De Compositione Verborum
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
ἔστι τοίνυν πᾶσα λέξις ᾗ σημαίνομεν τὰς νοήσεις ἣ μὲν ἔμμετρος, ἣ δὲ ἄμετρος· ὧν ἑκατέρα καλῆς μὲν ἁρμονίας τυχοῦσα καλὸν οἵα τʼ ἐστὶ ποιεῖν καὶ τὸ μέτρον καὶ τὸν λόγον, ἀνεπιστάτως δὲ καὶ ὡς ἔτυχεν
ἵνα δὲ μὴ δόξω φάσιν ἀναπόδεικτον λέγειν, ἐξ ὧν ἐπείσθην κρεῖττον εἶναι καὶ τελειότερον ἄσκημα τῆς ἐκλογῆς τὴν σύνθεσιν, ἔργῳ πειράσομαι δεικνύναι, ἐμμέτρων τε καὶ πεζῶν λόγων ἀπαρχὰς ὀλίγας προχειρισάμενος. λαμβανέσθω δὲ ποιητῶν μὲν Ὅμηρος, συγγραφέων δὲ Ἡρόδοτος· ἀπόχρη γὰρ ἐκ τούτων καὶ
τὼ δʼ αὖτʼ ἐν κλισίῃς Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς ἐντύνοντʼ ἄριστον ἅμʼ ἠοῖ κειαμένω πῦρ ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι. Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς σαίνοντάς τε κύνας, ὑπὸ δὲ κτύπος ἦλθε ποδοῖιν· αἶψα δʼ ἂρ Εὔμαιον προσεφώνεεν ἐγγὺς ἐόντα· Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ ἑταῖρος ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν, ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω. οὔπω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης·ταῦθʼ ὅτι μὲν ἐπάγεται καὶ κηλεῖ τὰς ἀκοὰς ποιημάτων τε τῶν πάνυ ἡδίστων οὐδενὸς ἥττω μοῖραν ἔχει, πάντες ἂν εὖ οἶδʼ ὅτι μαρτυρήσειαν. ποῦ δὲ αὐτῶν ἐστιν ἡ πειθὼ καὶ διὰ τί τοιαῦτά ἐστι, πότερον διὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων ἢ διὰ τὴν σύνθεσιν; οὐδεὶς ἂν εἴποι διὰ τὴν ἐκλογήν, ὡς ἐγὼ πείθομαι· διὰ γὰρ τῶν εὐτελεστάτων καὶ ταπεινοτάτων ὀνομάτων πέπλεκται πᾶσα ἡ λέξις, οἷς ἂν καὶ γεωργὸς καὶ θαλαττουργὸς καὶ χειροτέχνης καὶ πᾶς ὁ μηδεμίαν ὤραν τοῦ λέγειν εὖ ποιούμενος ἐξ ἑτοίμου λαβὼν ἐχρήσατο. λυθέντος γοῦν τοῦ μέτρου φαῦλα φανήσεται τὰ αὐτὰ ταῦτα καὶ ἄζηλα· οὔτε γὰρ μεταφοραί τινες ἔνεισιν εὐγενεῖς οὔτε ὑπαλλαγαὶ οὔτε καταχρήσεις οὔτʼ ἄλλη τροπικὴ διάλεκτος οὐδεμία, οὐδὲ δὴ γλῶτται παλαιαί τινες οὐδὲ ξένα ἢ πεποιημένα ὀνόματα. τί οὖν λείπεται μὴ οὐχὶ τὴν σύνθεσιν τοῦ κάλλους τῆς ἑρμηνείας αἰτιᾶσθαι;p.11ἐκ δʼ ἄρα οἱ χειρῶν πέσεν ἄγγεα, τοῖς ἐπονεῖτο κιρνὰς αἴθοπα οἶνον. ὃ δʼ ἀντίος ἔδραμʼ ἄνακτος· κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
