Ars Rhetorica

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Τολμῶσί τινες λέγειν, ὅτι οὐκ ἔστιν ἐσχηματισμένη ἰδέα λόγων. δεῖ γὰρ ἁπλῶς λέγειν ἢ μὴ λέγειν. καὶ γὰρ οὐδὲν πλέον τὸ καθ’ ὑπόνοιαν λέγειν. | εἰ γὰρ συνίησιν ὁ ἀκούων, ἐξ ἴσου καθέστηκεν τῷ φανερῶς ἀκούοντι· εἰ μὴ συνίησι, πλέον οὐδὲν τῷ λέγοντι. ἡμεῖς δὲ φαμέν, ὅτι τοσοῦτον ἀπέχει ὀρθῶς λέγειν ὁ λέγων μὴ εἶναι ἐσχηματισμένους λόγους, ὥςτε τοὐναντίον οὐδεὶς λόγος ἀσχημάτιστος οὐδὲ ἁπλοῦς λόγος οὐδείς. καὶ δὴ ἀπὸ τῶν συντρόφων καὶ συνήθων ἀρχώμεθα. τὸ προσαγορεύειν ἄνευ σχήματος οὐ γίνεται· ὃ μὲν φιλοφρόνως προσαγορεύει, ὃ δὲ αἰδημόνως, ὃ δὲ σκώπτων, ὃ δὲ λαρῶς, ὃ δὲ ὡς θαυμάζων. αἱ κλήσεις εἰς ἴδια δεῖπνα σχηματισμοῦ δέονται· οὐ γὰρ πάντας ὁμοίως τις καλεῖ, ἀλλὰ ἑκάστῳ τὴν πρέπουσαν κλῆσιν προστίθησιν. αἱ τῶν δανεισμάτων ἀπαιτήσεις οὐ πρὸς πάντας ὅμοιαι, ἀλλ’ εὐπρεπείας δέονται καὶ διοικήσεως· καὶ αἳ μέν εἰσι θρασύτεραι, αἳ δὲ μετριώτεραι, αἳ δὲ ἄλλης προφάσεως δέον|ται. ἵνα βραχέως εἴπω, ὅλον τὸ τῆς εἰρωνείας σχῆμα ἐσχηματισμένου λόγου σημεῖόν ἐστι.

Δείξομεν δὲ καὶ ἀγῶνας ὅλους ἐσχηματισμένους καὶ λόγους δημηγορικοὺς [ἐσχηματισμένους] καὶ πανηγυρικῆς ἰδέας, καὶ ἀποφανοῦμεν τῶν σχημάτων τὰ εἴδη. ἔστιν δὲ ταῦτα· ἤτοι λέγει μὲν 〈ἃ〉 βούλεται, εὐπρεπῶς δὲ λέγει· ἢ ἕτερα προτείνων ἕτερα διοικεῖται· ἢ τὰ ἐναντία προτείνων τὰ ἐναντία διοικεῖται. 〈ποῦ〉 τούτων τὰ παραδείγματα καὶ ἡ διδασκαλία; Ὅμηρος πάντα παραδίδωσι.

Τὸ λέγοντα ζητεῖν εὐπρεπῶς λέγειν δείκνυσιν ἐπὶ τῆς Ἴριδος καὶ τοῦ οσειδῶνος ἀγανακτοῦντος πρὸς τὸν Δία· παραινεῖ αὐτῷ ἡ Ἶρις εὐπρεπέστερον λέγειν, ἵν’ ἀκινδυνότερος ὁ λόγος ᾖ· καὶ ταυτὶ παραινοῦσα ἐν τῇ | παρρησίᾳ τῆς παραινέσεως τὸ εὐπρεπὲς διοικεῖ· ὥςτε καὶ τὸ παράγγελμά ἐστι καὶ ἡ τέχνη παραδιδομένη·

Οὕτω γὰρ δή τοι, γαιήοχε κυανοχαῖτα, τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε, ἤ τι μεταστρέψεις;
ταῦτα μὲν παραινεῖ τὸ εὐπρεπὲς διδάσκουσα. ποιεῖ δὲ αὐτὴ αὐτὸ πῶς; μετὰ γὰρ ἐπαίνων θεραπεύει αὐτόν, ἵνα ἀνάσχηται τῆς παρρησίας, καὶ τὴν ἀπειλὴν αὐτῷ ἐπάγει ὀνόματι ἑνὶ λέγουσα Διὶ μῦθον.

Ὁ δὲ ἕτερα λέγων καὶ ἕτερα διοικούμενος λόγος ἐστὶ τῆς Θέτιδος πρὸς τὸν Ἀχιλλέα, ἄλογος εἶναι

δοκῶν, ἂν μή τις τὸ σχῆμα γνῷ. παραμυθουμένη γὰρ τὸν υἱὸν ἐπὶ τῷ Πατρόκλου θανάτῳ λέγει
ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι μίσγεσθαι. |
τίς ἂν εἴη ταύτης τῆς παραινέσεως ἀπρεπεστέρα παρὰ μητρός; ἀλλὰ ὡς μητρικῶς παραμυθουμένη ὑπαινίττεται πρὸς τὸν Ἀχιλλέα, ὅτι οὐ χρὴ αὐτὸν τρυφᾶν, ἀλλὰ μεμνῆσθαι καὶ τῆς προτέρας χάριτος τῆς περὶ τὴν Βρισηίδα, ὅτι ἐπήμυνεν αὐτῷ ὁ Ζεύς, καὶ ἵνα ἀπολάβῃ, δεινὰ πεπόνθασιν οἱ Ἀχαιοί. ἵν’ οὖν μὴ ὀνειδίζοι τοῦτο, ὡς λύπης παραμυθίαν προτείνουσα τὸ καὶ συναναπαύσασθαι τῇ γυναικὶ τὴν ἀνάμνησιν ἐποιήσατο. σαφέστερον δὲ τὸ εἶδος τοῦτο δηλοῖ ὁ Διομήδους λόγος πρὸς Ἀγαμέμνονα, ὅτε Ἀγαμέμνων ἀπόπειραν ποιεῖται τῶν Ἐλλήνων τῶν ἀριστέων, τὸ δεύτερον κελεύων φεύγειν·
Ἀτρείδη, σοὶ πρῶτα μαχέσσομαι ἀφραδέοντι, ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς. ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν, φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα. ταῦτα δὲ πάντα ἴσασ’ Ἀργεῖοι ἠμὲν νέοι ἠδὲ γέροντες. σοὶ δὲ διάνδιχ’ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω, σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων· |
ἀλκὴν δ’ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον. δαιμόνι’, οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν ἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις; εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται, ὥςτε νέεσθαι, ἔρχεο· πάρ τοι ὁδός. νῆες δέ τοι ἄγχι θαλάσσης ἑστᾶσ’, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί. ἀλλ’ ἄλλοι μενέουσι καρηκομόωντες Ἀχαιοί, εἰς ὅ κέ περ Τροίην διαπέρσομεν· εἰ δὲ καὶ αὐτοί, φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· νῶι δ’, ἐγὼ Σθένελός τε, μαχησόμεθ’, εἰς ὅ κε τέκμωρ Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.
οὗτος ὁ λόγος, ἂν μή τι ἕτερον διοικῆται ἢ λέγῃ, παντάπασιν ἄτοπός ἐστι καὶ ἀσχήμων· τὸ γὰρ ἐν κακοῖς ἐπιτίθεσθαι τῷ βασιλεῖ καὶ λοιδορεῖσθαι ἀπρεπέστατον. καὶ ἔοικέ πως ὁ Διομήδης ὁμολογεῖν, ὅτι ἀπρεπῶς χρῆται τῷ λόγῳ· προοιμιάζεται γοῦν παραιτούμενος. καὶ ἀτοπώτατον πρᾶγμα λέγειν, ὅτε μὲν αὐτῷ ὠνείδιζεν ὁ Ἀγαμέμνων, ἤνεγκεν εὐπρεπῶς καὶ τῷ Σθενέλῳ ἀποκρινομένῳ ἐπετίμησεν
Τέττα, σιωπῇ ἧσο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ. οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν ὀτρύνοντι μάχεσθαι ἐυκνήμιδας Ἀχαιούς.
νῦν δὲ ἀναμιμνῄσκεται καὶ μνησικακεῖ. εἰ δέ τις φαίη ἐπειδὴ ἠρίστευσεν, θαρρεῖ, τοσούτῳ μᾶλλον ὑβριστότερος φαίνεται, εἰ τῇ τύχῃ ἐντρυφᾷ. ἀλλ’ εἰδέναι χρή,
ὅτι αὗται αἱ λοιδορίαι πρὸς Ἀγαμέμνονα χρυσὸς ἦν τῷ Ἀγαμέμνονι. ἐν γὰρ σχήματι τοῦ ἀγανακτεῖν πρὸς αὐτὸν συναγορεύει· καὶ βουλόμενος παραινέσαι τοῖς ἀριστεῦσι μένειν καὶ μὴ ἀπαλλἀττεσθαι οὐκ ἐν σχήματι παραινέσεως διαλέγεται ἀλλ’ ἐν ὀργῆς τἦς πρὸς τὸν Ἀγαμέμνονα σχἠματι κατετόλμησεν τοιαύτην γνώμην καταθέσθαι εἰς μέσον. ἤδε γὰρ ἡ λοιδορία ἐπὶ τοῦτο ἔρχεται·
δαιμόνι’, οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν ἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις;|
ἃ γὰρ ἔδει συμβουλεύοντα πείθειν, μένειν, ταῦτα λέγει ὡς ἀγανακτῶν, εἰ ἀξιοῖ μένειν αὐτοὺς ὡς φεύγοντας· προτείνεται γάρ. εἶθ’ ἡ ἐπίτασις τοῦ σὺ πορεύου, καὶ οἱ ἄλλοι μενοῦσιν. οὐ γὰρ ἀξιοῖ συμβουλεύειν μένειν, ἀλλ’ ὡς πεπεισμένων διαλέγεται· εἶτα φοβούμενος, μὴ ἐνδῶσιν, καὶ αὐτοῖς συγχωρεῖ φεύγειν. οὗτος ὁ σχηματισμός ἐστι τοῦ ἄλλα λέγοντα ἄλλα διοικεῖν.

