Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. κρεῖσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκος
  2. ἀλλʼ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς
  3. ἱκετηρίας, ἁγάλματʼ αἰδοίου Διός,
  4. σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων,
  5. αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖʼ ἔπη
  6. ξένους ἀμείβεσθʼ, ὡς ἐπήλυδας πρέπει,
  7. τορῶς λέγουσαι τάσδʼ ἀναιμάκτους φυγάς.
  8. φθογγῇ δʼ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,
  9. τὸ μὴ μάταιον δʼ ἐκ μετωποσωφρόνων
  10. ἴτω προσώπων ὄμματος παρʼ ἡσύχου.
  11. καὶ μὴ πρόλεσχος μηδʼ ἐφολκὸς ἐν λόγῳ
  12. γένῃ. τὸ τῇδε κάρτʼ ἐπίφθονον γένος.
  13. μέμνησο δʼ εἴκειν· χρεῖος εἶ ξένη φυγάς.
  14. θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.
Χορός
  1. πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.