De Compositione Verborum

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.

ἐκ δὴ τῶν γραμμάτων τοσούτων τε ὄντων καὶ δυνάμεις τοιαύτας ἐχόντων αἱ καλούμεναι γίνονται συλλαβαί. τούτων δὲ εἰσὶ μακραὶ μὲν ὅσαι συνεστήκασιν ἐκ τῶν φωνηέντων τῶν μακρῶν ἢ τῶν διχρόνων ὅταν μακρῶς ἐκφέρηται, καὶ ὅσαι λήγουσιν εἰς μακρὸν ἢ μακρῶς λεγόμενον γράμμα ἢ εἴς τι τῶν ἡμιφώνων τε καὶ ἀφώνων· βραχεῖαι δὲ ὅσαι συνεστήκασιν ἐκ βραχέος φωνήεντος ἢ βραχέως λαμβανομένου, καὶ ὅσαι λήγουσιν εἰς ταῦτα. μήκους δὲ καὶ βραχύτητος συλλαβῶν οὐ μία φύσις, ἀλλὰ καὶ μακρότεραί τινές εἰσι τῶν μακρῶν καὶ βραχύτεραι τῶν βραχειῶν. ἔσται δὲ τοῦτο φανερὸν ἐπὶ τῶν παραδειγμάτων.

p.58

ὁμολογεῖται δὴ βραχεῖα εἶναι συλλαβή, ἣν ποιεῖ φωνῆεν γράμμα βραχὺ τὸ ο, ὡς λέγεται ὁδός. ταύτῃ τις προσθέτω γράμμα ἓν τῶν ἡμιφώνων τὸ ρ καὶ γενέσθω Ῥόδος· μένει μὲν ἔτι βραχεῖα ἡ συλλαβή, πλὴν οὐχ ὁμοίως ἀλλʼ ἕξει τινὰ παραλλαγὴν ἀκαρῆ παρὰ τὴν προτέραν. ἔτι προσθέτω ταύτῃ τῶν ἀφώνων γραμμάτων ἓν τὸ τ καὶ γενέσθω τρόπος· μείζων αὕτη τῶν προτέρων ἔσται συλλαβῶν καὶ ἔτι βραχεῖα μένει. τρίτον ἔτι γράμμα τῇ αὐτῇ συλλαβῇ προστεθήτω τὸ ς καὶ γενέσθω στρόφος· τρισὶν αὕτη προσθήκαις ἀκουσταῖς μακροτέρα γενήσεται τῆς βραχυτάτης μένουσα ἔτι βραχεῖα. οὐκοῦν τέτταρες αὗται βραχείας συλλαβῆς διαφοραὶ τὴν ἄλογον αἴσθησιν ἔχουσαι τῆς παραλλαγῆς μέτρον. ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῆς μακρᾶς. ἡ γὰρ ἐκ τοῦ η γινομένη συλλαβὴ μακρὰ τὴν φύσιν οὖσα τεττάρων γραμμάτων προσθήκαις παραυξηθεῖσα τριῶν μὲν προταττομένων, ἑνὸς δὲ ὑποταττομένου, καθʼ ἣν λέγεται σπλήν, μείζων ἂν δήπου λέγοιτο εἶναι τῆς προτέρας ἐκείνης τῆς μονογραμμάτου· μειουμένη τʼ οὖν αὖθις καθʼ ἓν

