De Compositione Verborum
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
ἀλλὰ μὴν ὅτι γε καὶ μετασκευὰς δέχεται τῶν κώλων ἔνια τοτὲ μὲν προσθήκας λαμβάνοντα οὐκ ἀναγκαίας ὡς πρὸς τὸν νοῦν, τοτὲ δὲ ἀφαιρέσεις ἀτελῆ ποιούσας τὴν διάνοιαν, ἃς οὐκ ἄλλου τινὸς ἕνεκα ποιοῦσι ποιηταί τε καὶ συγγραφεῖς ἢ τῆς ἁρμονίας, ἵνʼ ἡδεῖα καὶ καλὴ γένηται, πάνυ ὀλίγου δεῖν οἴομαι λόγου. τίς γὰρ οὐκ ἂν ὁμολογήσαι τήνδε μὲν τὴν λέξιν ἣν ὁ Δημοσθένης εἴρηκε προσθήκῃ πλεονάζειν οὐκ ἀναγκαίᾳ τῆς ἁρμονίας ἕνεκα; ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ. ἐνταῦθα γὰρ οὐχὶ τοῦ ἀναγκαίου χάριν πρόσκειται τὸ τοξεύειν, ἀλλʼ ἵνα τὸ τελευταῖον κῶλον τὸ κἂν μήπω βάλλῃ τραχύτερον τοῦ δέοντος ὂν καὶ οὐχ ἡδὺ ἀκουσθῆναι τῇ προσθήκῃ ταύτῃ γένηται χαριέστερον. καὶ ἔτι τὴν Πλατωνικὴν ἐκείνην περίοδον, ἣν ἐν τῷ ἐπιταφίῳ ὁ ἀνὴρ γράφει, τίς οὐκ ἂν φαίη παραπληρώματι λέξεως
πλέον φυλάσσων αὐτὸς ἢ φυλάσσομαι·ἐνταυθοῖ γὰρ ὁ δεύτερος στίχος ἐκ δυεῖν σύγκειται κώλων οὐχ ὅλων· τελεία γὰρ ἂν ἡ λέξις ἦν οὕτως ἐξενεχθεῖσα πλεῖον φυλάσσων αὐτὸς ἑτέρους ἢ φυλασσόμενος ὑφʼ ἑτέρων , τὸ δὲ μέτρον ἠδίκητο καὶ οὐκ ἂν ἔσχεν ἣν νῦν ἔχει χάριν. ἐν δὲ τοῖς πεζοῖς λόγοις τὰ τοιαῦτα· ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν ἀτέλειαν τῶν ἀδίκων ἐστίν, ἐάσω. μεμείωται γὰρ κἀνταῦθα τῶν πρώτων δυεῖν κώλων ἑκάτερον· αὐτοτελῆ δʼ ἂν ἦν, εἴ τις αὐτὰ οὕτως ἐξήνεγκεν· ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα ὡς οὐκ ἐπιτηδείων ἔχειν τὴν ἀτέλειαν πάντας ἀφαιρεῖσθαι καὶ τοὺς δικαίως αὐτῆς τυχόντας τῶν ἀδίκων ἐστίν, ἐάσω. ἀλλʼ οὐκ ἐδόκει τῷ Δημοσθένει πλείονα ποιεῖσθαι πρόνοιαν τῆς ἀκριβείας τῶν κώλων ἢ τῆς εὐρυθμίας.
τὰ δʼ αὐτὰ εἰρήσθω μοι καὶ περὶ τῶν καλουμένων περιόδων· καὶ γὰρ ταύτας χρὴ τάς τε προηγουμένας καὶ τὰς ἑπομένας οἰκείως συναρμόττειν, ὅταν ἐν
διωρισμένων δή μοι τούτων ἀκόλουθον ἂν εἴη λέγειν, τίνα ἐστὶν ὧν δεῖ στοχάζεσθαι τὸν βουλόμενον συντιθέναι τὴν λέξιν εὖ καὶ διὰ τίνων θεωρημάτων τυγχάνοι τις ἂν ὧν βούλεται. δοκεῖ δέ μοι δύο ταῦτʼ εἶναι τὰ γενικώτατα, ὧν ἐφίεσθαι δεῖ τοὺς συντιθέντας μέτρα τε καὶ λόγους, ἥ τε ἡδονὴ καὶ τὸ καλόν· ἀμφότερα γὰρ ἐπιζητεῖ ταῦτα ἡ ἀκοή, ὅμοιόν τι πάσχουσα τῇ ὁράσει· καὶ γὰρ ἐκείνη πλάσματα καὶ γραφὰς καὶ γλυφὰς καὶ ὅσα δημιουργήματα χειρῶν ἐστιν ἀνθρωπίνων ὁρῶσα ὅταν εὑρίσκῃ τό τε ἡδὺ ἐνὸν ἐν αὐτοῖς καὶ τὸ καλόν, ἀρκεῖται καὶ οὐδὲν ἔτι ποθεῖ. καὶ μὴ παράδοξον ἡγήσηταί τις, εἰ δύο ποιῶ τέλη καὶ χωρίζω τὸ καλὸν ἀπὸ τῆς ἡδονῆς, μηδʼ ἄτοπον εἶναι νομίσῃ, εἴ τινα ἡγοῦμαι λέξιν ἡδέως μὲν συγκεῖσθαι, μὴ καλῶς δέ, ἢ καλῶς μέν, οὐ μὴν καὶ ἡδέως· φέρει γὰρ ἡ ἀλήθεια τὸ τοιοῦτον καὶ οὐδὲν ἀξιῶ καινόν· ἥ γέ τοι Θουκυδίδου λέξις καὶ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου καλῶς μὲν σύγκειται νὴ Δία, εἴ πέρ τινες καὶ ἄλλαι,