Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἤκουσα τοὔπος δʼ οὐδαμῶς φιλόξενον.
Βασιλεύς
  1. οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας.
Κῆρυξ
  1. λέγοιμʼ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.
Βασιλεύς
  1. ἀβουκόλητον τοῦτʼ ἐμῷ, φρονήματι.
Κῆρυξ
  1. ἀλλʼ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,—
  2. καὶ γὰρ πρέπει κήρυκʼ ἀπαγγέλλειν τορῶς
  3. ἕκαστα,—πῶς φῶ, πρὸς τίνος τʼ ἀφαιρεθεὶς
  4. ἥκειν γυναικῶν αὐτανέψιον στόλον;
  5. οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο
  6. Ἄρης· τὸ νεῖκος δʼ οὐκ ἐν ἀργύρου λαβῇ
  7. ἔλυσεν· ἀλλὰ πολλὰ γίγνεται πάρος
  8. πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὶ βίου.
  1. τί σοι λέγειν χρὴ τοὔνομʼ; ἐν χρόνῳ μαθὼν
  2. εἴσῃ σύ τʼ αὐτὸς χοἰ ξυνέμποροι σέθεν.
  3. ταύτας δʼ ἑκούσας μὲν κατʼ εὔνοιαν φρενῶν