Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- μοῦσαν θείατʼ ἀοιδοί.
- ἁγνῶν τʼ ἐκ στομάτων φερέ-
- σθω φάμα φιλοφόρμιγξ.
- φυλάσσοι τʼ ἀτρεμαῖα τιμὰς
- τὸ δάμιον, τὸ πτόλιν κρατύνει,
- προμαθὶς εὐκοινόμητις ἀρχά.
- ξένοισί τʼ εὐξυμβόλους,
- πρὶν ἐξοπλίζειν Ἄρη,
- δίκας ἄτερ πημάτων διδοῖεν.
- θεοὺς δʼ, οἳ γᾶν ἔχουσιν ἀεὶ
- τίοιεν ἐγχωρίοις πατρῴαις
- δαφνηφόροις βουθύτοισι τιμαῖς.
- τὸ γὰρ τεκόντων σέβας
- τρίτον τόδʼ ἐν θεσμίοις
- Δίκας γέγραπται μεγιστοτίμου.
- εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι.
- ὑμεῖς δὲ μὴ τρέσητʼ ἀκούσασαι πατρὸς
- ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους.
- ἱκεταδόκου γὰρ τῆσδʼ ἀπὸ σκοπῆς ὁρῶ
- τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει·