Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- μετάκοινοι δὲ[*](δὲ P: δ᾽ αἱ M G) φίλᾳ ματρὶ πάρεισιν
- Πόθος <ᾇ[*](ᾇ add. Wellauer)> τ᾽ οὐδὲν ἄπαρνον
- τελέθει θέλκτορι[*](θέλκτορι Bothe: θεάκτορι M G P) Πειθοῖ.[*](πειθοῖ P: πιθοῖ M)
- δέδοται δ᾽ Ἁρμονίᾳ μοῖρ᾽ Ἀφροδίτας
- ψεδυραὶ[*](ψεδυραὶ Scaliger: ψεδυρα (sine acc. et θ supra δ scr.) M) τρίβοι τ᾽ ἐρώτων.
- φυγάδεσσιν[*](φυγάδεσσιν Burges: φυγάδες codd.) δ᾽ ἐπιπνοίας[*](ἐπιπνοίας Turnebus: ἐπιπνοίᾳ M E) κακά τ᾽ ἄλγη
- πολέμους θ᾽ αἱματόεντας προφοβοῦμαι.
- τί ποτ᾽ εὔπλοιαν ἔπραξαν
- ταχυπόμποισι διωγμοῖς;
- ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτ᾽ ἄν.
- Διὸς οὐ παρβατός[*](παρβατός Askew: παραβάτας M G) ἐστιν
- μεγάλα φρὴν ἀπέραντος:
- μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ
- προτερᾶν[*](προτερᾶν Bothe: προτέραν codd.) πέλοι γυναικῶν.
- ὁ μέγας Ζεὺς ἀπαλέξαι
- γάμον Αἰγυπτογενῆ μοι.—
- τὸ μὲν ἂν βέλτατον εἴη:
- σὺ δὲ θέλγοις ἂν ἄθελκτον.[*](θέλγοις ἂν ἄθελκτον memorat Stephanus: θέλγεις ἀνάθελκτον M)—
- σὺ δέ γ᾽ οὐκ οἶσθα τὸ μέλλον.
- τί δὲ μέλλω φρένα Δίαν