Τὸ δὲ τὰ ἐναντία οἷς λέγει διοικεῖσθαι ἐν τῇ ἀναγκαιοτάτῃ ἐστὶ δημηγορίᾳ τῇ Ἀγαμέμνονος. καὶ τηρητέον, ὅτι ἐν κινδύνοις οἱ σχηματισμοὶ εὑρίσκονται. ὁ γὰρ Ἀγαμέμνων ἀπόρως ἔχει ἐκστρατεῦσαι τοὺς Ἕλληνας, καὶ προτείνει αὐτὸς τὴν ἀπορίαν·

Ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Αχαιῶν. πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,
καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω· ὑμεῖς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.
καὶ τῆς διαπείρας ἡ αἰτία φανερὰ τῷ νοῦν ἔχοντι, ὅτι ἐπειδὴ ὁ Ἀχιλλεὺς ἀφέστηκεν τοῦ Ἑλληνικοῦ καὶ οὐ συστρατεύεται (ἦν δὲ ἡγεμὼν πάντως τοῦ στρατεύματος), ζητεῖ, πῶς ἂν δίχα Ἀχιλλέως ἐξέλθοιεν. καὶ οἶδεν τοὺς Ἕλληνας ὀργιζομένους ἐπ’ Ἀχιλλεῖ, καὶ φοβεῖται, μὴ ἄρα, ἂν κελεύσῃ, οὐχ ὑπακούσωσιν τοῦ ταγεύοντος·
ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομέν υἷας Ἀχαιῶν
καὶ τὸ
πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι, ἢ θέμις ἐστί, καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω.
καὶ ἐάν τις προτείνῃ ἡμῖν, ὅτι οὐ τυγχάνει τῆς προαιρέσεως Ἀγαμέμνων, ἀλλ’ ἀποπειρώμενος κινδυνεύει ἡττᾶσθαι καὶ ἀτυχῶς χρῆται τῷ λόγῳ (ὡρμήκασι γὰρ εἰς τὰς πατρίδας), ἀγνοεῖ ὅτι Ἀγαμέμνονος τέχνη αὕτη ἐστὶ τὸ ὁρμῆσαι αὐτούς· οὐ γὰρ οἴεται τῇ ἀποπείρᾳ τῶν λόγων καθέξειν αὐτούς. ἀλλὰ τίς ἡ τέχνη; ἐπειδὴ ἀγανακτοῦσιν ὑπὲρ Ἀχιλλέως, οὐκ ἐνδείκνυνται δὲ τὴν ἀγανάκτησιν, ἕως ἂν χρεία γένηται ἐξόδου, βούλεται αὐτοὺς ἀπορρῆξαι τὸν θυμὸν καὶ φανεροὺς γενέσθαι ὀργιζομένους, καὶ ὑπὸ τῶν ἀρίστων κατασχεθῆναι. τοῦτό τοι καὶ γίνεται· φαίνονται ἑτοίμως ἀπιόντες εἰς τὰς πατρίδας, Ὀδυσσεὺς δὲ καὶ Νέστωρ κατέχουσιν αὐτούς. ταῦτα οὖν ὁ Ἀγαμέμνων ἀποπειρώμενος φανερῶς
τοῦ σχήματος τὴν διδασκαλίαν παιδεύει· τὰ γὰρ ἐναντία οἷς βούλεται λέγει. ἔστι δὲ ἡ μέθοδος τούτων τῶν λόγων θαυμαστή τις καὶ ἄτοπος· τὰς γὰρ ἐν λόγοις ῥητορικοῖς κακίας ταύτας αὕτη ἡ ἰδέα ἀρετὰς ἀναφαίνει. εἰσὶ δὲ κακίαι λόγων ῥητορικῶν τό τε εὐδιάλυτα λέγειν καὶ τὸ ἀγχίστροφα· ὧν τὸ μὲν ἀσθενείας, τὸ δὲ καὶ κινδύνου. δι’ ἀμφοτέρων πορεύεται ὁ Ἀγαμέμνων εἰκότως. | ὥςπερ γὰρ ὅταν τις ἃ βούληται λέγῃ, οὐ χρὴ αὐτὸν οὔτ’ ἐναντίοις ἔπεσι χρῆσθαι οὔτ’ εὐδιαλύτοις, οὕτως ὅταν τις ὧν λέγῃ τὰ ἐναντία βούληται, ἀνάγκη αὐτῷ τὴν κακίαν τὴν ἐπὶ τῶν λόγων ἀρετὴν ἐνταῦθα ποιήσασθαι· εἰ δὲ μή, συμβήσεται αὐτῷ ἐναντιώσει περιπεσεῖν ἄλλα τε πεῖσαι, οὐχ ἃ βούλεται. τοῦτο μὲν οὖν καὶ οἱ μελετῶντες ἴσασιν. ὅταν γάρ τις προσέλθῃ τῇ βουλῇ ἀξιῶν ἀποθανεῖν, οὐδεὶς αὐτῶν ἀποθανεῖν βούλεται, ἀλλὰ τὰ ἐναντία βούλεται ὧν λέγει. . καὶ οἱ τὰ δῶρα 〈τὰ〉 παρὰ τῶν φίλων ἀπωθούμενοι, βουλόμενοι δέξασθαι, λέγουσιν μὲν τὰ ἐναντία, πράττουσιν δὲ τὰ ἐναντία. δεῖ οὖν ἡμᾶς διδάξαι, πῶς μὲν λέγει εὐδιάλυτα καὶ στρεφόμενα, τὸ δὲ μέγιστον, πῶς ἔλαθεν τοῦτο ποιῶν· ἐπεὶ συμβήσεται, ἂν κατάφωρος ἡ τέχνη γένηται, καὶ τὸν ἀκούοντα ἀντιτεχνάζειν καὶ ἀντισχηματίζειν, προσποιούμενον πείθεσθαι καὶ συγχωρεῖν. ὅτι μέντοι εὐδιάλυτα λέγει, ἐκεῖνο σημεῖον· |
ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι·
εἰ τοίνυν ὑπέσχετο καὶ κατένευσεν, περιμενετέον.
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει δυσκλέα Ἄργος ἱκέσθαι·
πάλιν ἀντιλαβὴν ἔχει· οὐ γὰρ δεῖ δυσκλεᾶ ἀπιέναι. ταῦτα μὲν εὐδιάλυτα· ἐκεῖνα δὲ σαφῶς στρεφόμενα
αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι, μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι.
ταὐτὰ φανερῶς ὁ ἀντιλέγων ἐρεῖ·

αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι. πῶς οὖν διοικεῖ; ὅτι μὲν γὰρ εὐδιάλυτα λέγει καὶ στρεφόμενα, δῆλον· καὶ ἔτι μᾶλλον, ἂν ἐπεξίῃ τις τὴν τέχνην τῶν ἐπῶν, εὑρήσει. ἀλλὰ τίς ἡ τέχνη τῶν τοιούτων; πάθους προβολὴ πρὸ τοῦ λόγου, ἵνα δοκῇ ὑπὸ λύπης φέρεσθαι αὐτῷ ὁ λόγος, μὴ ἐξ ἐπιβουλῆς διοικεῖσθαι. διὰ τοῦτο Ἀγαμέμνων ἀπὸ σχετλιασμοῦ ἤρξατο·

Ζεύς με μέγας Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ σχέτλιος.
ὁ οὖν τῷ Διὶ οὕτω προσφερόμενος καὶ βλασφημῶν δῆλός ἐστιν ὑπὸ λύπης 〈ἐξιστάμενος〉 καὶ ἀσύμφωνα αὑτῷ λέγων. · πάθους οὖν προβολὴ κλοπὴ γίνεται διοικήσεως τεχνικῆς. τοιοῦτο μέν ἐστι τὸ σχῆμα τοῦ τὰ ἐναντία λέγειν οἷς βούλεται.