p.59
ἕκαστον τῶν προστεθέντων γραμμάτων τὰς ἐπὶ τοὔλαττον παραλλαγὰς αἰσθητὰς ἂν ἔχοι. αἰτία δὲ τίς ἐστι τοῦ μήτε τὰς μακρὰς ἐκβαίνειν τὴν αὑτῶν φύσιν μέχρι γραμμάτων ε μηκυνομένας μήτε τὰς βραχείας εἰς ἓν ἀπὸ πολλῶν γραμμάτων συστελλομένας ἐκπίπτειν τῆς βραχύτητος, ἀλλὰ κἀκείνας ἐν διπλασίῳ λόγῳ θεωρεῖσθαι τῶν βραχειῶν καὶ ταύτας ἐν ἡμίσει τῶν μακρῶν, οὐκ ἀναγκαῖον ἐν τῷ παρόντι σκοπεῖν. ἀρκεῖ γὰρ ὅσον εἰς τὴν παροῦσαν ὑπόθεσιν ἥρμοττεν εἰρῆσθαι, ὅτι διαλλάττει καὶ βραχεῖα συλλαβὴ βραχείας καὶ μακρὰ μακρᾶς καὶ οὐ τὴν αὐτὴν ἔχει δύναμιν οὔτʼ ἐν λόγοις ψιλοῖς οὔτʼ ἐν ποιήμασιν ἢ μέλεσιν διὰ μέτρων ἢ ῥυθμῶν κατασκευαζομένοις πᾶσα βραχεῖα καὶ πᾶσα μακρά.

πρῶτον μὲν δὴ θεώρημα τοῦτο τῶν ἐν ταῖς συλλαβαῖς παθῶν, ἕτερον δὲ τοιόνδε· τῶν γραμμάτων πολλὰς ἐχόντων διαφορὰς οὐ μόνον περὶ τὰ μήκη καὶ τὰς βραχύτητας ἀλλὰ καὶ περὶ τοὺς ἤχους, ὑπὲρ ὧν ὀλίγῳ πρότερον εἴρηκα, πᾶσα ἀνάγκη καὶ τὰς ἐκ τούτων συνισταμένας συλλαβὰς ἢ διὰ τούτων πλεκομένας ἅμα τήν τε ἰδίαν ἑκάστου σῴζειν δύναμιν καὶ τὴν κοινὴν ἁπάντων, ἣ γίνεται διὰ τῆς κράσεώς τε καὶ

p.60
παραθέσεως αὐτῶν· ἐξ ὧν μαλακαί τε φωναὶ γίνονται καὶ σκληραὶ καὶ λεῖαι καὶ τραχεῖαι, γλυκαίνουσαί τε τὴν ἀκοὴν καὶ πικραίνουσαι, καὶ στύφουσαι καὶ διαχέουσαι, καὶ πᾶσαν ἄλλην κατασκευάζουσαι διάθεσιν φυσικήν· αὗται δʼ εἰσὶ μυρίαι τὸ πλῆθος ὅσαι.

ταῦτα δὴ καταμαθόντες οἱ χαριέστατοι ποιητῶν τε καὶ συγγραφέων τὰ μὲν αὐτοὶ κατασκευάζουσιν ὀνόματα συμπλέκοντες ἐπιτηδείως ἀλλήλοις, τὰ δὲ γράμματα καὶ τὰς συλλαβὰς οἰκείας οἷς ἂν βούλωνται παραστῆσαι πάθεσιν ποικίλως φιλοτεχνοῦσιν, ὡς ποιεῖ πολλάκις Ὅμηρος, ἐπὶ μὲν τῶν προσηνέμων αἰγιαλῶν τῇ παρεκτάσει τῶν συλλαβῶν τὸν ἄπαυστον ἐκφαίνειν βουλόμενος ἦχον

ἠιόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω·
ἐπὶ δὲ τοῦ τετυφλωμένου Κύκλωπος τό τε τῆς ἀλγηδόνος μέγεθος καὶ τὴν διὰ τῶν χειρῶν βραδεῖαν ἔρευναν τῆς τοῦ σπηλαίου θύρας
Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι, χερσὶ ψηλαφόων·
p.61
καὶ ἄλλοθί που δέησιν ἐνδείξασθαι βουλόμενος πολλὴν καὶ κατεσπουδασμένην
οὐδʼ εἴ κεν μάλα πολλὰ πάθῃ ἑκάεργος Ἀπόλλων, προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
μυρία ἔστιν εὑρεῖν παρʼ αὐτῷ τοιαῦτα χρόνου μῆκος ἢ σώματος μέγεθος ἢ πάθους ὑπερβολὴν ἢ στάσεως ἠρεμίαν ἢ τῶν παραπλησίων τι δηλοῦντα παρʼ οὐδὲν οὕτως ἕτερον ἢ τὰς τῶν συλλαβῶν κατασκευάς· καὶ ἄλλα τούτοις ἐναντίως εἰργασμένα εἰς βραχύτητα καὶ τάχος καὶ σπουδὴν καὶ τὰ τούτοις ὁμοιογενῆ, ὡς ἔχει ταυτί
ἀμβλήδην γοόωσα μετὰ δμωῇσιν ἔειπεν
καὶ
ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ.
ἐφʼ ἧς μὲν γὰρ ἡ τοῦ πνεύματος δηλοῦται συγκοπὴ καὶ τὸ τῆς φωνῆς ἄτακτον, ἐφʼ ὧν δʼ ἡ τῆς διανοίας ἔκστασις καὶ τὸ τοῦ δείματος ἀπροσδόκητον· ποιεῖ δὲ τούτων ἑκάτερον ἡ τῶν συλλαβῶν τε καὶ γραμμάτων ἐλάττωσις.

καὶ αὐτοὶ μὲν δὴ κατασκευάζουσιν οἱ ποιηταὶ καὶ λογογράφοι πρὸς χρῆμα ὁρῶντες οἰκεῖα καὶ δηλωτικὰ

p.62
τῶν ὑποκειμένων τὰ ὀνόματα, ὥσπερ ἔφην· πολλὰ δὲ καὶ παρὰ τῶν ἔμπροσθεν λαμβάνουσιν ὡς ἐκεῖνοι κατεσκεύασαν, ὅσα μιμητικὰ τῶν πραγμάτων ἐστίν· ὡς ἔχει ταυτί
ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο. αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. αἰγιαλῷ μεγάλα βρέμεται, σμαραγεῖ δέ τε πόντος. σκέπτετʼ ὀιστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.
μεγάλη δὲ τούτων ἀρχὴ καὶ διδάσκαλος ἡ φύσις ἡ ποιοῦσα μιμητικοὺς καὶ θετικοὺς ἡμᾶς τῶν ὀνομάτων, οἷς δηλοῦται τὰ πράγματα κατά τινας εὐλόγους καὶ κινητικὰς τῆς διανοίας ὁμοιότητας· ὑφʼ ἧς ἐδιδάχθημεν ταύρων τε μυκήματα λέγειν καὶ χρεμετισμοὺς ἵππων καὶ φριμαγμοὺς τράγων πυρός τε βρόμον καὶ πάταγον ἀνέμων καὶ συριγμὸν κάλων καὶ ἄλλα τούτοις ὅμοια παμπληθῆ τὰ μὲν φωνῆς μηνύματα, τὰ δὲ μορφῆς, τὰ δὲ ἔργου, τὰ δὲ πάθους, τὰ δὲ κινήσεως, τὰ δʼ ἠρεμίας, τὰ δʼ ἄλλου χρήματος ὅτου δή· περὶ ὧν εἴρηται πολλὰ τοῖς πρὸ ἡμῶν, τὰ κράτιστα δʼ ὡς πρώτῳ τὸν
p.63
ὑπὲρ ἐτυμολογίας εἰσαγαγόντι λόγον, Πλάτωνι τῷ Σωκρατικῷ, πολλαχῇ μὲν καὶ ἄλλῃ μάλιστα δʼ ἐν τῷ Κρατύλῳ.

