Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ.
  2. οὕτω γένοιτʼ ἂν οὐδʼ ἂν ἔκβασις στρατοῦ
  3. καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ
  4. φρόνει μὲν ὡς ταρβοῦσα μὴ ἀμελεῖν θεῶν·
  5. ---
  6. πράξας ἀρωγήν· ἄγγελον δʼ οὐ μέμψεται
  7. πόλις γέρονθʼ, ἡβῶντα δʼ εὐγλώσσῳ φρενί.
Χορός
  1. ἰὼ γᾶ βοῦνι, πάνδικον σέβας,
  2. τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας
  3. χθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που;
  4. μέλας γενοίμαν καπνὸς
  5. νέφεσσι γειτονῶν Διός·
  6. τὸ πᾶν δʼ ἄφαντος
  7. ἀμπετὴς ἀιδνὸς ὡς
  8. κόνις ἄτερθε πτερύγων ὀλοίμαν.
Χορός
  1. ἄφυκτον δʼ οὐκέτʼ ἂν πέλοι κακόν·
  2. κελαινόχρως δὲ πάλλεταί μου καρδία.
  3. πατρὸς σκοπαὶ δέ μʼ εἷλον· οἴχομαι φόβῳ.
  4. θέλοιμι δʼ ἂν μορσίμου