ἦν δέ μοι τρίτον θεώρημα τῶν ποιούντων καλὴν ἁρμονίαν ἡ μεταβολή. λέγω δὲ οὐ τὴν ἐκ τῶν κρειττόνων ἐπὶ τὰ χείρω (πάνυ γὰρ εὔηθες) οὐδέ γε τὴν ἐκ τῶν χειρόνων ἐπὶ τὰ κρείττω, ἀλλὰ τὴν ἐν τοῖς ὁμοειδέσι ποικιλίαν. κόρον γὰρ ἔχει καὶ τὰ καλὰ πάντα, ὥσπερ καὶ τὰ ἡδέα, ὄντα ἐν τῇ ταυτότητι· ποικιλλόμενα δὲ ταῖς μεταβολαῖς ἀεὶ καινὰ μένει. τοῖς μὲν οὖν τὰ μέτρα καὶ τὰ μέλη γράφουσιν οὐχ ἅπαντα ἔξεστι μεταβάλλειν ἢ οὐχ ἅπασιν οὐδʼ ἐφʼ ὅσον βούλονται. αὐτίκα τοῖς μὲν ἐποποιοῖς μέτρον οὐκ ἔξεστι μεταβάλλειν, ἀλλʼ ἀνάγκη πάντας εἶναι τοὺς στίχους ἑξαμέτρους· οὐδέ γε ῥυθμόν, ἀλλὰ τοῖς ἀπὸ μακρᾶς ἀρχομένοις συλλαβῆς χρήσονται καὶ οὐδὲ τούτοις ἅπασι. τοῖς δὲ τὰ μέλη γράφουσιν τὸ μὲν τῶν στροφῶν τε καὶ ἀντιστρόφων οὐχ οἷόν τε ἀλλάξαι μέλος, ἀλλʼ ἐάν
p.85
τʼ ἐναρμονίους ἐάν τε χρωματικὰς ἐάν τε διατόνους ὑποθῶνται μελῳδίας, ἐν πάσαις δεῖ ταῖς στροφαῖς καὶ ἀντιστρόφοις τὰς αὐτὰς ἀγωγὰς φυλάττειν· οὐδέ γε τοὺς περιέχοντας ὅλας τὰς στροφὰς ῥυθμοὺς καὶ τὰς ἀντιστρόφους, ἀλλὰ δεῖ καὶ τούτους τοὺς αὐτοὺς διαμένειν· περὶ δὲ τὰς καλουμένας ἐπῳδοὺς ἀμφότερα κινεῖν ταῦτα ἔξεστι τό τε μέλος καὶ τὸν ῥυθμόν. τὰ δὲ κῶλα ἐξ ὧν συνέστηκε περίοδος ἐπὶ πολλῆς ἐξουσίας δέδοται αὐτοῖς ποικίλως διαιρεῖν ἄλλοτε ἄλλα μεγέθη καὶ σχήματα αὐτοῖς περιτιθέντας, ἕως ἂν ἀπαρτίσωσι τὴν στροφήν· ἔπειτα πάλιν δεῖ τὰ αὐτὰ μέτρα καὶ κῶλα ποιεῖν. οἱ μὲν οὖν ἀρχαῖοι μελοποιοί, λέγω δὲ Ἀλκαῖόν τε καὶ Σαπφώ, μικρὰς ἐποιοῦντο στροφάς, ὥστʼ ἐν ὀλίγοις τοῖς κώλοις οὐ πολλὰς εἰσῆγον μεταβολάς, ἐπῳδοῖς τε πάνυ ἐχρῶντο ὀλίγοις· οἱ δὲ περὶ Στησίχορόν τε καὶ Πίνδαρον μείζους ἐργασάμενοι τὰς περιόδους εἰς πολλὰ μέτρα καὶ κῶλα διένειμαν αὐτὰς οὐκ ἄλλου τινὸς ἢ τῆς μεταβολῆς ἔρωτι. οἱ δέ γε διθυραμβοποιοὶ καὶ τοὺς τρόπους μετέβαλλον
p.86
Δωρίους τε καὶ Φρυγίους καὶ Λυδίους ἐν τῷ αὐτῷ ᾄσματι ποιοῦντες, καὶ τὰς μελῳδίας ἐξήλλαττον τότε μὲν ἐναρμονίους ποιοῦντες, τότε δὲ χρωματικάς, τότε δὲ διατόνους, καὶ τοῖς ῥυθμοῖς κατὰ πολλὴν ἄδειαν ἐνεξουσιάζοντες διετέλουν, οἵ γε δὴ κατὰ Φιλόξενον καὶ Τιμόθεον καὶ Τελεστήν, ἐπεὶ παρά γε τοῖς ἀρχαίοις τεταγμένος ἦν καὶ ὁ διθύραμβος.
ἡ δὲ πεζὴ λέξις ἅπασαν ἐλευθερίαν ἔχει καὶ ἄδειαν ποικίλλειν ταῖς μεταβολαῖς τὴν σύνθεσιν, ὅπως βούλεται. καὶ ἔστι λέξις κρατίστη πασῶν, ἥτις ἂν ἔχῃ πλείστας ἀναπαύλας τε καὶ μεταβολὰς ἐναρμονίους, ὅταν τουτὶ μὲν ἐν περιόδῳ λέγηται, τουτὶ δʼ ἔξω περιόδου καὶ ἥδε μὲν ἡ περίοδος ἐκ πλειόνων πλέκηται κώλων, ἥδε δʼ ἐξ ἐλαττόνων, αὐτῶν δὲ τῶν κώλων τὸ μὲν βραχύτερον ᾖ, τὸ δὲ μακρότερον καὶ τὸ μὲν αὐτουργότερον τὸ δὲ βραδύτερον, τὸ δὲ ἀκριβέστερον, ῥυθμοί τε ἄλλοτε ἄλλοι καὶ σχήματα παντοῖα καὶ τάσεις φωνῆς αἱ καλούμεναι προσῳδίαι διάφοροι κλέπτουσαι τῇ ποικιλίᾳ τὸν κόρον. ἔχει δέ τινα χάριν ἐν τοῖς τοιούτοις καὶ τὸ οὕτω συγκείμενον ὥστε μὴ συγκεῖσθαι δοκεῖν. καὶ οὐ πολλῶν δεῖν
p.87
οἶμαι λόγων εἰς τουτὶ τὸ μέρος· ὅτι γὰρ ἥδιστόν τε καὶ κάλλιστον ἐν λόγοις μεταβολή, πάντας εἰδέναι πείθομαι. παράδειγμα δὲ αὐτῆς ποιοῦμαι πᾶσαν μὲν τὴν Ἡροδότου λέξιν, πᾶσαν δὲ τὴν Πλάτωνος, πᾶσαν δὲ τὴν Δημοσθένους· ἀμήχανον γὰρ εὑρεῖν τούτων ἑτέρους ἐπεισοδίοις τε πλείοσι καὶ ποικιλίαις εὐκαιροτέραις καὶ σχήμασι πολυειδεστέροις χρησαμένους· λέγω δὲ τὸν μὲν ὡς ἐν ἱστορίας σχήματι, τὸν δʼ ὡς ἐν διαλόγων χάριτι, τὸν δʼ ὡς ἐν λόγων ἐναγωνίων χρεία. ἀλλʼ οὐχ ἥ γε Ἰσοκράτους καὶ τῶν ἐκείνου γνωρίμων αἵρεσις ὁμοία ταύταις ἦν, ἀλλὰ καίπερ ἡδέως καὶ μεγαλοπρεπῶς πολλὰ συνθέντες οἱ ἄνδρες οὗτοι περὶ τὰς μεταβολὰς καὶ τὴν ποικιλίαν οὐ πάνυ εὐτυχοῦσιν· ἀλλʼ ἔστι παρʼ αὐτοῖς εἷς περιόδου κύκλος τις, ὁμοειδὴς σχημάτων τάξις, φυλακὴ συμπλοκῆς φωνηέντων ἡ αὐτή, ἄλλα πολλὰ τοιαῦτα κόπτοντα τὴν ἀκρόασιν. οὐ δὴ ἀποδέχομαι τὴν αἵρεσιν ἐκείνην κατὰ τοῦτο τὸ μέρος. καὶ αὐτῷ μὲν ἴσως τῷ Ἰσοκράτει πολλαὶ χάριτες ἐπήνθουν ἄλλαι ταύτην ἐπικρύπτουσαι τὴν ἀμορφίαν, παρὰ δὲ τοῖς μετʼ ἐκεῖνον ἀπʼ ἐλαττόνων τῶν ἄλλων κατορθωμάτων περιφανέστερον γίνεται τοῦτο τὸ ἁμάρτημα.