τί δὴ τὸ κεφάλαιόν ἐστί μοι τούτου τοῦ λόγου; ὅτι παρὰ μὲν τὰς τῶν γραμμάτων συμπλοκὰς ἡ τῶν συλλαβῶν γίνεται δύναμις ποικίλη, παρὰ δὲ τὴν τῶν συλλαβῶν σύνθεσιν ἡ τῶν ὀνομάτων φύσις παντοδαπή, παρὰ δὲ τὰς τῶν ὀνομάτων ἁρμονίας πολύμορφος ὁ λόγος· ὥστε πολλὴ ἀνάγκη καλὴν μὲν εἶναι λέξιν ἐν ᾗ καλά ἐστιν ὀνόματα, κάλλους δὲ ὀνομάτων συλλαβάς τε καὶ γράμματα καλὰ αἴτια εἶναι, ἡδεῖαν δὲ διάλεκτον ἐκ τῶν ἡδυνόντων τὴν ἀκοὴν γίνεσθαι κατὰ τὸ παραπλήσιον ὀνομάτων τε καὶ συλλαβῶν καὶ γραμμάτων, τάς τε κατὰ μέρος ἐν τούτοις διαφοράς, καθʼ ἃς δηλοῦται τά τε ἤθη καὶ τὰ πάθη καὶ αἱ διαθέσεις καὶ τὰ ἔργα τῶν προσώπων καὶ τὰ συνεδρεύοντα τούτοις, ἀπὸ τῆς πρώτης κατασκευῆς τῶν γραμμάτων γίνεσθαι τοιαύτας.

p.64

χρήσομαι δʼ ὀλίγοις παραδείγμασι τοῦ λόγου τοῦδε τῆς σαφηνείας ἕνεκα· τὰ γὰρ ἄλλα πολλὰ ὄντα ἐπὶ σαυτοῦ συμβαλλόμενος εὑρήσεις. ὁ δὴ πολυφωνότατος ἁπάντων ποιητῶν Ὅμηρος, ὅταν μὲν ὥραν ὄψεως εὐμόρφου καὶ κάλλος ἡδονῆς ἐπαγωγὸν ἐπιδείξασθαι βούληται, τῶν τε φωνηέντων τοῖς κρατίστοις χρήσεται καὶ τῶν ἡμιφώνων τοῖς μαλακωτάτοις, καὶ οὐ καταπυκνώσει τοῖς ἀφώνοις τὰς συλλαβὰς οὐδὲ συγκόψει τοὺς ἤχους παρατιθεὶς ἀλλήλοις τὰ δυσέκφορα, πραεῖαν δέ τινα ποιήσει τὴν ἁρμονίαν τῶν γραμμάτων καὶ ῥέουσαν ἀλύπως διὰ τῆς ἀκοῆς, ὡς ἔχει ταυτί

