Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις,
- ὑμῖν δ᾽ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ:
- οὐδ᾽ αὖ τόδ᾽ εὖφρον, τάσδ᾽ ἀτιμάσαι λιτάς.
- ἀμηχανῶ δὲ καὶ φόβος μ᾽ ἔχει φρένας
- δρᾶσαί τε μὴ δρᾶσαί τε[*](μὴ δρᾶσαί τε Robortello: μηδράσητε M) καὶ τύχην ἑλεῖν.
Χορος- τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει,[*](ἐπισκόπει Robortello: ἐπισκοπεῖ M G)
- φύλακα πολυπόνων
- βροτῶν, οἳ τοῖς πέλας προσήμενοι
- δίκας οὐ τυγχάνουσιν ἐννόμου.
- μένει τοι Ζηνὸς ἱκταίου κότος
- δυσπαραθέλκτους[*](δυσπαραθέλκτους Burges: ὦ δυσπαρθέλκτοις M) παθόντος οἴκτοις.
Βασιλευς- εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν
- νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους
- εἶναι, τίς[*](τίς Victorius: τίσδ᾽ M) ἂν τοῖσδ᾽ ἀντιωθῆναι θέλοι;[*](θέλει M, οι supra ει scr. m)
- δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν,
- ὡς οὐκ ἔχουσι κῦρος οὐδὲν ἀμφὶ σοῦ.
Χορος- μή τί ποτ᾽ οὖν γενοίμαν ὑποχείριος[*](ὑποχείριος Robortello: ὑποχέριος M G P)
- κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι
- μῆχαρ ὁρίζομαι γάμου δύσφρονος
- φυγάν:[*](φυγάν Heath: φυγαί codd.) ξύμμαχον δ᾽ ἑλόμενος δίκαν