Ἔστι δὲ καὶ τέταρτον σχῆμα βαθύτατον, τὸ δι’· ἄλλων πορευόμενον καὶ παντελῶς ἐπ’ ἄλλης ὑποθέσεως τὸν λόγον ποιούμενον ἄλλην περαίνειν. καὶ τούτου Ὅμηρος τὸ παράδειγμα ἔδωκεν καὶ ἔλαθεν τοὺς πολλούς. ἐπὶ γὰρ τῇ ἀποπείρᾳ τοῦ Ἀγαμέμνονος, ἣν ποιεῖται πρὸς τοὺς Ἕλληνας, οἱ κατέχοντες τὸ Ἑλ- ληνικόν εἰσιν Ὀδυσσεὺς καὶ Νέστωρ. καὶ θαυμαστὸν τί ἐν τῷ λόγῳ ἐστί; διπλοῦν τὸ θαυμαστόν· ἔοικεν ὁ Νέστωρ μηδὲν ἴδιον λέγειν, ἀλλὰ τὰ αὐτὰ λέγειν τῷ Ὀδυσσεῖ, ὥσπερ μαθητὴς τὰ διδασκάλου· καὶ ἀπονέμει αὐτῷ ἔπαινον ὁ Ἀγαμέμνων ὡς κρατοῦντι τῶν Ἑλληνῶν ἐν ταῖς βουλαῖς, ὅ πέρ ἐστιν ἀτοπώτατον. καὶ λέγουσιν οἱ διδάσκαλοι, ὅτι ἐπειδὴ ἐπῃνεσεν τὸν Ὀδυσσέα τὸ πλῆθος, ἵνα μὴ λυποῖτο ὁ γέρων, καὶ ὁ Ἀγαμέμνων τὸν γέροντα· ὡσπερεὶ παιδαρίων ἐν διδασκαλείῳ ἐπιδεικνυμένων καὶ παραμυθίαν τοῦ διδασκάλου ἀπονέμοντος, ἵνα μὴ κλαίῃ τὰ παιδία. ἀλλ’ ἡ τέχνη τίς; ὅλως ἡ αὐτὴ ὑπόθεσις τῶν λόγων οὐκ ἔστιν Ὀδυσσεῖ καὶ Νέστορι. ἔροιτο ἄν τις· καὶ πῶς οὐχ ἡ αὐτὴ ὑπόθεσις; τὰ αὐτὰ γὰρ λέγουσιν. τοῦτο ἡ τέχνη ἡ Νέστορος, ὅτι τὰ αὐτὰ λέγων οὐκ εἰς τὴν αὐτὴν ὑπόθεσιν λέγει. ἀλλ’ ἡ τέχνη τίς; ἐπειδὴ μέλλει χαλεπὴν ὑπόθεσιν πείθειν, πορεύεται διὰ τῆς πεπεικυίας ὑποθέσεως. πεπεισμένοι εἰσὶν οἱ Ἕλληνες ὑπὸ τοῦ Ὀδύσσεως μένειν, καὶ ἤνεγκαν αὐτοῦ τὴν ἐπιτίμησιν καὶ τὴν παραμυθίαν. ἀλλ’ ἔχει χαλεπωτέραν ὑπόθεσιν ὁ γέρων· πορεύεται οὖν δι’ ὧν ἔπεισεν Ὀδυσσεὺς καὶ τὰ αὐτὰ λέγει Ὀδυσσεῖ·

ὥςτε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες | ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι
Ὀδυσσεύς. τὰ αὐτὰ ὁ γέρων·
Ὧ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε νηπιάχοις. Πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἡμῖν; ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν
〈Νέστωρ. ἀλλ’ Ὀδυσσεύς〉
μάλα δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν.
λέγει ἐκεῖνος σημεῖον μαντείας τὸ περὶ τν Κάλχαντα, οὗτος τὰ τῆς ἀστραπῆς· ὥστε διὰ τῶν αὐτῶν πορεύονται. τί οὖν ἐστι τὸ παραλλάττον; διδάσκει τὸ παραλλάττον τῆς ὑποθέσεως τῶν ἐπαίνων ἡ διαίρεσις. ἐπῃνεσαν οἱ Ἀχαιοὶ καὶ τὸ πλῆθος τὸ κοινὸν τὸν Ὀδυσσέα· πεισθέντες μένουσιν, καὶ τὸ ἔργον τοῦ Ὀδυσσέως λαμπρόν·
τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετ’ ἠὲ νέεσθαι ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
ὁ γέρων ἄλλην ὑπόθεσιν ἔχει· ἐπειδὴ γὰρ πεπεισμένοι ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. ὁ γέρων ἄλλην ὑπόθεσιν ἔχει· ἐπειδὴ γὰρ πεπεισμένοι εἰσὶν οἱ Ἕλληνες μένειν, ζητεῖ αὐτοὺς ἐκστρατεῦσαι. οὐδὲν γὰρ ὄφελος τοῦ μένειν ἄνευ τοῦ ταχθῆναι· ὅ περ μάλιστα ὑπόθεσίς ἐστι καὶ ζήτησις τοῦ Ἀγαμέμνονος·

ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν,

πῶς 〈ἂν〉 ἄνευ τοῦ Ἀχιλλέως ἐκστρατεύσοιντο. ἔστιν οὖν τοῦ Νέστορος ἡ ὑπόθεσις·
κρῖν’ ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον· ὣς φρήτρη φρήτρῃφιν ἀρήγει, φῦλα δὲ φύλοις. εἰ δέ κεν ὣς ἔρξῃς καί τοι πείθωνται Ἀχαιοί, γνώσει ἔπειθ’, ὅς θ’ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν ἠδ’ ὅς κ’ ἐσθλὸς ἔησι· κατὰ σφέας γὰρ μαχέονται.
αὕτη ἡ ὑπόθεσίς ἐστιν, ἧς χρείαν ἔχει ὁ Ἀγαμέμνων· αὕτη ἡ ἐπικίνδυνος ὑπόθεσις τῶν λόγων τῷ Νέστορι· ὡς ἐν παρέργῳ δὲ αὐτὴν ἔρριψεν
ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν
ὡς προσθήκην τῷ λόγῳ ποιούμενος· καὶ γίνεται ὥσπερ τέλος τῆς δημηγορίας τῆς πεπεικυίας χρεία δημηγορίας ἀναγκαιοτέρα. διὰ τοῦτο Ἀγαμέμνων τυχων ὧν ἐβούλετο ἐπαινεῖ τν γέροντα·
Ἦ μὰν αὐτ’ ἀγορῇ νικᾷς, γέρον, υἷας Ἀχαιῶν. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν. τῶ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
ὅτι δὲ αὕτη ἐστὶν ἡ ὑπόθεσις τοῦ Νέστορος, τὸ ἐκστρατεῦσαι, καὶ ὅτι τοῦτο ἐπαινεῖ σχήματι ὁ Ἀγαμέμνων ὡς τυχὼν ὧν ἐβούλετο, τίς ὁ ἔλεγχος καὶ τίς ἡ ἀπόδειξις;
φοβεῖται, μὴ οὐ πείσῃ ὁ Νέστωρ, καὶ βοηθεῖ αὐτῷ, ὅσα δύναται. τί οὖν ἐστι τὸ μὴ ποιοῦν πείθειν τὸν Νέστορα; ὀργὴ ὑπὲρ Ἀχιλλέως τῶν Ἐλλήνων. παραμυ|θεῖται τὴν ὀργὴν αὐτῶν ὁ Ἀγαμέμνων ὁμολογῶν ἡμαρτηκέναι, καὶ μέμνηται τοῦ Ἀχιλλέως, ἵνα μαλάξῃ αὐτῶν τὸν θυμὸν τὸν ἐπ’ αὐτῷ. ἐπεὶ τί βούλεται τὸ
ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε’ ἔθηκεν, ὅς με μετ’ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει. καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ’ εἵνεκα κούρης ἀντιβίοις ἐπέεσσιν· ἐγὼ δ’ ἦρχον χαλεπαίνων. εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν, οὐκέτ’ ἔπειτα Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ’ ἠβαιόν.
ἐποίησεν αὐτοὺς οἰκτεῖραι, εἰ ὁμολογεῖ τὸ ἁμάρτημα, καὶ ἀπεπλήρωσεν αὐτῶν τὸν θυμόν. εἶτα συναγορεύσας τῷ γέροντι καὶ παραμυθησάμενος, ἀφεὶς ταῦτα ἐπὶ τὸ οἰκειότατον ἔρχεται, ἐπὶ τὸν βασιλέα·
νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.
ταῦτα κελεύσας ἐπάγει σφίσι καὶ τὴν ἀπειλήν, ἐὰν δή τις χωρίζηται· |
ὃν δέ κ’ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ’ οἰωνούς.
ὥστε ἄρχεται ἀπὸ ἐπαίνου συναγορεύων τῷ Νέστορι, εἶτα παραμυθεῖται τὸν θυμὸν ὁμολογῶν ἡμαρτηκέναι,
εἶτα κελεύει καὶ ἀπειλεῖ βασιλικῶς. αὕτη οὖν ἡ τέχνη τίς ἐστι; τὸ ἐπ’ ἄλλης ὑποθέσεως πεπεικυίας πρότερον 〈εἰπόντα〉 ἐπὶ τέλει ὡς πάρεργον ἐρρίπτειν τὴν οἰκειοτέραν ὑπόθεσιν. ταύτην τὴν τέχνην τίς ἐμιμήσατο καὶ τίς ἐξηγήσατο; Πλάτων. ἐγκώμιον λέγει ἐν τῷ Συμποσίῳ Ἀλκιβιάδης Σωκράτους. ἐπὶ τέλει τοῦ ἐγκωμίου λέγει πρὸς Ἀγάθωνα ὁ Ἀλκιβιάδης· ὅρα τοίνυν, ὦ | Ἀγάθων, μὴ πάθῃς, ὅ περ οἱ πολλοί. ὁ γὰρ Σωκράτης οὗτος προσποιεῖται ἐραστὴς εἶναι, εἶτα ἐρώμενος ἀναφαίνεται. μὴ οὖν καὶ σὺ τὸ αὐτὸ πάθῃς, ὅ περ καὶ πάντες πεπόνθασιν. ἔτυχεν δὲ ὁ Ἀλκιβιάδης ἐρῶν τοῦ Ἀγάθωνος καὶ ἐβούλετο ὑπὸ μηδενὸς ἄλλου αὐτὸν ἐρᾶσθαι, καὶ ἐπὶ τέλει ἔρριψεν τὴν παραίνεσιν τὴν πρὸς Ἀγάθωνα ὡς ἐπὶ τοῦ ἐγκωμίου λέγων. αὐτὸς ἐξηγεῖται ὁ Σωκράτης τὴν τέχνην· νήφειν μοι δοκεῖς, ὦ Ἀλκιβιάδη· ἐδόκει γάρ μεθύειν ὁ Ἀλκιβιάδης· οὐ γὰρ ἂν κομψῶς γε φησίν τὸ σατυρικὸν δρᾶμα περιέβαλες, εἰ μὴ ἔνηφες. καὶ πάντα ταῦτα εἴρηκας ὑπὲρ τοῦ διαβάλλειν ἐμὲ καὶ Ἀγάθωνα, ἵνα ἐγὼ μὲν σοῦ ἐρῶ καὶ μηδενὸς ἄλ|λου. καὶ γὰρ ἐποίησας αὐτό φησίν ὡς οὐδέν τι, ἐπὶ τέλει αὐτὸ εἰπών, ὡς οὐχ ἕνεκα τούτου πάντα τὰ ἄλλα εἰρηκώς. ἀλλ’
οὐκ ἔλαθες, ἀλλὰ τὸ σατυρικὸν δρᾶμα τοῦτο ἀνεφάνη. οὕτω γάρ τοι γίνεται ἡ τέχνη καὶ παραδίδοται.

Πειρασόμεθα οὖν δεῖξαι μετὰ τὰ Ὁμηρικὰ καὶ παρὰ τοῖς ῥήτορσιν καὶ ἐν δημηγορίαις καὶ ἐν δίκαις καὶ ἐν πανηγυρικοῖς λόγοις καὶ ἐν διαλόγοις τὸ αὐτὸ εἶδος γινόμενον.

Πρότερον δὲ καὶ ἄλλο εἶδος ἴδωμεν λόγων ἐσχηματισμένων, διπλοῦν τοῦτο· τὸ μὲν πρὸ τῆς τῶν μελλόντων λεχθήσεσθαι παρρησίας ἔνδειξιν τῶν λεχθησομένων ἀσφαλῆ προανακρουομένην τὸ λυπηρὸν τοῦ ἀκούσματος· τὸ δὲ ἐν διοικήσει προσώπων ὑπαλλαγήν, ὅτε διὰ τῶν πρὸς ἑτέρους ἑτέροις 〈τις διαλέγεται〉 καὶ ἔχει τὸ ἀσφαλὲς ἐν τῷ μὴ οἷς ἐπιπλήττει αὐτοῖς διαλέγεσθαι, ἀλλ’ ἀκουόντων αὐτῶν ἑτέροις ταῦτα λέγειν, ἃ τούτοις προσήκει. τί ποτ’ οὖν ἐστιν ἑκάτερον τὸ εἶδος; ὁ Ἀχιλλεὺς ἀνέστη καὶ μετὰ τὸν Ἀχιλλέα ὁ μάντις ἐν ἀρχῇ τῆς Ἰλιάδος, ἐλέγχοντες τὸν Ἀγαμέμνονα, ὅτι τὴν αἰτίαν τοῦ νοσήματος αὐτὸς παρέχει. ὁ μὲν Ἀχιλλεὺς ἐν συμβούλου σχήματι ὀνειδίζει τὴν αἰτίαν τῷ Ἀγαμέμνονι τῶν κακῶν ὡς ἀπόρως διακείμενος καὶ ζητῶν τὴν αἰτίαν, καὶ ἀφορμὴν ποιεῖ τῆς παρρησίας τῷ μάντει· ὁ δὲ μάντις ἀντιστοιχῶν τῷ Ἀχιλλεῖ τῇ ἀρνήσει ὧν ὑπέβαλεν ὁ Ἀχιλλεὺς ζητῶν τὰς αἰτίας, προδιοικεῖται τὸ φανερὰν γενέσθαι τὴν αἰτίαν τῶν δεινῶν. ἴδωμεν οὖν τοὺς ἑκατέρων λόγους,

πῶς ἔχουσιν δι’ ἀλλήλων καὶ πῶς τὸ εὐπρεπὲς ἔχουσιν οἱ μὲν τοῦ Ἀχιλλέως ἐν βαθύτητι ζητήσεως, οἱ δὲ τοῦ μάντεως 〈ἐν〉 ἀσφαλείᾳ πρὸ τῆς ἀποκρίσεως·
Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀίω ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,| εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς. ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον (καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν), ὅς κ’ εἴποι, ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων, εἴ τ’ ἄρ’ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται εἴ θ’ ἑκατόμβης· αἴ κέν πως ἀρνῶν κνίσσης αἰγῶν τε τελείων βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι. Ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο.
μέχρι τούτου οἱ Ἀχιλλέως λόγοι τὸ σχῆμα ἔχουσιν ὑπαινιττομένου εἰς Ἀγαμέμνονα καὶ προσκρούοντος ἐκείνῳ, ἐν δὲ σχήματι ζητήσεως καὶ ἀπορίας τῆς τοῦ δεινοῦ αἰτίας τὸ ἀσφαλὲς προδιοικουμένου. ἡ δὲ ἔν δειξις τοῦ εἰς Ἀγαμέμνονα λέγεσθαι ταῦτα πρῶτον μὲν τὸ πρὸς Ἀγαμέμνονα ποιεῖσθαι τοὺς λόγους, ἀλλὰ μὴ εἰς τὸ κοινόν·
Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας . . .
ὡς γὰρ τιμῶν αὐτὸν διὰ τὸ ἀξίωμα καὶ τὸν κοινὸν λόγον πρὸς ἐκεῖνον ἀποτεινόμενος τὴν ἀσφάλειαν ἔχει τοῦ προσκρούματος. εἶτα ἑξῆς ἐπάγει

εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς. αἴτιος τοῦ πολέμου Ἀγαμέμνων ἐστὶν συναγαγὼν τοὺς

Ἕλληνας. συνῆψεν καὶ τὸν λοιμὸν τῷ πολέμῳ, καὶ φησὶν αὐτὸν αἴτιον γεγονέναι· τί γὰρ ἡ μνήμη τοῦ πολέμου ἐνταῦθα, εἰ μὴ ἐβούλετο ἀμφοτέρων αἴτιον ἀποφῆναι τὸν αὐτόν; εἶτα ἐπειδὴ ἔδειξεν, ὅτι αὐτὸς αἴτιός ἐστιν, 〈ἀντὶ〉 τοῦ χωρὶς σαφῶς εἰπεῖν ἐπὶ τὴν ζήτησιν ἦλθεν·
ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον· καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν· ὅς κ’ εἴποι, ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων.
ἡ προσθήκη τοῦ τόσσον δηλοῖ, ὅτι τὰς αἰτίας τῆς ὀργῆς ἃς ὑποβάλλει Ἀχιλλεὺς οὐ πιστεύει ἁκούων, ἀλλὰ αἰτίαν μείζονα περιμένει·
εἴ ταρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται εἴ θ’ ἑκατόμβης. . .
οὐ δέχεται τὸν Ἀπόλλωνα ἕνεκεν εὐχωλῆς καὶ ἑκατόμβης τόσον χολωθῆναι. οὕτω μὲν ὁ Ἀχιλλεὺς διοικεῖται τὸν λόγον. ὁ δὲ μάντις λαβόμενος τῆς ἀφορμῆς αὐτοῖς | τοῖς Ἀχιλλέως λόγοις χρῆται εἰς διατριβὴν τοῦ δεῖξαι τῷ Ἀγαμέμνονι, πρὶν φανερῶς εἰπεῖν, καὶ γίνεται αὐτῷ ἀφορμὴ τῶν λόγων τὸ τόσσον· λέγει γάρ
οὔ ταρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται οὐδ’ ἑκατόμβης.
καὶ πρότερον προδιοικεῖται τὴν ἀσφάλειαν·
Ὠ Ἀχιλεῦ, κέλεαί με, διίφιλε, μυθήσασθαι μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος.
τοιγὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον, ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν.
ταῦτα γὰρ ὁμολογοῦντός ἐστιν, ὅτι τῷ βασιλεῖ προσκρούσει. εἶτα τῷ προοιμίῳ τούτῳ ἐπάγει·
ἠ γὰρ ὀίομαι ἄνδρα χολωσέμεν, ὅς μέγα πάντων Ἀργείων κρατέει, καί οἱ πείθονται Ἀχαιοί.
εἶτα γνωμολογεῖ· |
κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται ἀνδρὶ χέρηι.
εἶτα τὴν τέχνην τῆς ὀργῆς ἐπάγει·
εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, ἐν στήθεσσιν ἑοῖσι. σὺ δὲ φράσαι, εἴ με σαώσεις.
καὶ ἤδη ἔδειξεν, ὅτι Ἀγαμέμνων τούτων ἀπάντων αἴτιος, μηδέπω εἰπών· καὶ διὰ τοῦτο ἐπάγει ἀντίστοιχα λέγων ὁ Ἀχιλλεὺς καὶ ὁμολογούμενα τούτοις·
Θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα. οὐ μὰ γὰρ Ἀπόλλωνα διίφιλον, ᾧ τε σύ, Κάλχαν, εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις, οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει συμπάντων Δαναῶν· οὐδ’ ἣν Ἀγαμέμνονα εἴπῃς, ὃς νῦν πολλὸν ἄριστος ἐνὶ στρατῷ εὔχεται εἶναι. Καὶ τότε δὴ θάρσησε καὶ ἤυδα μάντις ἀμύμων. |
ὁμολογεῖ ὁ ποιητὴς τῶν λόγων τὴν διοίκησιν.

Μία μὲν αὕτη εὐπρέπεια ἐσχηματισμένων λόγων, τὸ δι’ αἰνιγμάτων λέγειν, ἃ φρονεῖ τις, καὶ τὸ τῇ διατριβῇ καὶ τῇ μελλήσει τῶν λόγων εἰπεῖν, πρὶν εἰπεῖν, τῷ προοιμίῳ τὸ μέλλον δείκνυσθαι λυπηρόν. ἡ δὲ δευτέρα τίς;

ἐλέγομεν ἐκείνην εἶναι τὴν μέθοδον, τὸ ἑτέροις διαλεγόμενον ἑτέρων καθάπτεσθαι, τὸ ἀσφαλὲς τοῦ μὴ προσκρούειν τῇ ὑπαλλαγῇ τοῦ προσώπου ἐνδιοικούμενον. καὶ τοῦτο Ὅμηρος ἔδειξεν ἐν Ὀδυσσέως λόγῳ. ὁ γὰρ Ὀδυσσεὺς πρὶν συναγαγεῖν τοὺς ὄχλους εἰς τὴν ἐκκλησίαν, ἵνα δημηγορήσῃ περὶ τῆς μονῆς, ὅτε τὴν ἀπόπειραν ὁ Ἀγαμέμνων ἐποιήσατο, 〈ἄκουε〉 οἷον λέγει·

Ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη, τὸν δ’ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς· Δαιμόνι’, οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι· ἀλλ’ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς. | οὐ γάρ πω σάφα οἶσθ’, οἷος νόος Ἀτρείδαο· νῦν μὲν πειρᾶται, τάχα δ’ ἴψεται υἷας Ἀχαιῶν. ἐν βουλῇ δ’ οὐ πάντες ἀκούσαμεν, οἷον ἔειπεν. μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν. θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέος βασιλῆος. τιμὴ δ’ ἐκ Διός ἐστι· φιλεῖ δέ ἑ μητίετα Ζεύς. Ὃν δ’ αὖ δήμου τ’ ἄνδρα ἴδοι βοόωντά τ’ ἐφεύροι, τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ.
ταύταις ταῖς ἐπιτιμήσεσι συνάγει καὶ τοὺς βασιλέας. ὁ μὲν δὴ ἐντυγχάνων τοῖς βυβλίοις οἴεται, ὅπερ καὶ προείρηκεν Ὅμηρος, τοῦτο ποιεῖν αὐτόν, τοῖς βασιλεῦσι φιλοφρόνως διαλέγεσθαι, τοῖς δὲ δήμοις πικρότερον καὶ σφοδρότερον. ὃ δὲ ποιεῖ Ὀδυσσεὺς ὁ Ὁμήρου, οὐδεὶς ὁρᾷ. ἃ γὰρ ἐβούλετο καθάψασθαι τῶν βασιλέων, τῷ δήμῳ διελέγετο· ἃ δ’ ἐβούλετο ἐπιτιμῆσαι τῷ δήμῳ, τοῖς βασιλεῦσιν διελέγετο. ἢ εἰπάτω μοί τις, τί ἔδοξεν τῷ Ὀδυσσεῖ τοῖς δημόταις λέγειν
οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ’ Ἀχαιοί. οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, εἷς βασιλεύς,
ἢ τί ἔδοξεν τοῖς βασιλεῦσιν ἐπιτιμῶντα λέγειν
ἐν βουλῇ δ’ οὐ πάντες ἀκούσαμεν, οἷον ἔειπεν. νῦν μὲν πειρᾶται, τάχα δ’ ἴψεται υἷας Ἀχαιῶν.
ταῦτα δὲ οὐ τοῖς δημόταις λέγει, ἀλλὰ τοὺς βασιλέας ἀναμιμνῄσκει. γέγονεν οὖν ὁ λόγος 〈ὁ〉 πρὸς ἑκατέρους ἑκατέροις κοινός. καὶ τὴν ἐξήγησιν ἐπάγει Ὅμηρὸς τῶν ἐσχηματισμένων τούτων λόγων δι’ ὀνόματος ἑνός, ὃ οὐδὲ ὁρῶσιν οἱ ἀναγινώσκοντες· Ὅμηρὸς δὲ ὑπὸ φιλανθρωπίας ἐξηγήσατο·
ὡς ὅ γε κοιρανέων δίεπε στρατόν.
τί ἐστι τὸ κοιρανέων; ὡς κοίρανος διαλεγόμενος; οὐ δή που, ἀλλὰ τὸ στρατήγημα τῶν λόγων· οὕτως ὀνομαζῶν
κατ’ ἐξήγημα τοῦ στρατηγήματος διὰ τοῦ κοιρανέων δίεπε στρατόν. ἡ γὰρ διοίκησίς ἐστι τέχνη ἐν τῷ ὀνόματι λεγομένη. |

Ἴωμεν τοίνυν ἐπὶ τὰ πεζὰ παραδείγματα. Δημοσθένης διδάσκει ἡμᾶς εὐπρεπῶς διαλέγεσθαι, ἃ βούλεταί τις, καὶ οἶδεν τοῦ σχήματος τούτου τὸ ὄνομα· λέγει δὲ ἐν τῷ περὶ τοῦ στεφάνου ὧδὲ τῇ λέξει· ἐπειδὰν ἔλθωσι μὲν οἱ πρέσβεις εἰς Θήβας, πῶς χρῆσθαι τῷ πράγματι παραινῶ, τούτῳ μοι πάνυ προσέχετε τὸν νοῦν. εἶτα ἐπάγει ὥςπερ διδάσκαλος παραδιδοὺς μαθητῇ τὴν διοίκησιν· μὴ δεῖσθαι Θηβαίων μηδέν (αἰσχρὸς γὰρ ὁ καιρός), ἀλλ’ ἐπαγγέλλεσθαι βοηθήσειν ἐκείνοις, ἂν κελεύωσιν, ὡς ἐκείνων μὲν ὄντων ἐν τοῖς ἐσχάτοις, ἡμῶν δὲ ἄμεινον ἢ ’κεῖνοι τὸ μέλλον 〈προορωμένων〉· ἵν’ ἐὰν μὲν δέχωνται ταῦτα καὶ πεισθῶσιν ἡμῖν, καὶ ἃ βουλόμεθα ὦμεν διοικούμενοι καὶ μετὰ σχήματος ἀξίου τῆς πόλεως ταῦτα πράξωμεν· ἂν δ’ ἄρα μὴ τύχῃ, ἐκεῖνοι μὲν ἑαυτῶν 〈κατηγορῶσιν〉, ἄν τι ἐξαμαρτάνωσιν, ἡμεῖς δὲ μηδὲν 〈ἂν〉 αἰσχρὸν μηδὲ κακὸν ὀφθείημεν πεπεισμένοι. |

Τὸ δὲ ἕτερα λέγειν καὶ ἕτερα διοικεῖσθαι δείκνυσί σοι πάλιν ὁ αὐτὸς Δημοσθένης ἐν τοῖς συμβουλευτικοῖς, ἐν τῷ περὶ συμμοριῶν ἐπιγραφομένῳ λόγῳ ( ὅςπερ λόγος εἰκότως ἂν καὶ δικαίως ἐπιγράφοιτο Περὶ τῶν βασιλικῶν), [ἐν τῷ] πρῶτος καὶ μόνος παραστὰς ἀντειπεῖν. ἐν τούτῳ τῷ λόγῳ ἐναντιοῦται μὲν τῇ Ἀθηναίων γνώμῃ ὡρμηκότων αὐτῶν πολεμεῖν βασιλεῖ. καὶ μία μὲν διοίκησις τοῦ λόγου ἐστὶ τὸ βουλόμενον τὸν ῥήτορα μὴ πολεμεῖν αὐτοὺς βασιλεῖ κλέπτειν δὴ τὴν δόξαν τῷ συμβουλεύειν | βασιλεῖ μήπω πολεμεῖν. καὶ αὕτη ἡ τέχνη ἐστὶν τοῦ ἃ βούλεταί τις, λέγειν εὐπρεπῶς. ποιεῖ δὲ τοῦτο οὕτως· ἐγὼ νομίζω κοινὸν ἐχθρὸν ἁπάντων τῶν Ἑλλήνων εἶναι βασιλέα· οὐ μὴν διὰ ταῦτα παραινέσαιμ’ ἂν μόνοις τῶν ἄλλων ὑμῖν πόλεμον πρὸς αὐτὸν συνάγειν. καὶ ἔτι τέχνη βαθυτέρα τὸ κωλύοντα πολεμεῖν ἐπαγγέλλεσθαι περὶ δυνάμεως ᾗ πολεμήσουσιν. τοῦτο μὲν κλέπτοντός ἐστι τὴν ἐναντίωσιν τοῦ πολέμου. μιμεῖται γὰρ ἐνταῦθα τὸν Ἀρχίδαμον τοῦ Θουκυδίδου. καὶ γὰρ ἐκεῖνος ἐπειδὴ ἑώρα τοὺς Λακεδαιμονίους καὶ τοὺς Πελοποννησίους ὡρμηκότας πρὸς τὸν πόλεμον, ἐβούλετο δὲ αὐτοὺς

κωλῦσαι πολεμεῖν, τὸ μὲν μὴ πολεμεῖν οὐ τολμᾷ λέγειν (οὐ γὰρ πείσονται), συμβουλεύων δὲ τὸ μήπω πολεμεῖν τὸ μὴ πολεμεῖν λέγει. μία μὲν αὕτη διοίκησις ἐν τῷ λόγῳ. δευτέρα δὲ ἐκείνη· ᾧ μὲν βούλονται πολεμεῖν, οὐ βούλεται αὐτοὺς πολεμεῖν ὁ Δημοσθένης· ᾧ δὲ οὐκ ἐθέλουσιν πολεμεῖν, τούτῳ κελεύει πολεμεῖν. καὶ γίνεται διπλοῦς λόγος ἐσχηματισμένος. βασιλεῖ μὲν γὰρ αὐτοὺς οὐ βούλεται πολεμεῖν, ᾧ πάνυ βούλονται· Φιλίππῳ δὲ ἀξιοῖ πολεμεῖν, ᾧ οὐ βούλονται. τίνα οὖν διοίκησιν ἐποιήσατο; ἐξ ἑκατέρας ὑποθέσεως τοῦ πεῖσαι μὴ πολεμεῖν ᾧ βούλονται καὶ πολεμεῖν ᾧ μὴ βούλονται συμβουλεύει πολεμεῖν βασιλεῖ, ἀλλὰ μήπω, παρασκευάζεσθαι δὲ πρὸς αὐτόν. τῷ μὲν οὖν μηδέπω τὴν ὁρμὴν τὴν ἐπὶ βασιλέα κωλύει, συμβουλῇ δὲ τῆς παρασκευῆς εὐτρεπῆ τὸν πόλεμον τὸν πρὸς Φίλιππον ἐργάζεται. καὶ ὅτι αὕτη ἡ τέχνη ἐστίν, λάβε αὐτὸν Δημοσθένην ὁμολογοῦντα· εἰ μὲν τοίνυν ἕτερός τις ἦν τρόπος δυνάμεως, ᾗ τοὺς βαρβάρους οἷόν τε ἦν ἀμύνασθαι, ἕτερος δέ τις, ᾗ τοὺς Ἕλληνας, εἰκότως 〈ἂν〉 φανεροὶ πᾶσιν ἐγιγνόμεθα πρὸς ἐκεῖνον ἀντιταττόμενοι· εἰ δὲ πάσης παρασκευῆς ἐστι τρόπος ὁ αὐτὸς οὗτος, τοὺς ἐχθροὺς ἀμύνασθαι δύνασθαι, τοῖς οὖσι συμμάχοις βοηθεῖν, καὶ ὑπάρχοντα ἀγαθὰ
σῴζειν, τί τοὺς ὡμολογημένους ἐχθροὺς ἔχοντες ἄλλους ζητοῦμεν; ἀλλὰ παρασκευαζώμεθα μὲν πρὸς τούτους, ἀμυνώμεθα δὲ κἀκεῖνον, ἂν ἡμᾶς πιέσῃ. καὶ ἀληθῶς τὸ ἀπόρρητον τοῦτο τῆς γνώμης μηνύει ἐν ἄλλῳ λόγῳ· ὁρῶ δ’ ὑμᾶς Φιλίππου μὲν καταφρονοῦντας, βασιλέα δὲ ὡς ἰσχυρὸν ἐχθρὸν φοβουμένους. εἰ δὲ τῷ μὲν πολεμεῖν οὐ θελήσομεν, τῷ δὲ οὐκ ἀξιώσομεν, πρὸς τίνας παραταξόμεθα;

Ἀλλὰ καὶ Εὐριπίδης δι’ ὅλων λόγων διοικήσεως σχῆμα περαίνει ἐν ὅλῳ δράματι. πρότερον δὲ δείξωμεν [ἐν ὅλῳ δράματι] ἐν μέρει τινὶ | σχῆμα διοικούμενον. ἐν τῷ Αἰόλῳ ὁ Μακαρεύς ἐστιν ὁμιλήσας τῇ ἀδελφῇ καὶ λανθάνων, καὶ συμβουλεύων τῷ πατρὶ τὰς ἀδελφὰς τοῖς ἀδελφοῖς συνοικίσαι, ἵνα τὸ οἰκεῖον διοικήσηται· καὶ οὕτως ἐσχημάτισται ὁ λόγος κοινῇ γνώμῃ καὶ συμβουλῇ. ἡ Μελανίππη σοφὴ τὸ δρᾶμα Εὐριπίδου ἐπιγέγραπται μὲν Σοφή, ὅτι φιλοσοφεῖ, καὶ διὰ τοῦτο τοιαύτης μητρός ἐστιν, ἵνα μὴ ἀπίθανος ᾖ ἡ φιλοσοφία. ἔχει δὲ διπλοῦν σχῆμα, τὸ μὲν τοῦ ποιητοῦ, τὸ δὲ τοῦ προσώπου τοῦ ἐν τῷ δράματι, τῆς Μελανίππης. τὸ μὲν τοῦ ποιητοῦ τοιόνδε [τὸ δὲ τοῦ

προσώπου τοιόνδε]· Ἀναξαγόρᾳ προσεφοίτησεν Εὐριπίδης. Ἀναξαγόρου δὲ λόγος ἐστίν, ὅτι πάντα ἐν πᾶσιν· εἶτα ὕστερον διεκρίθη. μετὰ ταῦτα ὡμίλησεν καὶ Σωκράτει καὶ ἐπὶ τὸ εὐπορώτερον ἤγαγε τὸν λόγον. ὁμολογεῖ οὖν τὴν διδασκαλίαν τὴν ἀρχαίαν διὰ τῆς Μελανίππης· |
Καὶ οὐκ ἐμὸς ὁ μῦθος, ἀλλ’ ἐμῆς μητρὸς πάρα, ὡς οὐρανός 〈τε〉 γαῖά τ’ ἦν μορφὴ μία.
οὕτω μὲν ὁ ποιητὴς σχηματίζει τὸ αὑτοῦ. ἡ δὲ Μελανίππη ἐπεράνθη μὲν ὑπὸ τοῦ Ποσειδῶνος, γέγονε δὲ ταύτῃ παιδία· ἐξέθηκεν δὲ αὐτὰ εἰς τὰ τοῦ πατρὸς βουφόρβια. ὁ δὲ πατὴρ ἡγεῖται ἐκ βοὸς εἶναι, καὶ ὡς τέρας βούλεται κατακαῦσαι. βοηθοῦσα αὑτῇ ἡ Μελανίππη ἀποφαίνεσθαι πειρᾶται, ὅτι τέρας οὐδέν ἐστιν. οὕτω τὸ δρᾶμα ὅλον ἐσχημάτισται· καὶ ἄμα διδάσκει ἡμᾶς Εὐριπίδης, ὅτι τὸν σχηματίζοντα ἐγγυτάτω δεῖ εἶναι τοῦ λῦσαι τὸ σχῆμα μετὰ τῆς ἀσφαλείας τοῦ σχήματος. περιερχομένη γὰρ πάσας αἰτίας τοῦ σῶσαι τὰ παιδία λέγει· εἰ δὲ παρθένος | φθαρεῖσα ἐξέθηκεν τὰ παιδία καὶ φοβουμένη τὸν πατέρα, σὺ φόνον δράσεις; ὥςτε καὶ τὸ αὑτῆς πρᾶγμα λέγει ἐν σχήματι συμβουλῆς.

Ἀλλὰ καὶ πάλιν ὁ Πανηγυρικὸς Ἰσοκράτους τοιοῦτόν τι βυβλίον ἐστὶν καὶ ὁ Φίλιππος Ἰσοκράτους καὶ ὁ περὶ τῆς ἀντιδόσεως. ἐν γὰρ τοῖς τρισὶν τούτοις βυβλίοις ἐγκώμια διέρχεται τὸ μὲν Ἀθηναίων, τὸ δὲ Φιλίππου, τὸ δ’ ἑαυτοῦ. ἀλλὰ τοῖς μὲν Ἀθηναίων ἐγκωμίοις καὶ τοῖς Φιλίππου συμβουλὴν ὑποθέμενος τὸ εὐπρεπὲς τοῦ ἐγκωμίου ἐπραγματεύσατο, καὶ πεποίηται ὥςπερ πάρεργον συμβουλῆς τὸ ἐγκώμιον· ὄντως δ’ ἐστὶν ἔργον τὸ ἐγκώμιον, πάρεργον δὲ ἡ συμβουλή. αὑτῷ δὲ ἔδωκεν ἐπαίνου ἀφορμὴν ἐν ἀνάγκῃ ἀπολογίας πρὸς τὰ κατηγορημένα. τοῦτο καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου ἐπραγματεύσατο. ἐγκώμιον αὑτοῦ ἠθέλησεν γράψαι, | καὶ τὴν ἀπολογίαν προετάξατο. τοῦτο καὶ Πλάτων πεποίηκεν ἐν τῇ ἀπολογίᾳ Σωκράτους ἐγκώμιον βουλόμενος γράψαι ἐν ἀπολογίας σχήματι. τοῦτο καὶ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασιν· ὡς γὰρ ἀπολογούμενος ὑπὲρ Σωκράτους ἐγκώμιον Σωκράτους περαίνει. ἔργον δὲ αὐτοῖς ἐστι καὶ πολλὰς ὑποθέσεις ὁμοῦ συμπλέκειν. ἥ γέ τοι ἀπολογία Σωκράτους καὶ Πλάτωνος ἀπολογία ἐστὶ καὶ Ξενοφῶντος ἀπολογία ἐστί. καὶ ὁ περὶ τοῦ στεφάνου τέσσαρας ὑποθέσεις ἔχει· καὶ ἀπολογία ἐστὶ καὶ κατηγορία καὶ ἐγκώμιον Δημοσθένους, καὶ ὁποῖον εἶναι δεῖ τὸν πολιτικὸν ἄνδρα. καὶ Ξενοφῶν δὲ ὁμολογῶν ἐγκώμιον

Ἀγησιλάου ἐρεῖν λέγει ἐν ἱστορίας λόγῳ τὸ σχῆμα ποιούμενος. καὶ παρὰ τῷ Ξενοφῶντι πάλιν ἔν τε τῇ Παιδείᾳ καὶ τῇ Ἀναβάσει εὑρή|σετε ἐσχηματισμένους λόγους. βούλεται γὰρ τοὺς δημότας τὰ ἴσα ὅπλα λαμβάνειν καὶ τοὺς ὁμοτίμους. ἑκατέροις διαλέγεται εὐπρεπῶς, τοῖς μὲν ὡς τιμῶν αὐτούς, τοῖς δὲ ὡς συναγωνισταῖς καὶ συσχολασταῖς χαριζόμενος· καὶ τὸ ἑκατέρων οὕτω διοικεῖται. καὶ ἐν τῇ Ἀναβάσει ὁ Κλέαρχός ἐστιν *** τῶν στρατιωτῶν ὑποπτευόντων τὴν ἀνάβασιν τὴν Κύρου καὶ μὴ βουλομένων ἀναβαίνειν, ἀλλὰ δεδοικότων τὰ ἄπορα. καὶ ἐν τῷ περὶ παραπρεσβείας ἄλλα προτείνει καὶ ἄλλα συγκατασκευάζει. ἔστι γὰρ ἡ τέχνη τῶν ἐσχηματισμένων λόγων μάλιστα αὕτη, τὸ ἄλλαις κατασκευαῖς συμπλέκειν τὰ οἰκεῖα. ὅ περ πεποίηκεν καὶ Θουκυδίδης ἐν τῷ ἐπιταφίῳ· δημηγορῶν γὰρ καὶ παρακαλῶν Ἀθηναίους ἐπὶ τὸν πόλεμον συνέ|πλεξε τοῦ ἐπιταφίου κεφάλαια τῇ παραινέσει· ἐγκώμιόν ἐστιν ἡ παράκλησις ἀπὸ τοῦ γένους, ἀπὸ τῆς τῶν προγόνων ἀρετῆς· ἐγκώμιόν ἐστιν ἐκ παραβολῆς ἡ παράκλησις, ἐκ τοῦ παραβαλεῖν τὰ τῶν ἐναντίων καὶ τὰς δυνάμεις ἑκατέρας τῆς πόλεως.

