Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἀλφεσίβοιον ὕδωρ,
- ἔνθεν ἀεξόμενον
- ζώφυτον αἷμα βροτοῖσι θάλλει.
- ἔγγαιος ἐγὼ βαθυχαῖος
- βαθρείας βαθρείας, γέρον.
- σὺ δʼ ἐν ναῒ ναῒ βάσῃ
- τάχα θέλεος ἀθέλεος,
- βίᾳ βίᾳ τε πολλᾷ φροῦδα.
- βάτεαι βαθυμιτροκακὰ παθῶν
- ὀλόμεναι παλάμαις.
- αἰαῖ αἰαῖ.
- αἲ γὰρ δυσπαλάμως ὄλοιο
- διʼ ἁλίρρυτον ἄλσος,
- κατὰ Σαρπηδόνιον
- χῶμα πολύψαμμον ἀλαθεὶς
- Εὐρεΐαισιν αὔραις.
- ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς.
- Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορῇ.
- ἴυζε καὶ
- βόα, χέον πικρότερον οἰζύος νόμον.