p.88
ἔτι τις καταλείπεταί μοι λόγος ὁ περὶ τοῦ πρέποντος. καὶ γὰρ τοῖς ἄλλοις χρήμασιν ἅπασι παρεῖναι δεῖ τὸ πρέπον, καὶ εἴ τι ἄλλο ἔργον ἀτυχεῖ τούτου τοῦ μέρους, καὶ εἰ μὴ τοῦ παντός, τοῦ κρατίστου γε ἀτυχεῖ. περὶ μὲν οὖν ὅλης τῆς ἰδέας ταύτης οὐχ οὗτος ὁ καιρὸς ἀνασκοπεῖν· βαθεῖα γάρ τις αὐτοῦ καὶ πολλῶν δεομένη λόγων ἡ θεωρία. ὅσα δὲ εἰς τοῦτο συντείνει τὸ μέρος ὑπὲρ οὗ τυγχάνω ποιούμενος τὸν λόγον, εἰ μὴ καὶ πάντα μηδὲ τὰ πλεῖστα, ὅσα γε οὖν ἐγχωρεῖ, λεγέσθω.
ὁμολογουμένου δὴ παρὰ πᾶσιν ὅτι πρέπον ἐστὶ τὸ τοῖς ὑποκειμένοις ἁρμόττον προσώποις τε καὶ πράγμασιν, ὥσπερ ἐκλογὴ τῶν ὀνομάτων εἴη τις ἂν ἣ μὲν πρέπουσα τοῖς ὑποκειμένοις ἣ δὲ ἀπρεπής, οὕτω δή που καὶ σύνθεσις. παράδειγμα δὲ τούτου χρὴ λαμβάνειν τὴν ἀλήθειαν. ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· οὐχ ὁμοίᾳ συνθέσει χρώμεθα ὀργιζόμενοι καὶ χαίροντες, οὐδὲ ὀλοφυρόμενοι καὶ φοβούμενοι, οὐδʼ ἐν ἄλλῳ τινὶ πάθει ἢ κακῷ ὄντες, ὥσπερ ὅταν ἐνθυμώμεθα μηδὲν ὅλως ἡμᾶς ταράττειν μηδὲ παραλυπεῖν.
p.89
δείγματος ἕνεκα ταῦτʼ εἴρηκα ὀλίγα περὶ πολλῶν. μυρία ἄλλα ἐστὶν ὅσα τις ἂν εἰπεῖν ἔχοι τὰς ἰδέας ἁπάσας ἐκλογίζεσθαι βουλόμενος τοῦ πρέποντος· ἓν δὲ ὃ προχειρότατον ἔχω καὶ κοινότατον εἰπεῖν ὑπὲρ αὐτοῦ, τοῦτʼ ἐρῶ. οἱ αὐτοὶ ἄνθρωποι ἐν τῇ αὐτῇ καταστάσει τῆς ψυχῆς ὄντες ὅταν ἀπαγγέλλωσι πράγματα οἷς ἂν παραγενόμενοι τύχωσιν, οὐχ ὁμοίᾳ χρῶνται συνθέσει περὶ πάντων ἀλλὰ μιμητικοὶ γίνονται τῶν ἀπαγγελλομένων καὶ ἐν τῷ συντιθέναι τὰ ὀνόματα, οὐδὲν ἐπιτηδεύοντες ἀλλὰ φυσικῶς ἐπὶ τοῦτο ἀγόμενοι. ταῦτα δὴ παρατηροῦντα δεῖ τὸν ἀγαθὸν ποιητὴν καὶ ῥήτορα μιμητικὸν εἶναι τῶν πραγμάτων ὑπὲρ ὧν ἂν τοὺς λόγους ἐκφέρῃ, μὴ μόνον κατὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων ἀλλὰ καὶ κατὰ τὴν σύνθεσιν. ὃ ποιεῖν εἴωθεν ὁ δαιμονιώτατος Ὅμηρος καίπερ μέτρον ἔχων ἓν ὡς καὶ ῥυθμοὺς ὀλίγους, ἀλλʼ ὅμως ἀεί τι καινουργῶν ἐν αὐτοῖς καὶ φιλοτεχνῶν, ὥστε μηδὲν ἡμῖν διαφέρειν γινόμενα τὰ πράγματα ἢ λεγόμενα ὁρᾶν. ἐρῶ δὲ ὀλίγα, οἷς ἄν τις δύναιτο παραδείγμασι χρῆσθαι πολλῶν. ἀπαγγέλλων δὴ πρὸς τοὺς Φαίακας Ὀδυσσεὺς τὴν ἑαυτοῦ πλάνην καὶ τὴν εἰς ᾅδου κατάβασιν