φέρε δὴ μεταβῶμεν ἤδη καὶ ἐπὶ τὴν πεζὴν διάλεκτον καὶ σκοπῶμεν, εἰ κἀκείνῃ τοῦτο συμβέβηκε τὸ πάθος, ὥστε παρὰ μικρὰ καὶ φαῦλα πράγματά τε καὶ ὀνόματα συνταχθέντα καλῶς μεγάλας ἡδονὰς γίνεσθαι καὶ χάριτας. ἔστι δὴ παρὰ τῷ Ἡροδότῳ βασιλεύς τις Λυδῶν, ὃν ἐκεῖνος Κανδαύλην καλεῖ, Μυρσίλον δὲ καλεῖσθαί φησιν ὑφʼ Ἑλλήνων, τῆς ἑαυτοῦ γυναικὸς ἐρῶν, ἔπειτα ἀξιῶν τινα τῶν ἑταίρων αὐτοῦ γυμνὴν τὴν ἄνθρωπον ἰδεῖν, ὃ δὲ ἀπομαχόμενος μὴ ἀναγκασθῆναι, ὡς δὲ οὐκ ἔπειθεν, ὑπομένων τε καὶ θεώμενος αὐτήν—πρᾶγμα οὐχ ὅτι σεμνὸν ἢ καλλιλογεῖσθαι ἐπιτήδειον, ἀλλὰ καὶ παιδικὸν καὶ ἐπικίνδυνον καὶ τοῦ αἰσχροῦ μᾶλλον ἢ τοῦ καλοῦ ἐγγυτέρῳ· ἀλλʼ εἴρηται σφόδρα δεξιῶς, καὶ κρεῖττον γέγονεν ἀκουσθῆναι λεγόμενον ἢ ὀφθῆναι γινόμενον. ἵνα δὲ μή τις ὑπολάβῃ τὴν διάλεκτον εἶναι τῆς ἡδονῆς αἰτίαν τῇ λέξει, μεταθεὶς αὐτῆς τὸν χαρακτῆρα εἰς τὴν Ἀτθίδα
Γύγη, οὐ γάρ σε δοκῶ πείθεσθαί μοι λέγοντι περὶ τοῦ εἴδους τῆς γυναικός· ὦτα γὰρ τυγχάνει ἀνθρώποις ὄντα ἀπιστότερα ὀφθαλμῶν· ποίει ὅπως ἐκείνην θεάσῃ γυμνήν. ὃ δʼ ἀναβοήσας εἶπε· δέσποτα, τίνα λόγον λέγεις οὐχ ὑγιᾶ, κελεύων με δέσποιναν τὴν ἐμὴν θεάσασθαι γυμνήν; ἅμα δὲ χιτῶνι ἐκδυομένῳ συνεκδύεται καὶ τὴν αἰδῶ γυνή. πάλαι δὲ τὰ καλὰ ἀνθρώποις ἐξεύρηται, ἐξ ὧν μανθάνειν δεῖ· ἐν οἷς ἓν τόδʼ ἐστίν, ὁρᾶν τινα τὰ ἑαυτοῦ. ἐγὼ δὲ πείθομαι ἐκείνην εἶναι πασῶν γυναικῶν καλλίστην, καὶ σοῦ δέομαι μὴ δεῖσθαι ἀνόμων. ὃ μὲν δὴ λέγων ταῦτα ἀπεμάχετο ..., ὃ δʼ ἠμείβετο τοῖσδε· θάρσει Γύγη, καὶ μὴ φοβοῦ μήτʼ ἐμέ, ὡς πειρώμενόν σου λέγω λόγον τόνδε, μήτε γυναῖκα τὴν ἐμήν, μή τί σοι ἐξ αὐτῆς γένηται βλάβος. ἀρχὴν γὰρ ἐγὼ μηχανήσομαι οὕτως, ὥστε μηδὲ μαθεῖν αὐτὴν ὀφθεῖσαν ὑπὸ σοῦ. ἀγαγὼν γάρ σε εἰς τὸ οἴκημα, ἐν ᾧ κοιμώμεθα, ὄπισθε τῆς ἀνοιγομένης θύρας στήσω· μετὰ δὲ ἐμὲ εἰσελθόντα παρέσται
οὐκ ἂν ἔχοι τις οὐδὲ ἐνταῦθα εἰπεῖν, ὅτι τὸ ἀξίωμα καὶ ἡ σεμνότης τῶν ὀνομάτων εὔμορφον πεποίηκε τὴν φράσιν· ἀνεπιτήδευτα γάρ ἐστι καὶ ἀνέκλεκτα, οἷα ἡ φύσις τέθηκεν σύμβολα τοῖς πράγμασιν· οὐδὲ γὰρ ἥρμοττεν ἴσως κρείττοσι χρήσασθαι ἑτέροις. ἀνάγκη δὲ δή που, ὅταν τοῖς κυριωτάτοις τε καὶ προσεχεστάτοις ὀνόμασιν ἐκφέρηται, τὰ νοήματα μηδὲν σεμνότερʼ εἶναι, ἢ οἷά ἐστιν ἐκεῖνα. ὅτι δὲ οὐδὲν ἐν αὐτοῖς ἐστι σεμνὸν οὐδὲ περιττόν, ὁ βουλόμενος εἴσεται μεταθεὶς οὐδὲν ὅ τι μὴ τὴν ἁρμονίαν. πολλὰ δὲ καὶ παρὰ τούτῳ τῷ ἀνδρὶ τοιαῦτά ἐστιν, ἐξ ὧν ἄν τις τεκμήραιτο, ὅτι οὐκ ἐν τῷ κάλλει τῶν ὀνομάτων ἡ πειθὼ τῆς
