Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- αἰαῖ αἰαῖ.
- αἲ γὰρ δυσπαλάμως ὄλοιο
- διʼ ἁλίρρυτον ἄλσος,
- κατὰ Σαρπηδόνιον
- χῶμα πολύψαμμον ἀλαθεὶς
- Εὐρεΐαισιν αὔραις.
- ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς.
- Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορῇ.
- ἴυζε καὶ
- βόα, χέον πικρότερον οἰζύος νόμον.
- οἰοῖ οἰοῖ,
- λύμας, ᾇ σὺ πρὸ γᾶς ὑλάσκων
- περί, χάμψα, βρυάζεις·
- ὃς ἐπωπᾷ σʼ, ὁ μέγας
- Νεῖλος, ὑβρίζοντά σʼ ἀποτρέ-
- ψειεν ἄιστον ὕβριν.
- βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον
- ὅσον τάχιστα· μηδέ τις σχολαζέτω.
- ὁλκὴ γὰρ οὔτοι πλόκαμον οὐδάμʼ ἅζεται.