Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. μήτιδος οἰκτρᾶς ἀλόχου,
  2. κιρκηλάτας[*](κιρκηλάτας Hermann: κιρκηλάτου τ᾽ codd. ἀηδόνος Turnebus: ἀηδονῆς codd.) ἀηδόνος,
Χορος
  1. ἅτ᾽ ἀπὸ[*](ἅτ᾽ ἀπὸ Victorius: ἅτοπο factum ex ἅταπο M) χλωρῶν πετάλων[*](χλωρῶν πετάλων Hermann: χωρῶν ποταμῶν τ᾽ codd.) ἐργομένα
  2. πενθεῖ νέον οἶκτον ἠθέων:
  3. ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως
  4. ὤλετο πρὸς χειρὸς ἕθεν[*](ἕθεν Proson: ἕο ἐν codd.)
  5. δυσμάτορος κότου τυχών:
Χορος
  1. τὼς καὶ ἐγὼ φιλόδυρ-
  2. τος[*](φιλόδυρτος Heath: φιλοδύρτοις codd.) Ἰαονίοισι νόμοισι
  3. δάπτω τὰν ἁπαλὰν
  4. Νειλοθερῆ[*](Νειλοθερῆ] εἱλοθερῆ Emper) παρειὰν
  5. ἀπειρόδακρύν τε καρδίαν.
  6. γοεδνὰ δ᾽ ἀνθεμίζομαι
  7. δειμαίνουσα φίλους,[*](φίλους] φόλους ante correctionem M: ποιμαίνουσα φόβους Tucker) τᾶσδε φυγᾶς
  8. ἀερίας ἀπὸ γᾶς
  9. εἴ τις ἐστὶ κηδεμών.
Χορος
  1. ἀλλά, θεοὶ[*](θεοὶ Porson: θεοὶ οἱ codd.) γενέται,
  2. κλύετ᾽ εὖ τὸ δίκαιον ἰδόντες:
  3. ἥβᾳ[*](ἥβᾳ M: ἣ καὶ G) μὴ τέλεον
  4. δόντες ἔχειν παρ᾽ αἶσαν,