ἵνα δὲ πολὺ μᾶλλον αἴσθηταί τις, ὅσην ἔχει ῥώμην ἡ συνθετικὴ δύναμις ἔν τε ποιήμασι καὶ λόγοις, λήψομαί τινας εὖ ἔχειν δοκούσας λέξεις, ὧν τὰς ἁρμονίας μεταθεὶς ἀλλοῖα φαίνεσθαι ποιήσω καὶ τὰ μέτρα καὶ τοὺς λόγους. λαμβανέσθω δὲ πρῶτον μὲν ἐκ τῶν Ὁμηρικῶν ταῦτα·
ἀλλʼ ἔχεν ὥστε τάλαντα γυνὴ χερνῆτις ἀληθής, ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄροιτο.τοῦτο τὸ μέτρον ἡρῷόν ἐστιν ἑξάπουν τέλειον, κατὰ δάκτυλον πόδα βαινόμενον. ἐγὼ δὴ τῶν ὀνομάτων τούτων μετακινήσας τὴν σύνθεσιν τοὺς αὐτοὺς στίχους ἀντὶ μὲν ἑξαμέτρων ποιήσω τετραμέτρους, ἀντὶ δὲ ἡρωϊκῶν προσοδιακοὺς τὸν τρόπον τοῦτον·
ἀλλʼ ἔχεν ὥστε γυνὴ χερνῆτις τάλαντʼ ἀληθής,τοιαῦτά ἐστι τὰ πριάπεια, ὑπό τινων δʼ ἰθυφάλλια λεγόμενα ταυτί·p.16ἥ τις εἴριον ἀμφὶ καὶ σταθμὸν ἔχουσʼ ἀνέλκει ἰσάζουσʼ, ἵνʼ ἀεικέα παισὶν ἄροιτο μισθόν.
οὐ βέβηλος, ὦ τελέται τοῦ νέου Διονύσου ... κἀγὼ δʼ ἐξ εὐεργεσίης ὠργιασμένος ἥκω.ἄλλους πάλιν λαβὼν στίχους Ὁμηρικούς, οὔτε προσθεὶς αὐτοῖς οὐδὲν οὔτε ἀφελών, τὴν δὲ σύνθεσιν ἀλλάξας μόνον ἕτερον ἀποδώσω γένος τὸ τετράμετρον καλούμενον Ἰωνικόν·
ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθείς, βεβρυχώς, κόνιος δεδραγμένος αἱματοέσσης. ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθείς, αἱματοέσσης κόνιος δεδραγμένος, βεβρυχώς.
ἔνθʼ οἳ μὲν ἐπʼ ἄκραισι πυραῖς νέκυες ἔκειντο γῆς ἐπὶ ξένης, ὀρφανὰ τείχεα προλιπόντες Ἑλλάδος ἱερῆς καὶ μυχὸν ἑστίης πατρῴης, ἥβην τʼ ἐρατὴν καὶ καλὸν ἡλίου πρόσωπον.ἐδυνάμην δʼ ἂν ἔτι πολλὰς ἰδέας μέτρων καὶ διαφόρους εἰς τὸν ἡρωϊκὸν ἐμπιπτούσας στίχον ἐπιδεικνύναι, τὸ δʼ αὐτὸ καὶ τοῖς ἄλλοις ὀλίγου δεῖν πᾶσι συμβεβηκὸς μέτροις τε καὶ ῥυθμοῖς ἀποφαίνειν, ὥστε τῆς μὲν ἐκλογῆς τῶν ὀνομάτων τῆς αὐτῆς μενούσης, τῆς δὲ συνθέσεως μόνης μεταπεσούσης τά τε μέτρα μεταρρυθμίζεσθαι καὶ συμμεταπίπτειν αὐτοῖς τὰ σχήματα, τὰ χρώματα, τὰ ἤθη, τὰ πάθη, τὴν ὅλην τῶν ποιημάτων ἀξίωσιν· ἀλλʼ ἀναγκασθήσομαι πλειόνων ἅψασθαι θεωρημάτων, ὧν ἔνια ὀλίγοις πάνυ ἐστὶ γνώριμα. ἐπὶ πολλῶν δʼ ἴσως καὶ οὐχ ἥκιστα ἐπὶ τῶν τοιούτων καλῶς ἂν ἔχοι τὰ Εὐριπίδεια ταῦτα ἐπενεγκεῖν·
μή μοι λεπτῶν θίγγανε μύθων, ψυχή·p.18τί περισσὰ φρονεῖς; εἰ μὴ μέλλεις σεμνύνεσθαι παρʼ ὁμοίοις.
