Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- πολεῖ μελαγχίμῳ σὺν στρατῷ.
- πολλοὺς δέ γʼ εὑρήσουσιν ἐν μεσημβρίας
- θάλπει βραχίονʼ εὖ κατερρινημένους.
- μόνην δὲ μὴ πρόλειπε· λίσσομαι, πάτερ.
- γυνὴ μονωθεῖσʼ οὐδέν· οὐκ ἔνεστʼ Ἄρης.
- οὐλόφρονες, δὲ καὶ δολιομήτιδες
- δυσάγνοις φρεσίν, κόρακες ὥστε, βω-
- μῶν ἀλέγοντες οὐδέν.
- καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτʼ ὦ τέκνα,
- εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο.
- οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη
- δείσαντες ἡμῶν χεῖρʼ ἀπόσχωνται, πάτερ.
- περίφρονες δʼ ἄγαν ἀνιέρῳ μένει
- μεμαργωμένοι κυνοθρασεῖς, θεῶν
- οὐδὲν ἐπαΐοντες.