Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τέρεινʼ ὀπώρα δʼ εὐφύλακτος οὐδαμῶς·
- θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν;
- καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ.
- καρπώματα στάζοντα κηρύσσει Κύπρις
- καλωρα κωλύουσαν θωσμένειν ἐρῶ,
- καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι
- πᾶς τις παρελθὼν ὄμματος θελκτήριον
- τόξευμʼ ἔπεμψεν, ἱμέρου νικώμενος.
- πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος
- πολὺς δὲ πόντος οὕνεκʼ ἠρόθη δορί,
- μηδʼ αἶσχος ἡμῖν, ἡδονὴν δʼ ἐχθροῖς ἐμοῖς
- πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα
- τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ,
- οἰκεῖν λάτρων ἄτερθεν· εὐπετῆ τάδε.
- μόνον φύλαξαι τάσδʼ ἐπιστολὰς πατρός,
- τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.
- τἄλλʼ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων.
- ἐμῆς δʼ ὀπώρας οὕνεκʼ εὖ θάρσει, πάτερ.
- εἰ γάρ τι μὴ θεοῖς βεβούλευται νέον,