Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἐπίδοι δʼ Ἄρτεμις ἁγνὰ
  2. στόλον οἰκτιζομένα, μηδʼ ὑπʼ ἀνάγκας
  3. γάμος ἔλθοι Κυθερείας·
  4. στυγίων πέλοι τόδʼ ἆθλον.
  1. Κύπριδος δʼ οὐκ ἀμελεῖ θεσμὸς ὅδʼ εὔφρων
  2. δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ.
  3. τίεται δʼ αἰολόμητις
  4. θεὸς ἔργοις ἐπὶ σεμνοῖς.
  5. μετάκοινοι δὲ φίλᾷ ματρὶ πάρεισιν
  6. Πόθος ᾇ τʼ οὐδὲν ἄπαρνον
  7. τελέθει θέλκτορι Πειθοῖ.
  8. δέδοται δʼ Ἁρμονίᾳ μοῖρʼ Ἀφροδίτας
  9. ψεδυρᾷ τρίβῳ τʼ Ἐρώτων.
  1. φυγάδεσσιν δʼ ἐπιπνοίας κακά τʼ ἄλγη
  2. πολέμους θʼ αἱματόεντας προφοβοῦμαι.