Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. χαλεποῦ γὰρ ἐκ
  2. πνεύματος εἶσι χειμών.
Χορός
  1. καὶ τότʼ οὐ δικαίοις
  2. Ζεὺς ἐνέξεται λόγοις,
  3. τὸν τᾶς βοὸς
  4. παῖδʼ ἀτιμάσας, τὸν αὐ-
  5. τός ποτʼ ἔκτισεν γόνῳ,
  6. νῦν ἔχων παλίντροπον
  7. ὄψιν ἐν λιταῖσιν;
  8. ὑψόθεν δʼ εὖ κλύοι καλούμενος.
Χορός
  1. ἆ Ζήν, Ἰοῦς ἰῶ ,
  2. μῆνις μάστειρʼ ἐκ θεῶν·
  3. κοννῶ δʼ ἄγαν
  4. γαμετᾶς οὐρανόνικον
  5. χαλεποῦ γὰρ ἐκ