Persians
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- Μέμφις, Θάρυβις, καὶ Μασίστρας,
- Ἀρτεμβάρης τ᾽ ἠδ᾽ Ὑσταίχμας;
- τάδε σ᾽ ἐπανερόμαν.[*](ἐπανερόμαν Meineke: ἐπανέρομαι M)
Ξέρξης- ἰὼ ἰώ μοι,[*](μοῖ μοῖ M)
- τὰς ὠγυγίους κατιδόντες
- στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ,
- ἐὴ ἐή, τλάμονες ἀσπαίρουσι χέρσῳ.
Χορός- ἦ καὶ τὸν Περσᾶν αὐτοῦ
- τὸν σὸν πιστὸν πάντ᾽ ὀφθαλμὸν
- μυρία μυρία πεμπαστὰν
- Βατανώχου παῖδ᾽ Ἄλπιστον[*](ἄλπνιστον Wecklein)[*](post 981 deest v.)
- ---
- τοῦ Σησάμα τοῦ Μεγαβάτα,
- Πάρθον τε μέγαν τ᾽ Οἰβάρην ἔλιπες ἔλιπες;
- ὢ ὢ <ὢ[*](ὢ add. Hermann)> δᾴων.
- Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις.
Ξέρξης- ἴυγγά μοι δῆτ᾽
- ἀγαθῶν ἑτάρων ὑπορίνεις,[*](ὑπορίνεις Hermann: ὑπομιμνῄσκεις codd.)
- <ἄλαστ᾽[*](ἄλαστ᾽ add. Hermann)> ἄλαστα στυγνὰ πρόκακα λέγων.
- βοᾷ βοᾷ <μοι[*](μοι add. Dindorf)> μελέων ἔντοσθεν[*](ἔντοσθεν Blomfield: ἔνδοθεν codd.) ἦτορ.