p.90
εἰπὼν τὰς ὄψεις τῶν ἐκεῖ κακῶν ἀποδίδωσιν. ἐν δὴ τούτοις καὶ τὰ περὶ τὸν Σίσυφον διηγεῖται πάθη, ᾧ φασι τοὺς καταχθονίους θεοὺς ὅρον πεποιῆσθαι τῆς τῶν δεινῶν ἀπαλλαγῆς, ὅταν ὑπὲρ ὄχθου τινὸς ἀνακυλίσῃ πέτρον· τοῦτο δὲ ἀμήχανον εἶναι καταπίπτοντος ὅταν εἰς ἄκρον ἔλθῃ πάλιν τοῦ πέτρου. πῶς οὖν δηλώσει ταῦτα μιμητικῶς κατʼ αὐτὴν τὴν σύνθεσιν τῶν ὀνομάτων, ἄξιον ἰδεῖν·
καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα, λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν· ἤτοι ὃ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον·
ἐνταῦθα ἡ σύνθεσίς ἐστιν ἡ δηλοῦσα τῶν γινομένων ἕκαστον, τὸ βάρος τοῦ πέτρου, τὴν ἐπίπονον ἐκ τῆς γῆς κίνησιν, τὸν διερειδόμενον τοῖς κώλοις, τὸν ἀναβαίνοντα πρὸς τὸν ὄχθον, τὴν μόλις ἀνωθουμένην πέτραν· οὐδεὶς ἂν ἄλλως εἴποι. καὶ παρὰ τί γέγονε τούτων ἕκαστον; οὐ μὰ Δίʼ εἰκῇ γε οὐδʼ ἀπὸ ταὐτομάτου. πρῶτον μὲν ἐν τοῖς δυσὶ στίχοις οἷς ἀνακυλίει τὴν πέτραν, ἔξω δυεῖν ῥημάτων τὰ λοιπὰ τῆς λέξεως μόρια
p.91
πάντʼ ἐστὶν ἤτοι δισύλλαβα ἢ μονοσύλλαβα· ἔπειτα τῷ ἡμίσει πλείους εἰσὶν αἱ μακραὶ συλλαβαὶ τῶν βραχειῶν ἐν ἑκατέρῳ τῶν στίχων· ἔπειτα πᾶσαι διαβεβήκασιν αἱ τῶν ὀνομάτων ἁρμονίαι διαβάσεις εὐμεγέθεις καὶ διεστήκασι πάνυ αἰσθητῶς, ἢ τῶν φωνηέντων γραμμάτων συγκρουομένων ἢ τῶν ἡμιφώνων τε καὶ ἀφώνων συναπτομένων· ῥυθμοῖς τε δακτύλοις καὶ σπονδείοις τοῖς μηκίστοις καὶ πλείστην ἔχουσι διάβασιν ἅπαντα σύγκειται. τί δή ποτʼ οὖν τούτων ἕκαστον δύναται; αἱ μὲν μονοσύλλαβοί τε καὶ δισύλλαβοι λέξεις πολλοὺς τοὺς μεταξὺ χρόνους ἀλλήλων ἀπολείπουσαι τὸ χρόνιον ἐμιμήσαντο τοῦ ἔργου· αἱ δὲ μακραὶ συλλαβαὶ στηριγμούς τινας ἔχουσαι καὶ ἐγκαθίσματα τὴν ἀντιτυπίαν καὶ τὸ βαρὺ καὶ τὸ μόλις· τὸ δὲ μεταξὺ τῶν ὀνομάτων ψύγμα καὶ ἡ τῶν τραχυνόντων γραμμάτων παράθεσις τὰ διαλείμματα τῆς ἐνεργείας καὶ τὰς ἐποχὰς καὶ τὸ τοῦ μόχθου μέγεθος· οἱ ῥυθμοὶ δʼ ἐν μήκει θεωρούμενοι τὴν ἔκτασιν τῶν μελῶν καὶ τὸν διελκυσμὸν τοῦ κυλίοντος καὶ τὴν τοῦ πέτρου ἔρεισιν. καὶ ὅτι ταῦτα οὐ φύσεώς ἐστιν αὐτοματιζούσης ἔργα ἀλλὰ τέχνης μιμήσασθαι πειρωμένης τὰ γινόμενα, τὰ τούτοις ἑξῆς λεγόμενα δηλοῖ. τὴν γὰρ ἀπὸ τῆς
