Persians

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. κακῶν ὑπʼ ἄλγους λακίδες ἀμφὶ σώματι
  2. στημορραγοῦσι ποικίλων ἐσθημάτων.
  3. ἀλλʼ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις·
  4. μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.
  5. ἐγὼ δʼ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω.