Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. σύ τοι πόλις, σὺ δὲ τὸ δάμιον.
  2. πρύτανις ἄκριτος ὤν,
  3. κρατύνεις βωμόν, ἑστίαν χθονός,
  4. μονοψήφοισι νεύμασιν σέθεν,
  5. μονοσκήπτροισι δʼ ἐν θρόνοις χρέος
  6. πᾶν ἐπικραίνεις· ἄγος φυλάσσου.
Βασιλεύς
  1. ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις,
  2. ὑμῖν δʼ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ.
  3. οὐδʼ αὖ τόδʼ εὖφρον, τάσδʼ ἀτιμάσαι λιτάς.
  4. ἀμηχανῶ δὲ καὶ φόβος μʼ ἔχει φρένας
  5. δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν.
Χορός
  1. τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει,
  2. φύλακα πολυπόνων
  3. βροτῶν, οἳ τοῖς πέλας προσήμενοι
  4. δίκας οὐ τυγχάνουσιν ἐννόμου.