p.92
κορυφῆς ἐπιστρέφουσαν πάλιν καὶ κατακυλιομένην πέτραν οὐ τὸν αὐτὸν ἡρμήνευκε τρόπον, ἀλλʼ ἐπιταχύνας τε καὶ συστρέψας τὴν σύνθεσιν· προειπὼν γὰρ ἐν τῷ αὐτῷ σχήματι
ἀλλʼ ὅτε μέλλοι ἄκρον ὑπερβαλέειν
ἐπιτίθησι τοῦτο
τότʼ ἐπιστρέψασκε κραταιίς· αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.
οὐχὶ συγκυλίεται τῷ βάρει τῆς πέτρας ἡ τῶν ὀνομάτων σύνθεσις, μᾶλλον δὲ ἔφθακε τὴν τοῦ λίθου φορὰν τὸ τῆς ἀπαγγελίας τάχος; ἔμοιγε δοκεῖ. καὶ τίς ἐνταῦθα πάλιν αἰτία; καὶ γὰρ ταῦτʼ ἦν ἄξιον ἰδεῖν· ὁ τὴν καταφορὰν δηλῶν τοῦ πέτρου στίχος μονοσύλλαβον μὲν οὐδεμίαν, δισυλλάβους δὲ δύο μόνας ἔχει λέξεις. τοῦτʼ οὖν καὶ πρῶτον οὐ διἵστησι τοὺς χρόνους ἀλλʼ ἐπιταχύνει· ἔπειθʼ ἑπτακαίδεκα συλλαβῶν οὐσῶν ἐν τῷ στίχῳ δέκα μέν εἰσι βραχεῖαι συλλαβαί, ἑπτὰ δὲ μακραὶ οὐδʼ αὗται τέλειοι· ἀνάγκη δὴ
p.93
κατασπᾶσθαι καὶ συστέλλεσθαι τὴν φράσιν τῇ βραχύτητι τῶν συλλαβῶν ἐφελκομένην. ἔτι πρὸς τούτοις οὐδʼ ὄνομα ἀπὸ ὀνόματος ἀξιόλογον εἴληφεν διάστασιν· οὔτε γὰρ φωνήεντι φωνῆεν οὔτε ἡμιφώνῳ ἡμίφωνον ἢ ἄφωνον, ἃ δὴ τραχύνειν πέφυκεν καὶ διἱστάναι τὰς ἁρμονίας, οὐδέν ἐστι παρακείμενον. οὐ δὴ γίνεται διάστασις αἰσθητὴ μὴ διηρτημένων τῶν λέξεων, ἀλλὰ συνολισθαίνουσιν ἀλλήλαις καὶ συγκαταφέρονται καὶ τρόπον τινὰ μία ἐξ ἁπασῶν γίνεται διὰ τὴν τῶν ἁρμονιῶν ἀκρίβειαν. ὃ δὲ μάλιστα τῶν ἄλλων θαυμάζειν ἄξιον, ῥυθμὸς οὐδεὶς τῶν μακρῶν οἳ φύσιν ἔχουσιν πίπτειν εἰς μέτρον ἡρωικόν, οὔτε σπονδεῖος οὔτε βακχεῖος ἐγκαταμέμικται τῷ στίχῳ, πλὴν ἐπὶ τῆς τελευτῆς· οἱ δʼ ἄλλοι πάντες εἰσὶ δάκτυλοι, καὶ οὗτοι παραμεμιγμένας ἔχοντες τὰς ἀλόγους, ὥστε μὴ πολὺ διαφέρειν ἐνίους τῶν τροχαίων. οὐδὲν δὴ τὸ ἀντιπρᾶττον ἐστὶν εὔτροχον καὶ περιφερῆ καὶ καταρρέουσαν εἶναι τὴν φράσιν ἐκ τοιούτων συγκεκροτημένην ῥυθμῶν.
