Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα
- στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.
- Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς
- ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι:
- ἐγὼ δ᾽ ἄτολμός εἰμι συγγενῆ θεὸν
- δῆσαι βίᾳ φάραγγι πρὸς[*](πρὸς] τῇ (προς supra scr.) M) δυσχειμέρῳ.
- πάντως δ᾽ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν:
- ἐξωριάζειν[*](ἐξωριάζειν] εὐωριάζειν e Phot. et Hesych. Porson) γὰρ πατρὸς λόγους βαρύ.
- τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,
- ἄκοντά σ᾽ ἄκων δυσλύτοις χαλκεύμασι
- προσπασσαλεύσω τῷδ᾽ ἀπανθρώπῳ πάγῳ[*](πάγῳ recc.: τόπῳ M)
- ἵν᾽ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
- ὄψει, σταθευτὸς δ᾽ ἡλίου φοίβῃ φλογὶ
- χροιᾶς ἀμείψεις ἄνθος: ἀσμένῳ δέ σοι
- ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,
- πάχνην θ᾽ ἑῴαν ἥλιος σκεδᾷ πάλιν:
- αἰεὶ[*](αἰεὶ G: ἀεὶ cett. codd.) δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