Persians
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι
- λέξον· ἀνθρώπεια δʼ ἄν τοι πήματʼ ἂν τύχοι βροτοῖς.
- πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δʼ ἐκ χέρσου κακὰ
- γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ, πρόσω.
- ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