέξον, ἢ χθονὶ κάλυψον, ἢ ποντίοις
- δάκεσι δὸς βοράν,
- μηδέ μοι φθονήσῃς
- εὐγμάτων, ἄναξ.
- ἄδην με πολύπλανοι πλάναι
- γεγυμνάκασιν, οὐδ᾽ ἔχω μαθεῖν ὅπα
- πημονὰς ἀλύξω.
- κλύεις φθέγμα τᾶς βούκερω παρθένου;
- πῶς δ᾽ οὐ κλύω τῆς οἰστροδινήτου κόρης,
- τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ
- ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους
- Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.
- πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ᾽ ἀπύεις;
- εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν, τίς ἄρα μ᾽, ὦ τάλας,
- τὰν ταλαίπωρον ὧδ᾽ ἔτυμα προσθροεῖς:
- θεόσυτόν[*](θεόσσυτόν codd.) τε νόσον ὠνόμασας,