Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἐμῆς δʼ ὀπώρας οὕνεκʼ εὖ θάρσει, πάτερ.
- εἰ γάρ τι μὴ θεοῖς βεβούλευται νέον,
- ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.
- ἴτε μὰν ἀστυάνακτας
- μάκαρας θεοὺς γανάοντες πολιούχους
- τε καὶ οἳ χεῦμʼ Ἐρασίνου
- περιναίουσιν παλαιόν.
- ὑποδέξασθε δʼ ὀπαδοὶ
- μέλος· αἶνος δὲ πόλιν τήνδε Πελασγῶν
- ἐχέτω, μηδʼ ἔτι Νείλου
- προχοὰς σέβωμεν ὕμνοις.
- ποταμοὺς δʼ οἳ διὰ χώρας
- θελεμὸν πῶμα χέουσιν πολύτεκνοι,
- λιπαροῖς χεύμασι γαίας
- τόδε μειλίσσοντες οὖδας.
- ἐπίδοι δʼ Ἄρτεμις ἁγνὰ
- στόλον οἰκτιζομένα, μηδʼ ὑπʼ ἀνάγκας
- γάμος ἔλθοι Κυθερείας·
- στυγίων πέλοι τόδʼ ἆθλον.
- Κύπριδος δʼ οὐκ ἀμελεῖ θεσμὸς ὅδʼ εὔφρων