Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. πολλῶν τάδʼ ἡμῖν ἐστιν ἠξιωμένα,
  2. αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.
  3. ὀπάονας δὲ φράστοράς τʼ ἐγχωρίων
  4. ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν
  5. βωμοὺς προνάους καὶ πολισσούχων ἕδρας
  6. εὕρωμεν, ἀσφάλεια δʼ ᾖ διʼ ἄστεως
  7. στείχουσι· μορφῆς δʼ οὐχ ὁμόστολος φύσις.
  8. Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος
  9. τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον·
  10. καὶ δὴ φίλον τις ἔκτανʼ ἀγνοίας ὕπο.
Βασιλεύς
  1. στείχοιτʼ ἄν, ἄνδρες· εὖ γὰρ ὁ ξένος λέγει.
  2. ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας·
  3. καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν
  4. ναύτην ἄγοντας τόνδʼ ἐφέστιον θεῶν.
Χορός
  1. τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι·