De compositione verborum (epitome)

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Καλὴ δ’ ἐκ τίνων γίνεται εἴ τις ἔροιτο, ἐκ τῶν αὐτῶν ἂν φαίην καὶ οὐχ ἑτέρων· τὰ γὰρ αὐτὰ ποιητικὰ ἀμφοῖν· μέλος εὐγενές, ῥυθμὸς ἀξιωματικός, μεταβολὴ μεγαλοπρεπής, τὸ πᾶσι τούτοις παρακολουθοῦν πρέπον· αἰτία δὲ καὶ ἐνταῦθα ἥ τε τῶν γραμμάτων φύσις καὶ ἡ τῶν συλλαβῶν δύναμις, ἐξ ὧν πλέκεται τὰ ὀνόματα· ὑπὲρ ὧν καιρὸς ἂν εἴη λέγειν.

Ἀρχαὶ μὲν οὖν εἰσι τῆς ἀνθρωπίνης φωνῆς καὶ ἐνάρθρου μηκέτι δεχόμεναι διαίρεσιν, ἃς καλοῦμεν στοιχεῖα καὶ γράμματα· τούτων δὲ οὐ μία πάντων

φύσις· διαφορὰ δὲ αὐτῶν πρώτη μέν, ὡς Ἀριστόξενος ὁ μουσικὸς ἀποφαίνεται, καθ’ ἣν τὰ μὲν φωνὰς ἀποτελεῖ ὡς τὰ φωνήεντα, τὰ δὲ ψόφους ὡς τὰ λοιπὰ πάντα· δευτέρα δέ, καθ’ ἣν τῶν μὴ φωνηέντων ἃ μὲν καθ’ ἑαυτὰ ψόφους ὁποίους δή τινας ἀποτελεῖν πέφυκεν, ῥοῖζον ἢ σιγμὸν ἢ μυγμὸν ἢ τοιούτων τινῶν ἄλλων ἤχων δηλωτικά· ἃ δ’ ἐστὶν ἁπάσης ἄμοιρα φωνῆς καὶ ψόφου, καὶ οὐχ οἷά τε ἠχεῖσθαι καθ’ ἑαυτά· διὸ δὴ ταῦτα μὲν ἄφωνα τινὲς ἐκάλεσαν, θάτερα δὲ ἡμίφωνα. οἳ δὲ τριχῇ νείμαντες τὰ πάντα, φωνήεντα μὲν ἐκάλεσαν ὅσα καὶ καθ’ ἑαυτὰ φωνεῖται καὶ μεθ’ ἑτέρων, καὶ ἔστιν αὐτοτελῆ· ἡμίφωνα δ’ ὅσα μετὰ μὲν φωνηέντων αὐτὰ ἑαυτῶν κρεῖττον ἐκφέρεται, καθ’ ἑαυτὰ δὲ χεῖρον καὶ οὐκ αὐτοτελῶς· ἄφωνα δ’ ὅσα οὔτε τὰς τελείας οὔτε τὰς ἡμιτελεῖς φωνὰς ἔχει καθ’ ἑαυτά, μεθ’ ἑτέρων δὲ ἐκφωνεῖται. ἀρκτέον τοίνυν ἀπὸ τῶν φωνηέντων.

Ἔστι δὴ ταῦτα τὸν ἀριθμὸν ἑπτά· δύο μὲν βραχέα τό τε ε̅ καὶ τὸ ο̅· δύο δὲ μακρὰ τό τε η̅ καὶ τὸ ω̅· τρία δὲ δίχρονα τό τε α̅ καὶ τὸ ι̅ καὶ τὸ υ̅· καὶ γὰρ ἐκτείνεται ταῦτα καὶ συστέλλεται. ἐκφωνεῖται δὲ πάντα παρὰ τῆς ἀρτηρίας συνεχούσης τὸ πνεῦμα, καὶ τοῦ στόματος ἁπλῶς σχηματισθέντος, τῆς τε γλώττης οὐδὲν πραγματευομένης ἀλλ’ ἠρεμούσης. πλὴν καὶ τὰ μακρὰ καὶ τῶν διχρόνων ἃ μακρῶς λέγεται, τεταμένον λαμβάνει

καὶ διηνεκῆ τὸν αὐλὸν τοῦ πνεύματος· τὰ δὲ βραχέα ἢ βραχέως λεγόμενα ἐξ ἀποκοπῆς τε καὶ μιᾷ πληγῇ πνεύματος καὶ τῆς ἀρτηρίας ἐπὶ βραχὺ κινηθείσης ἐκφέρεται. τούτων δὴ κράτιστα μέν ἐστι καὶ φωνὴν ἡδίστην ἀποτελεῖ τά τε μακρὰ καὶ τῶν διχρόνων ὅσα μηκύνεται, ὅτι πολὺν ἠχεῖται χρόνον καὶ τὸν τοῦ πνεύματος οὐκ ἀποκόπτει χρόνον· χείρω δὲ τὰ βραχέα ἢ βραχέως λεγόμενα, ὅτι μικρόφωνά τε ἐστὶ καὶ σπανίζει τὸν ἦχον. αὐτῶν δὲ τῶν μακρῶν πάλιν εὐφωνότατον μὲν τὸ α̅, ὅταν ἐκτείνηται· λέγεται γὰρ ἀνοιγομένου τοῦ στόματος ἐπὶ πλεῖστον καὶ τοῦ πνεύματος ἀναφερομένου πρὸς τὸν οὐρανόν· δεύτερον δὲ τὸ η̅, διότι κάτω περὶ τὴν βάσιν τῆς γλώττης ἐρείδει τὸν ἦχον, ἀλλ’ οὐκ ἄνω, καὶ μετρίως ἀνοιγομένου τοῦ στόματος· τρίτον δὲ τὸ ω̅· στρογγυλίζεται γὰρ ἐν αὐτῷ τὸ στόμα καὶ περιστέλλεται τὰ χείλη, τήν τε πληγὴν τὸ πνεῦμα περὶ τὸ ἀκροστόμιον ποιεῖται. ἔστι δ’ ἧττον τούτου τὸ υ̅· περὶ γὰρ αὐτὰ τὰ χείλη συστολῆς γινομένης ἀξιολόγου πνίγεται καὶ στενὸς ἐκπίπτει ὁ ἦχος. ἔσχατον δὲ πάντων τὸ ι̅· περὶ τοὺς ὀδόντας γὰρ ἡ κρίσις τοῦ πνεύματος γίνεται μικρὸν ἀνοιγομένου τοῦ στόματος καὶ οὐκ ἐπιλαμπρυνόντων τῶν χειλέων τὸν ἦχον. τῶν δὲ βραχέων οὐδέτερον μὲν εὔμορφον, ἧττον δὲ δυσειδὲς τὸ ε̅· διίστησι γὰρ τὸ στόμα κρεῖττον θατέρου, καὶ τὴν πληγὴν λαμβάνει περὶ τὴν ἀρτηρίαν μᾶλλον.
Φωνηέντων μὲν οὖν γραμμάτων αὕτη φύσις· ἡμιφώνων δὲ τοιάδε· ὀκτὼ γὰρ τὸν ἀριθμὸν ὄντων αὐτῶν, πέντε μὲν ἐστὶν ἁπλᾶ λ̅ μ̅ ν̅ ρ̅ σ̅, διπλᾶ δὲ τρία ζ̅ ξ̅ ψ̅. διπλᾶ δὲ λέγονται διὰ τὸ ἕκαστον αὐτῶν ἐκ δυοῖν ἁπλῶν συνεφθαρμένων ἀλλήλοις συγκεῖσθαι καὶ ἰδίαν φωνὴν λαμβάνειν, ἢ διὰ τὸ χώραν ἐπέχειν δυεῖν γραμμάτων ἐν ταῖς συλλαβαῖς· τούτων δὴ κρείττω μέν ἐστι τὰ διπλᾶ τῶν ἁπλῶν, ἐπειδὴ μείζονά ἐστι τῶν ἑτέρων καὶ μᾶλλον ἐγγίζειν δοκεῖ τοῖς τελείοις· ἥττω δὲ τὰ ἁπλᾶ διὰ τὸ εἰς βραχυτέρους αὐτῶν τόνους συνάγεσθαι τὸν ἦχον. φωνεῖται δὲ αὐτῶν ἕκαστον τοιόνδέ τινα τρόπον· τὸ μὲν λ̅ τῆς γλώττης πρὸς τὸν οὐρανὸν ἱσταμένης καὶ τῆς ἀρτηρίας συνηχούσης· τὸ δὲ μ̅ τοῦ μὲν στόματος τοῖς χείλεσι πιεσθέντος, τοῦ δὲ πνεύματος διὰ τῶν ῥωθώνων μεριζομένου· τὸ δὲ ν̅ τῆς γλώττης τὴν φορὰν τοῦ πνεύματος ἀποκλειούσης καὶ μεταφερούσης ἐπὶ τὸν ῥώθωνα τὸν ἦχον· τὸ δὲ ρ̅ τῆς γλώττης ἄκρας ἀπορραπιζούσης τὸ πνεῦμα καὶ πρὸς τὸν οὐρανὸν ἐγγὺς τῶν ὀδόντων ἀνισταμένης· τὸ δὲ σ τῆς μὲν γλώττης προαγομένης ἄνω πρὸς τὸν οὐρανὸν ὅλης, τοῦ δὲ πνεύματος διὰ μέσου αὐτοῦ φερομένου καὶ περὶ τοὺς ὀδόντας λεπτὸν καὶ στενὸν ἐξωθοῦντος τὸ σύριγμα. τρία δὲ τὰ λοιπὰ ἡμίφωνα μικτὸν λαμβάνει τὸν ψόφον, ἐξ ἑνὸς μὲν τῶν ἡμιφώνων τοῦ σ′, τριῶν δὲ ἀφώνων τοῦ τε δ̅ καὶ τοῦ κ̅ καὶ τοῦ π̅. Δύναται δ’ οὐχ ὁμοίως κινεῖν τὴν ἀκοὴν ἅπαντα·
ἡδύνει μὲν γὰρ αὐτὴν τὸ λ̅, καὶ ἔστι τῶν ἡμιφώνων γλυκύτατον· τραχύνει δὲ τὸ ρ̅, καὶ ἔστι τῶν ὁμογενῶν γενναιότατον· μέσως δέ πως διατίθησι τὰ διὰ τῶν ῥωθώνων συνηχούμενα, τό τε μ̅ καὶ τὸ ν̅, κερατοειδεῖς ἀποτελοῦντα τοὺς ἤχους· ἄχαρι δὲ καὶ ἀηδὲς τὸ σ̅, καὶ πλεονάσαν σφόδρα λυπεῖ· θηριώδους γὰρ καὶ ἀλάλου μᾶλλον ἢ λογικῆς ἐφάπτεσθαι δοκεῖ φωνῆς ὁ συριγμός· τῶν γοῦν παλαιῶν τινὲς σπανίως ἐχρῶντο αὐτῷ καὶ πεφυλαγμένως· εἰσὶ δ’ οἳ καὶ ἀσίγμους ὅλας ᾦδὰς ἐποίουν· δηλοῖ δὲ τοῦτο καὶ Πίνδαρος ἐν οἷς φησι·πρὶν μὲν ἤριπε σχοινοτενῆ φωνήεντα διθυράμβων· καὶ τὸ σᾶν κίβδηλον ἀνθρώποις. τῶν δὲ διπλῶν μᾶλλον ἡδύνει τὴν ἀκοὴν τὸ ζ̅ ἡσυχῇ τῷ πνεύματι δασυνόμενον· τὸ γάρ τοι ξ̅ διὰ τοῦ κ̅ καὶ τὸ ψ̅ διὰ τοῦ π̅, ψιλῶν ὄντων ἀμφοτέρων, συριγμὸν ἀποδίδωσι.