πολλά τις ἂν ἔχοι τοιαῦτα δεῖξαι παρʼ Ὁμήρῳ λεγόμενα· ἐμοὶ δὲ ἀποχρῆν δοκεῖ καὶ ταῦτα, ἵνʼ ἐγγένηταί μοι καὶ περὶ τῶν ἄλλων εἰπεῖν. ὧν μὲν οὖν δεῖ στοχάζεσθαι τοὺς μέλλοντας ἡδεῖαν καὶ καλὴν ποιήσειν
p.94
σύνθεσιν ἔν τε ποιητικῇ καὶ λόγοις ἀμέτροις, ταῦτα κατʼ ἐμὴν δόξαν ἐστὶ τὰ γοῦν κυριώτατα καὶ κράτιστα. ὅσα δὲ οὐχ οἷά τε ἦν, ἐλάττω τε ὄντα τούτων καὶ ἀμυδρότερα καὶ διὰ πλῆθος δυσπερίληπτα μιᾷ γραφῇ, ταῦτʼ ἐν ταῖς καθʼ ἡμέραν γυμνασίαις προσυποθήσομαι καὶ πολλῶν καὶ ἀγαθῶν ποιητῶν τε καὶ συγγραφέων καὶ ῥητόρων μαρτυρίοις χρήσομαι. νυνὶ δὲ τὰ καταλειπόμενα ὧν ὑπεσχόμην καὶ οὐδενὸς ἧττον ἀναγκαῖα εἰρῆσθαι, ταῦτʼ ἔτι προσθεὶς τῷ λόγῳ παύσομαι τίνες εἰσὶ διαφοραὶ τῆς συνθέσεως καὶ τίς ἑκάστης χαρακτὴρ ὡς ἐπὶ τὸ πολύ, τῶν τε πρωτευσάντων ἐν αὐταῖς μνησθῆναι καὶ δείγματα ἑκάστου παρασχεῖν, ὅταν δὲ ταῦτα λάβῃ μοι τέλος, τότε κἀκεῖνα διευκρινῆσαι τὰ παρὰ τοῖς πολλοῖς ἀπορούμενα, τί ποτʼ ἐστὶν ὃ ποιεῖ τὴν μὲν πεζὴν λέξιν ὁμοίαν ποιήματι φαίνεσθαι μένουσαν ἐν τῷ τοῦ λόγου σχήματι, τὴν δὲ ποιητικὴν φράσιν ἐμφερῆ τῷ πεζῷ λόγῳ φυλάττουσαν τὴν ποιητικὴν σεμνότητα· σχεδὸν γὰρ οἱ κράτιστα διαλεχθέντες ἢ ποιήσαντες ταῦτʼ ἔχουσιν ἐν τῇ λέξει τἀγαθά. πειρατέον δὴ καὶ περὶ τούτων, ἃ φρονῶ, λέγειν. ἄρξομαι δʼ ἀπὸ τοῦ πρώτου.