ταῦτα μὲν οὖν ἐάσειν μοι δοκῶ κατὰ τὸ παρόν. ὅτι δὲ καὶ ἡ πεζὴ λέξις τὸ αὐτὸ δύναται παθεῖν τῇ ἐμμέτρῳ μενόντων μὲν τῶν ὀνομάτων, ἀλλαττομένης δὲ τῆς συνθέσεως, πάρεστι τῷ βουλομένῳ σκοπεῖν. λήψομαι δʼ ἐκ τῆς Ἡροδότου λέξεως τὴν ἀρχὴν τῆς ἱστορίας, ἐπειδὴ καὶ γνώριμός ἐστι τοῖς πολλοῖς, μεταθεὶς τὸν χαρακτῆρα τῆς διαλέκτου μόνον. Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δʼ Ἀλυάττου, τύραννος δʼ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦ· ὃς ῥέων ἀπὸ μεσημβρίας μεταξὺ Σύρων τε καὶ Παφλαγόνων ἐξίησι πρὸς βορέαν ἄνεμον εἰς τὸν Εὔξεινον καλούμενον πόντον . μετατίθημι τῆς λέξεως ταύτης τὴν ἁρμονίαν, καὶ γενήσεταί μοι οὐκέτι ὑπαγωγικὸν τὸ πλάσμα οὐδʼ ἱστορικόν, ἀλλʼ ὀρθὸν μᾶλλον καὶ ἐναγώνιον· Κροῖσος ἦν υἱὸς μὲν Ἀλυάττου, γένος δὲ Λυδός, τύραννος δὲ τῶν ἐντὸς Ἅλυος ποταμοῦ ἐθνῶν· ὃς ἀπὸ μεσημβρίας ῥέων μεταξὺ Σύρων καὶ Παφλαγόνων εἰς τὸν Εὔξεινον καλούμενον πόντον ἐκδίδωσι πρὸς βορέαν ἄνεμον. οὗτος ὁ χαρακτὴρ οὐ πολὺ ἀπέχειν ἂν δόξειεν τῶν
ἅλις ἔστω παραδειγμάτων. ἱκανῶς γὰρ οἴομαι πεποιηκέναι φανερὸν ὃ προὔκειτό μοι, ὅτι μείζονα ἰσχὺν ἔχει τῆς ἐκλογῆς ἡ σύνθεσις. καί μοι δοκεῖ τις οὐκ ἂν ἁμαρτεῖν εἰκάσας αὐτὴν τῇ Ὁμηρικῇ Ἀθηνᾷ· ἐκείνη τε γὰρ τὸν Ὀδυσσέα τὸν αὐτὸν ὄντα ἄλλοτε ἀλλοῖον
πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,τοτὲ δὲ τῇ αὐτῇ ῥάβδῳ πάλιν ἐφαψαμένη
μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα θῆκεν ἰδέσθαι, κὰδ δὲ κάρητος οὔλας ἧκε κόμας ὑακινθίνῳ ἄνθει ὁμοίας.αὕτη τε τὰ αὐτὰ λαμβάνουσα ὀνόματα τοτὲ μὲν ἄμορφα καὶ ταπεινὰ καὶ πτωχὰ ποιεῖ φαίνεσθαι τὰ νοήματα, τοτὲ δʼ ὑψηλὰ καὶ πλούσια καὶ ἁδρὰ καὶ καλά. καὶ τοῦτʼ ἦν σχεδὸν ᾧ μάλιστα διαλλάττει ποιητής τε ποιητοῦ καὶ ῥήτωρ ῥήτορος, τὸ συντιθέναι δεξιῶς τὰ ὀνόματα. τοῖς μὲν οὖν ἀρχαίοις ὀλίγου δεῖν πᾶσι πολλὴ ἐπιτήδευσις ἦν αὐτοῦ, παρʼ ὃ καὶ καλά ἐστιν αὐτῶν τά τε μέτρα καὶ τὰ μέλη καὶ οἱ λόγοι· τοῖς δὲ μεταγενεστέροις οὐκέτι πλὴν ὀλίγων· χρόνῳ δʼ ὕστερον παντάπασιν ἠμελήθη καὶ οὐδεὶς ᾤετο δεῖν ἀναγκαῖον αὐτὸ εἶναι οὐδὲ συμβάλλεσθαί τι τῷ κάλλει τῶν λόγων· τοιγάρτοι τοιαύτας συντάξεις κατέλιπον οἵας οὐδεὶς