Οὕτω κινδυνεύει, ὅ περ ὑπεστησάμεθα ἐν ἀρχῇ

τῶν λόγων 〈ἀποδείξειν〉, τοσοῦτον ἀποδεῖν ἀληθὲς εἶναι τὸ μὴ εἶναί τι ἐσχηματισμένον, ὥςτε τὸ ἐναντίον αὐτὸ οὐδεὶς λόγος ἀσχημάτιστος. καὶ πάλιν ἐπανέλθωμεν ἐπὶ τὴν ἀρχὴν τοῦ λόγου, ἣν ἐξ ἀρχῆς ὑπεθέμεθα, ὅτι τοῦ ἀγῶνος ὄντος τῷ ῥήτορι διπλοῦ, τοῦ πράγματος καὶ τοῦ ἤθους, 〈καὶ〉 τούτου κρατοῦντος, ἡ περὶ τῶν ἠθῶν διοίκησις ἀεὶ ἐσχηματισμένους τοὺς λόγους ἔχει. Πολλὰ σχήματα παρ’ Ὁμήρῳ, πάμπολλα καὶ ἐν ἄλλαις ὑποθέσεσιν ἄλλα διοικουμένῳ· ἐπεὶ καὶ ὁ τῆς Βρισηίδος λόγος οὐκ ἀσχημάτιστος, ὅτε ἤκουσα παρὰ τοῦ Ἀγαμέμνονος, θεασαμένη τὸν Πάτροκλον κείμενον ἐπιπίπτει τῷ σώματι καὶ θρη|νεῖ Πάτροκλον. καί οἴεται ὁ ἀκροατής, ὅτι Πάτροκλον θρηνεῖ· ἐνδείκνυται δὲ ὁ ποιητὴς σοφίαν γυναικὸς ἐν ἀκμῇ καιροῦ ἀπαιτούσης τὰς γαμικὰς ὑποσχέσεις καὶ διὰ τοῦτο θρήνου δίκην λεγούσης πρὸς Ἀχιλλέα·
Πάτροκλ’ ἐμοὶ δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ, ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα· νῦν δέ σε τεθνειῶτα κιχάνομαι, ὄρχαμε λαῶν, ἀνιοῦσ’. ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.
ταῦτα προοίμια θρηνούσης. εἶτα τὸ προοίμιον περαίνει
ἐπιδεικνυμένη τὸν θρῆνον ὡς ἀπόδειξιν τοῦ δικαίου [θρήνου]·
ἄνδρα μέν, ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ, εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέι χαλκῷ, τρεῖς τε κασιγνήτους, οὕς μοι μία γείνατο μήτηρ, κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον. |
ταῦτα ἤδη Ἀχιλλέως καθάπτεται, ὅτι τὸν ἄνδρα αὐτῆς ἀποκτείνας ἔχει αὐτὴν συνοικοῦσαν, καὶ δεῖ αὐτῇ πολλῆς παραμυθίας. εἶτα συνθηκῶν ἀνάμνησις·
οὐδὲ μὲν οὐδέ μ’ ἔασκες, ὅτ’ ἄνδρ’ ἐμὸν ὠκὺς Ἀχιλλεὺς ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος, κλαίειν, ἀλλά μ’ ἔφασκες Ἀχιλλῆος θείοιο κουριδίην ἄλοχον θήσειν ἄξειν τ’ ἐνὶ νηυσὶν ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.
καὶ τὸ τέλος τοῦ ἐπιλόγου τὸ κέντρον τῆς ἀπαιτήσεως ἐπάγει
τῶ σ’ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί,
ὡς ἂν ἀκούων ταῦτα Ἀχιλλεὺς δικαιολογουμένης εἴπῃ· ἀλλὰ μὴ κλαῖε, γύναι, ἐκεῖνα βέβαια γενήσεται.

Κατὰ ταύτας τὰς ὑφηγήσεις ἔστιν ἐπιόντα πολλὰ καὶ τῶν ποιημάτων καὶ τῶν συγγραμμάτων καὶ τῶν δικανικῶν καὶ τῶν συμβουλευτικῶν λόγων καὶ τῶν ἐν ταῖς ἱστορίαις εὑρεῖν πλείους τὰς πλάσεις τῶν σχημάτων ἢ τὰς ἁπλότητας τῶν κοινῶν λόγων. λέγω

δὲ καὶ προστίθημι, ὅτι καὶ ὅταν τις ἁπλῶς λέγῃ, καὶ τοῦτο τέχνῃ σχήματος γίνεται, ἵνα ἡ τῆς ἁπλότητος προσποίησις τὸ πιθανὸν ἔχῃ τῷ ἀκούοντι. καὶ τεκμήριον τούτου ἐστὶν ὁ λόγος ὁ τοῦ Αἴαντος πρὸς Ἀχιλλέα ἐν ταῖς Αιταῖς. ὁ μὲν γὰρ Φοῖνιξ τέχνῃ χρῆται πρὸς αὐτόν, καὶ προτείνας αὐτῷ ἡδίστην ὑπόθεσιν ἐναντιωτάτην ἀγωνίζεται·
εἰ μὲν δὴ νόστον γε μετὰ φρεσί, φαίδιμ’ Ἀχιλλεῦ, βάλλεαι, οὐδ’ ἔτι πάμπαν ἀμύνειν νηυσὶ θοῇσιν πῦρ ἐθέλεις ἀίδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ, πῶς ἂν ἔπειτ’ ἀπὸ σεῖο, φίλον τέκος, αὖθι λιποίμην;
ἡδίστη γὰρ ὑπόθεσις Ἀχιλλεῖ τὸ λέγειν τὸν Φοίνικα, ὅτι οὐκ ἀπολειφθήσεται. εἶτα ἡ αἰτία τοῦ μὴ ἀπολειφθῆναι, ἡ τροφή, ἡ ἀγωγή, τὸ ἐξ ἀρχῆς συντετράφθαι. ταῦτα δὲ πάντα εἰς τὴν ἐναντίαν ὑπόθεσιν· πιθοῦ μοι· | τέτροφα γάρ σε, καὶ χάριτας ὀφείλεις. καὶ ὅτι τοῦτό ἐστιν * * * ἐπὶ τέλει ὁμολογία τῆς ἀληθινῆς ἐπιβολῆς·
ἀλλ’, Αχιλεῦ, δάμασον θυμὸν μέγαν, οὐδέ τί σε χρὴ νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί.
τοῦτο τὸ σχῆμα συνιδὼν καὶ ὁ Ἀχιλλεὺς ἀντισχηματίζει ἑξῆς, μιμούμενος τὴν τέχνην τοῦ διδασκάλου. ἐξηγεῖται γὰρ οὕτως·
μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων, Ἀτρείδῃ ἥρωι φέρων χάριν.
αὕτη μὲν ἐξήγησις τῆς τοῦ Φοίνικος τέχνης· εἶτα ὁ ἀντισχηματισμός·
ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
τί γάρ; ἐκεῖνος τοιοῦτόν τι εἶπεν ἤ τινα χάριν ᾔτησεν; ἀλλ’ ἐπειδὴ ἀνέμνησεν αὐτὸν εἰπών |
πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ,
〈καὶ〉 τὰς ἐν τῇ νεότητι πάθας προέτεινεν αὐτῷ, ὡς ὀφείλοντος χάριτας, καὶ αὐτὸς ἐσχημάτισεν εἰπών· ἄλλην χάριν λάμβανε μείζω, μὴ ταύτην αἴτει. ταῦτα μὲν ὁ Φοῖνιξ σχηματίζει.

Ὁ δέ γε Αἲας ἁπλούστατος ὤν βαθύτατος ἐν τοῖς λόγοις πάντων ἐστίν. ἀνίσταται γὰρ ὡς ὀργιζόμενος καὶ ἀξιῶν μηκέτι μηδὲ διαλέγεσθαι, καὶ λέγει·

οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ τῇδέ γ’ ὁδῷ κρανέεσθαι·
καὶ ἐπιτιμᾷ Ἀχιλλεῖ χαλεπώτατα καὶ πικρότατα. ὁ δὲ μάλιστα ἐν τῇ παρρησίᾳ κετεύων καὶ δεόμενος καὶ βιαζόμενος Ἀχιλλέα οὗτός ἐστιν·
ὑπωρόφιοι δέ τοι εἰμὲν πληθύος ἐκ Δαναῶν. |
καὶ φαίνεταί γέ τοι οὕτως ἁπλοῦς δὴ καὶ ἀφελὴς καὶ παρρησίᾳ χρώμενος. εἶτα τῇ τέχνῃ προσχρώμενος φαίνεται μᾶλλον πεπεικώς. πῶς δή;
Αἶαν διογενὲς Τελαμώνιε, κοίρανε λαῶν, πάντα τί μοι κατὰ θυμὸν ἐείσω μυθήσασθαι. ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ, ὁππότε κείνων μνήσομαι, ὥς μ’ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν.
οὗτος οὖν ὁ λόγος δείκνυσιν, ὅτι καὶ τῆς ἁπλότητος προσποίησις σχήματος ἔργον ἐπιτελεῖ· ἐπεὶ καὶ αἱ τῶν χαρίτων ἀπαιτήσεις οὐκ ἄνευ τοῦ ἐσχηματίσθαι γίνονται. οἱ γὰρ αἰτοῦντες τὰς χάριτας παρὰ τῶν εὖ πεπονθότων ἐν καιρῷ φυλαττόμενοι τὸ ὀνειδίζειν εὐπρεπῶς ἀπαιτοῦσι. καὶ δείκνυσιν ἡμῖν ὁ ποιητής, τίς μὲν ἂν ἦν ἀτέχνου ἀπαιτήσεως τρόπος, τίς δὲ ἐντέχνου. ὁ Ἀχιλλεὺς τῇ μητρὶ λέγει·
πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα εὐχομένης, ὅτ’ ἔφῃσθα κελαινεφέι Κρονίωνι οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι.
καὶ περαίνει τὴν διήγησιν πᾶσαν, καὶ ἐπάγει παραινῶν αὐτῇ
τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λάβε γούνων.
ταῦτα ὑπακούει τῷ παιδὶ Θέτις, καὶ πείθουσα αὐτὸν θαρρεῖν ἐπαγγέλλεται οὐ μόνον ἐρεῖν αὐτά, ἀλλὰ καὶ αὐτῇ λέξει λέγει
τοῦτο δέ τοι ἔπος Διὶ τερπικεραύνῳ εἶμ’ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον, αἴ κε πίθηται.
καὶ ταῦτα ὑποσχομένη, ἐπειδὴ ἀφίκετο πρὸς τὸν Δία,
τὸ μὲν ὀνειδίζειν ἀφίησιν, τὸ δὲ ὑπομιμνῄσκειν ἐπιμελῶς πραγματεύεται·
Ζεῦ πάτερ, εἴ ποτε δή σε μετ’ ἀθανάτοισιν ἔτισα ἢ ἔπει ἢ ἔργῳ·
τὸ μὲν ἔργον οὐκ εἶπεν, τὴν δὲ ἀνάμνησιν εὐπρεπῶς ἐποιήσατο. τοιοῦτός πως καὶ ὁ ἱερεύς ἐστιν, γυμνότερος μὲν ἢ κατὰ τὴν Θέτιν, εὐπρεπῶς δέ. ἐπικαλεσάμενος γὰρ τὸν θεὸν λέγει
εἰ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα, ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα ταύρων ἠδ’ αἰγῶν, τόδε μοὶ κρήηνον ἐέλωρ.
Καὶ τὰ μέτρα τῶν ἐσχηματισμένων λόγων παιδεύει ἡμᾶς Ὅμηρος, ὅτι οὐ 〈μόνον〉 τῆς εὐπρεπείας δεῖται, ἀλλὰ καὶ τῆς ἐν χρείᾳ συντομίας. πῶς γὰρ πάντων χρεία ἐστίν, ὅσων μὲν ἡ τέχνη παραδίδωσιν, 〈εἰ〉 ταῦτα ὁ καιρὸς παραιτεῖται; διδάσκει δὲ τοῦτο ἐν τοῖς Ἑρμοῦ λόγοις πρὸς Πρίαμον Ὅμηρος. τοῦτον γὰρ Ἑρμῆς ὥςπερ διδάσκαλος ὢν παιδεύει, πῶς χρὴ ἐντυχεῖν Ἀχιλλεῖ, καὶ παραδίδωσι τὰς μεθόδους τῆς ἱκετείας·
τύνη δ’ εἰσελθὼν λάβε γούνατα Πηλείωνος, καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠυκόμοιο λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς·
καὶ πάντας τοὺς ἀριθμοὺς τῆς ἱκετείας παραλαμβάνει, τὸ γένειον τὸ Ἀχιλλέως, 〈ἀνάμνησιν〉 πατρός, μητρός, υἱοῦ. ταῦτα μαθὼν ὁ γέρων οἶδεν τέχνην κατὰ τέχνης· προσελθὼν γὰρ τῷ Ἀχιλλεῖ τοῦ γενείου ἐπιλαμβάνεται καὶ λέγει μνῆσαι πατρὸς σεῖο, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ. καὶ οὔτε τοῦ παιδὸς μέμνηται οὔτε τῆς μητρός, ἀλλὰ τοῦ πατρὸς μόνου. τὴν πολλὴν γὰρ χορηγίαν παρέλιπεν τῇ χρείᾳ τοῦ παιδός.

Οὐκοῦν ὑπολείπεται ἡμῖν ἐκεῖνος ὁ λόγος, ὅτι Ὅμηρὸς ἐπενόησεν ἐσχηματισμένον λόγον δι’ εἰκόνος, ἵνα μηνύσῃ μὲν ὃ βούλεται, τὸ δὲ εὐπρεπὲς πρὸς * * * τὴν ἐπιτίμησιν, ἀλλ’ εἰκόνι τὸν λόγον διαπεράνας. καὶ οἱ πολλοὶ ἀγνοοῦσιν τὴν εἰκόνα. ἔστι δὲ ἡ εἰκὼν ἐν Ὀδυσσέως λόγῳ. ἐξάγει τοὺς Ἕλληνας ὁ Ἀχιλλεὺς ὡρμημένος σφόδρα ἐπὶ τῷ Πατρόκλου θανάτῳ. Ὀδυσσεὺς ἀξιοῖ αὐτοὺς πρότερον φαγεῖν καὶ οὕτως ἐξελθεῖν· καὶ ἐπιτιμᾷ τῷ Ἀχιλλεῖ, ὅτι προπετῶς ταῦτα βούλεται· καὶ λέγει τὴν ἀρχὴν τῆς παραινέσεως τὴν αἰτίαν, εἶτα τὴν παραίνεσιν ἀδιανοήτως. ἢ εἰπάτω τις, τί βούλεται τὸ

κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ ἔγχει· ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
ἤδη τὰ προοίμια τῆς ἐπιτιμήσεως, ὥςπερ καὶ τὸ
μὴ δ’ οὕτως ἀγαθός περ ἐών, θεοείκελ’ Ἀχιλλεῦ, κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.
εἶτα εἰπν τῆς γνώμης τὴν ἀρχὴν ἐπάγει
τῶ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν. αἶψα τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν, ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν, | ἄμητος δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα Ζεύς, ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
καὶ ἡ εἰκὼν πέρας τῆς συμβουλῆς. εἰδέναι οὖν χρὴ ὅτι αὕτη ἡ εἰκὼν σοφία ἐστὶ τοῦ Ὀδυσσέως τοῦ μηροῦ. ἐπιτίμησις γάρ ἐστι πικρὰ πρὸς τὸν Ἀχιλλέα καὶ δι’ ἀπορρήτων λυπηρὰ παραίνεσις. διὰ τοῦτο καὶ τὸ προοίμιον αὐτῷ μακρόν ἐστι·
κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ ἔγχει· ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
αὐτὸ τὸ προοίμιον τοῦ σχήματός ἐστιν ἀρχή· μὴ πάνυ θάρρει τῇ ἀνθρεῖᾳ τῇ σαυτοῦ· εἰ δὲ μή, ἐλέγχεις αὐτὴν τὸ μηδὲν εἶναι· ἀλλ’ ἄκουε παρ’ ἀνδρὸς ἐμπείρου
καὶ ἐπιστήμονος ἐκ πείρας πραγμάτων. τίς οὖν ἐστιν ἡ ἐπιτίμησις ἐκείνῳ;
γαστέρι δ’ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς. λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο; ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν, ὅς κε θάνῃσιν, νηλέα θυμὸν ἔχοντας, ἐπ’ ἤματι δάκρυ χέοντας. ὅσσοι δ’ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται, μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρ’ ἔτι μᾶλλον ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ ἑσσάμενοι χροΐ χαλκὸν ἀτειρέα· μηδέ τις ἄλλην λαῶν ὀτρυντὺν προτιδέγμενος ἰσχαναάσθω. ἧδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται, ὅς κε λίπηται νηυσὶν ἐπ’ Ἀργείων· ἀλλ’ ἀθρόοι κοσμηθέντες Τρωσὶν ἐφ’ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.
ὡςεὶ ἔλεγεν· πολλοὶ τεθνᾶσιν ἤδη διὰ σὲ μηνιῶντα· νῦν ἀπορρίψας τὴν μῆνιν ἀξιοῖς τῇ τοῦ θεοῦ προσθήκῃ ἐλπίδας τῆς νίκης ἔχειν. ἐὰν οὖν ἐξέλθωσι νήστεις, οὐδ’ ἂν ὁ Ζεὺς χαριζόμενός σοι βοηθῇ τοῖς Ἕλλησι, δυνήσονται διαρκέσαι νήστεις ὄντες πρὸς τὸ κρατῆσαι. ὥςτε μὴ φρόνει μέγα ἐπὶ τῇ προσθήκῃ τοῦ Διὸς καὶ προπετῶς στρατεύου· ἐλεγχθήσῃ γὰρ τῇ ἀσθενείᾳ τῶν στρατιωτῶν·
αἶψα τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν . . . ἄμητος δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα Ζεύς, ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
τί γὰρ τοῦ Διὸς ἡ μνήμη ἐνταῦθα; συμβήσεται οὖν οὐ πολλὴν γενέσθαι ἡμῖν ὠφέλειαν ἐκ τῆς παρὰ σοῦ προτροπῆς διὰ τὸν Δία, ἂν ἀσθενεῖς ὄντες στρατευσώμεθα· ὥςτε ἐλεγχθήσεταί σου ἡ ἀνδρεία ἡ θαυμαστὴ ὑπὸ τῆς προπετείας. ἐπειδὴ τοίνυν ταῦτα πικρά ἐστιν καὶ ἐπιτίμησιν ἔχει, εἰκόνος παρεμβολῇ τὸ πικρὸν τῆς ἐπιτιμήσεως ἀσφαλὲς ἐποίησεν.