Suppliant Maidens

Aeschylus

Aeschylus, creator; Aeschylus with an English translation Vol I; Smyth, Herbert Weir, 1857- 1937, editor, translator; Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.

  1. Δῖον πόρτιν ὑπερ-
  2. πόντιον τιμάορʼ, ἶνίν τʼ
  3. ἀνθονομούσας προγόνου
  4. βοὸς ἐξ ἐπιπνοίας
  5. Ζηνὸς ἔφαψιν· ἐπωνυμίᾳ δʼ
  6. ἐπεκραίνετο μόρσιμος αἰὼν
  7. εὐλόγως,
  8. Ἔπαφόν τʼ ἐγέννασεν·
Χορός
  1. ὅντʼ ἐπιλεξαμένα,
  2. νῦν ἐν ποιονόμοις
  3. ματρὸς ἀρχαίας τόποις τῶν
  4. πρόσθε πόνων μνασαμένα,
  5. τά τε νῦν ἐπιδείξω
  6. πιστὰ τεκμήρια γαιονόμοις,
  7. τὰ δʼ ἄελπτά περ ὄντα φανεῖται.
  8. γνώσεται
  9. δὲ λόγους τις ἐν μάκει.
Χορός
  1. εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων
  2. ἔγγαιος οἶκτον οἰκτρὸν ἀίων,
  3. δοξάσει τις ἀκούειν ὄπα τᾶς Τηρεΐας