Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τοιγὰρ ὑποσκίων
- ἐκ στομάτων ποτά-
- σθω φιλότιμος εὐχά,
- μήποτε λοιμὸς ἀνδρῶν
- τάνδε πόλιν κενώσαι·
- μηδʼ ἐπιχωρίοις ἔρις
- πτώμασιν αἱματίσαι πέδον γᾶς.
- ἥβας δʼ ἄνθος ἄδρεπτον
- ἔστω, μηδʼ Ἀφροδίτας
- εὐνάτωρ βροτολοιγὸς Ἄ-
- ρης κέρσειεν ἄωτον.
- καὶ γεραροῖσι πρε-
- σβυτοδόκοι γεμόν-
- των θυμέλαι φλεγόντων.
- τὼς πόλις εὖ νέμοιτο
- Ζῆνα μέγαν σεβόντων,
- τὸν ξένιον δʼ ὑπερτάτως,
- ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ.
- τίκτεσθαι δʼ ἐφόρους γᾶς