Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. παγαί θ᾽ ἁγνορύτων[*](ἁγνορύτων ex ἁγνωρύτων factum M) ποταμῶν
  2. στένουσιν ἄλγος οἰκτρόν.
Προμηθεύς
  1. μή τοι χλιδῇ δοκεῖτε μηδ᾽ αὐθαδίᾳ
  2. σιγᾶν με: συννοίᾳ δὲ δάπτομαι κέαρ,
  3. ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.[*](προυσελούμενον Askew: προσηλούμενον (ε supra scr.) M)
  4. καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα
  5. τίς ἄλλος ἢ ᾽γὼ παντελῶς διώρισεν;
  6. ἀλλ᾽ αὐτὰ σιγῶ. καὶ γὰρ εἰδυίαισιν ἂν
  7. ὑμῖν λέγοιμι: τἀν βροτοῖς δὲ πήματα
  8. ἀκούσαθ᾽, ὥς σφας[*](ὥσφας M) νηπίους ὄντας τὸ πρὶν
  9. ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.
  10. λέξω δέ, μέμψιν οὔτιν᾽ ἀνθρώποις ἔχων,
  11. ἀλλ᾽ ὧν δέδωκ᾽ εὔνοιαν ἐξηγούμενος:
  12. οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,
  13. κλύοντες οὐκ ἤκουον, ἀλλ᾽ ὀνειράτων
  14. ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον
  15. ἔφυρον εἰκῆ πάντα, κοὔτε πλινθυφεῖς