Τῶν δὲ ἀφώνων ἐννέα ὄντων τρία μέν ἐστι ψιλά κ̅ π̅ τ̅, τρία δὲ δασέα θ̅ φ̅ χ̅, τρία δὲ μεταξὺ τούτων καὶ κοινὰ ἀμφοῖν β̅ γ̅ δ̅· φωνεῖται δὲ αὐτῶν τρία μὲν ἀπὸ τῶν χειλέων ἄκρων, τὸ π̅ καὶ τὸ φ̅ καὶ τὸ β̅, ὅταν τοῦ στόματος πιεσθέντος τὸ προβαλλόμενον ἐκ τῆς ἀρτηρίας πνεῦμα λύσῃ τὸν δεσμὸν αὐτοῦ· ὁμοίῳ δὲ σχήματι ταῦτα λεγόμενα ψιλότητι καὶ δασύτητι διαφέρουσιν, ὥσπερ καὶ τὰ ῥηθησόμενα. τρία δὲ λέγεται ἄλλα τῆς γλώττης ἄκρῳ τῷ στόματι προσερειδομένης κατὰ τοὺς μετεώρους ὀδόντας, ἔπειθ’ ὑπὸ τοῦ πνεύματος ἀπορραπιζομένης καὶ τὴν διέξοδον αὐτῶν κάτω

περὶ τοὺς ὀδόντας ἀποδιδούσης, τὸ τ̅ καὶ τὸ θ̅ καὶ τὸ δ̅. τρία δὲ τὰ λοιπὰ λέγεται μὲν τῆς γλώττης ἀνισταμένης πρὸς τὸν οὐρανὸν ἐγγὺς τοῦ φάρυγγος, τῆς δὲ ἀρτηρίας ὑπηχούσης τῷ πνεύματι, τὸ κ̅ καὶ τὸ χ̅ καὶ τὸ γ̅. τούτων κράτιστα μέν ἐστιν, ὅσα τῷ πνεύματι πολλῷ λέγεται· δεύτερα δὲ ὅσα μέσῳ· κάκιστα δὲ ὅσα ψιλῷ· ταῦτα μὲν γὰρ τὴν ἑαυτῶν δύναμιν ἔχει μόνην, τὰ δὲ δασέα καὶ τὴν τοῦ πνεύματος προσθήκην, ὡς ἐγγὺς τοῦ τελειότερα εἶναι.