Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. εὖ, γᾶ, κοννεῖς.
  2. πολλάκι δʼ ἐμπίτνω ξὺν λακίδι
  3. λινοσινεῖ
  4. Σιδονίᾳ καλύπτρᾳ.
Χορός
  1. πλάτα μὲν οὖν λινορραφής τε
  2. δόμος ἅλα στέγων δορὸς
  3. ἀχείματόν μʼ ἔπεμπε σὺν πνοαῖς·
  4. οὐδὲ μέμφομαι·
  5. τελευτὰς δʼ ἐν χρόνῳ
  6. πατήρ μοι παντόπτας
  7. πρευμενεῖς κτίσειεν,
Χορός
  1. σπέρμα σεμνᾶς μέγα ματρὸς
  2. εὐνὰς ἀνδρῶν, ἒ ἔ,
  3. ἄγαμον ἀδάματον ἐκφυγεῖν.
Χορός
  1. θέλουσα δʼ αὖ θέλουσαν ἁγνά μʼ
  2. ἐπιδέτω Διὸς κόρα,
  3. ἔχουσα σέμνʼ ἐνώπιʼ ἀσφαλῶς,
  4. παντὶ δὲ σθένει
  5. διωγμοῖς ἀσχαλῶσʼ