Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.
Ἥφαιστος
  1. ὦ πολλὰ μισηθεῖσα χειρωναξία.
Κράτος
  1. τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ
  2. τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.
Ἥφαιστος
  1. ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.
Κράτος
  1. ἅπαντ᾽ ἐπαχθῆ[*](ἐπαχθῆ Stanley: ἐπράχθη codd.) πλὴν θεοῖσι κοιρανεῖν.
  2. ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.
Ἥφαιστος
  1. ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω.
Κράτος
  1. οὔκουν ἐπείξει τῷδε δεσμὰ περιβαλεῖν,
  2. ὡς μή σ᾽ ἐλινύοντα προσδερχθῇ πατήρ;
Ἥφαιστος
  1. καὶ δὴ πρόχειρα ψάλια[*](ψέλια recc.) δέρκεσθαι πάρα.
Κράτος
  1. βαλών[*](βαλών Stanley: λαβών codd.) νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει
  2. ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.
Ἥφαιστος
  1. περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε.
Κράτος
  1. ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα.
  2. δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.[*](πόρον M recc.: πόρους (e schol. Ar. Eq. 756) Porson)
Ἥφαιστος
  1. ἄραρεν ἥδε γ᾽ ὠλένη δυσεκλύτως.