Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. Λύδιά τε γύαλα,
  2. καὶ διʼ ὀρῶν Κιλίκων
  3. Παμφύλων τε γένη διορνυμένα
  4. καί ποταμοὺς ἀενάους
  5. καὶ βαθύπλουτον χθόνα καὶ
  6. τὰν Ἀφροδίτας πολύπυρον αἶαν.
Χορός
  1. ἱκνεῖται δὴ σινουμένα βέλει
  2. βουκόλου πτερόεντος
  3. Δῖον πάμβοτον ἄλσος,
  4. λειμῶνα χιονόβοσκον, ὅντʼ ἐπέρχεται
  5. Τυφῶ μένος,
  6. ὕδωρ τε Νείλου νόσοις ἄθικτον,
  7. μαινομένα πόνοις ἀτί-
  8. μοις ὀδύναις τε κεντροδα-
  9. λήτισι, θυιὰς Ἥρας.