Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἑκόνθ᾽ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.
- ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς
- κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον
- αὐτοῖσι συμμάχοισι. τοιάδ᾽ ἐξ ἐμοῦ
- ὁ τῶν θεῶν τύραννος ὠφελημένος
- κακαῖσι ποιναῖς ταῖσδέ μ᾽ ἀντημείψατο.[*](ἀντημείψατο recc.: ἐξημείψατο M)
- ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι
- νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.
- ὃ δ᾽ οὖν ἐρωτᾶτ᾽, αἰτίαν καθ᾽ ἥντινα
- αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.
- ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον
- καθέζετ᾽, εὐθὺς δαίμοσιν νέμει γέρα
- ἄλλοισιν ἄλλα, καὶ διεστοιχίζετο
- ἀρχήν, βροτῶν δὲ τῶν ταλαιπώρων λόγον
- οὐκ ἔσχεν οὐδέν᾽, ἀλλ᾽ ἀιστώσας γένος
- τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.
- καὶ τοισίδ᾽ οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.
- ἐγὼ δ᾽ ἐτόλμησ᾽:[*](δ᾽ ἐτόλμησ᾽ rec.: δὲ τόλμησ᾽ M: δὲ τόλμης vel δὲ τολμῆς recc.) ἐξελυσάμην βροτοὺς
- τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.
- τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,