Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἵζοι κρατὸς ἀτερπής·
- εὐμενὴς δʼ ὁ Λύκειος ἔ-
- στω πάσᾳ νεολαίᾳ.
- καρποτελῆ δέ τοι
- Ζεὺς ἐπικραινέτω
- φέρματι γᾶν πανώρῳ.
- πρόνομα δὲ βότʼ ἀγροῖς
- πολύγονα τελέθοι·
- τὸ πᾶν τʼ ἐκ δαιμόνων λάχοιεν.
- εὔφαμον δʼ ἐπὶ βωμοῖς
- μοῦσαν θείατʼ ἀοιδοί.
- ἁγνῶν τʼ ἐκ στομάτων φερέ-
- σθω φάμα φιλοφόρμιγξ.
- φυλάσσοι τʼ ἀτρεμαῖα τιμὰς
- τὸ δάμιον, τὸ πτόλιν κρατύνει,