Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἢ λισσὰς αἰγίλιψ ἀπρόσ-
  2. δεικτος οἰόφρων κρεμὰς
  3. γυπιὰς πέτρα, βαθὺ
  4. πτῶμα μαρτυροῦσά μοι,
  5. πρὶν δαΐκτορος βίᾳ
  6. καρδίας γάμου κυρῆσαι;
Χορός
  1. κυσὶν δʼ ἔπειθʼ ἕλωρα κἀπιχωρίοις
  2. ὄρνισι δεῖπνον οὐκ ἀναίνομαι πέλειν·
  3. τὸ γὰρ θανεῖν ἐλευθεροῦ-
  4. ται φιλαιάκτων κακῶν. ἐλθέτω
  5. ἐλθέτω μόρος, πρὸ κοί-
  6. τας γαμηλίου τυχών.
  7. ἀμφυγᾶς τίνʼ ἔτι πόρον
  8. τέμνω γάμου λυτῆρα;
Χορός
  1. ἴυζε δʼ ὀμφὰν οὐρανίαν
  2. μέλεα μέλη λιτανὰ θεοῖς·
  3. τέλεα δέ πως πελόμενά μοι
  4. λύσιμά τʼ ἄχιμά τʼ ἔπιδε, πάτερ,
  5. βίαια μὴ φαιδρῶς ὁρῶν
  6. ὄμμασιν ἐνδίκοις.