ἣ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ. Δήλῳ δήποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα. καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς γῆμεν ἑὸν μετὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα.
ὅταν δʼ οἰκτρὰν ἢ φοβερὰν ἢ ἀγέρωχον ὄψιν εἰσάγῃ, τῶν τε φωνηέντων οὐ τὰ κράτιστα θήσει ἀλλὰ τὰ δυσηχέστατα, καὶ τῶν ψοφοειδῶν ἢ ἀφώνων τὰ
p.65
δυσεκφορώτατα λήψεται καὶ καταπυκνώσει τούτοις τὰς συλλαβάς, οἷά ἐστι ταυτί
σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ. τῇ δʼ ἐπὶ μὲν Γοργῲ βλοσυρῶπις ἐστεφάνωτο δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.
ποταμῶν δέ γε σύρρυσιν εἰς χωρίον ἓν καὶ πάταγον ὑδάτων ἀναμισγομένων ἐκμιμήσασθαι τῇ λέξει βουλόμενος οὐκ ἐργάσεται λείας συλλαβὰς ἀλλʼ ἰσχυρὰς καὶ ἀντιτύπους
ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ.
βιαζόμενον δέ τινα πρὸς ἐναντίον ῥεῦμα ποταμοῦ μετὰ τῶν ὅπλων καὶ τὰ μὲν ἀντέχοντα, τὰ δʼ ὑποφερόμενον εἰσάγων ἀνακοπάς τε ποιήσει συλλαβῶν καὶ ἀναβολὰς χρόνων καὶ ἀντιστηριγμοὺς γραμμάτων
δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα, ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος, οὐδὲ πόδεσσιν εἶχε στηρίξασθαι.
ἀραττομένων δὲ περὶ πέτρας ἀνθρώπων ψόφον τε καὶ μόρον οἰκτρὸν ἐπιδεικνύμενος ἐπὶ τῶν ἀηδεστάτων τε
p.66
καὶ κακοφωνοτάτων χρονιεῖ γραμμάτων οὐδαμῇ λεαίνων τὴν κατασκευὴν οὐδὲ ἡδύνων·
σύν τε δύω μάρψας ὥστε σκύλακας προτὶ γαίῃ κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.
πολὺ ἂν ἔργον εἴη λέγειν, εἰ πάντων παραδείγματα βουλοίμην φέρειν ὧν ἄν τις ἀπαιτήσειε κατὰ τὸν τόπον τόνδε· ὥστε ἀρκεσθεὶς τοῖς εἰρημένοις ἐπὶ τὰ ἑξῆς μεταβήσομαι. φημὶ δὴ τὸν βουλόμενον ἐργάσασθαι λέξιν καλὴν ἐν τῷ συντιθέναι τὰς φωνάς, ὅσα καλλιλογίαν ἢ μεγαλοπρέπειαν ἢ σεμνότητα περιείληφεν ὀνόματα, εἰς ταὐτὸ συνάγειν. εἴρηται δέ τινα περὶ τούτων καὶ Θεοφράστῳ τῷ φιλοσόφῳ κοινότερον ἐν τοῖς περὶ λέξεως, ἔνθα ὁρίζει, τίνα ὀνόματα φύσει καλά παραδείγματος ἕνεκα, ὧν συντιθεμένων καλὴν οἴεται καὶ μεγαλοπρεπῆ γενήσεσθαι τὴν φράσιν, καὶ αὖθις ἕτερα μικρὰ καὶ ταπεινά, ἐξ ὧν οὔτε ποίημα χρηστὸν ἔσεσθαί φησιν οὔτε λόγον. καὶ μὰ Δία οὐκ ἀπὸ σκοποῦ ταῦτα εἴρηται τῷ ἀνδρί. εἰ μὲν οὖν ἐγχωροίη πάντʼ εἶναι τὰ μόρια τῆς λέξεως ὑφʼ ὧν μέλλει
p.67
δηλοῦσθαι τὸ πρᾶγμα εὔφωνά τε καὶ καλλιρήμονα, μανίας ἔργον ζητεῖν τὰ χείρω· εἰ δὲ ἀδύνατον εἴη τοῦτο, ὥσπερ ἐπὶ πολλῶν ἔχει, τῇ πλοκῇ καὶ μίξει καὶ παραθέσει πειρατέον ἀφανίζειν τὴν τῶν χειρόνων φύσιν, ὅπερ Ὅμηρος εἴωθεν ἐπὶ πολλῶν ποιεῖν. εἰ γάρ τις ἔροιτο ὅντινʼ οὖν ἢ ποιητῶν ἢ ῥητόρων, τίνα σεμνότητα ἢ καλλιλογίαν ταῦτʼ ἔχει τὰ ὀνόματα ἃ ταῖς Βοιωτίαις κεῖται πόλεσιν Ὑρία καὶ Μυκαλησσὸς καὶ Γραῖα καὶ Ἐτεωνὸς καὶ Σκῶλος καὶ Θίσβη καὶ Ὀγχηστὸς καὶ Εὔτρησις καὶ τἆλλʼ ἐφεξῆς ὧν ὁ ποιητὴς μέμνηται, οὐδεὶς ἂν εἰπεῖν οὐδʼ ἥντινʼ οὖν ἔχοι· ἀλλʼ οὕτως αὐτὰ καλῶς ἐκεῖνος συνύφαγκεν καὶ παραπληρώμασιν εὐφώνοις διείληφεν ὥστε μεγαλοπρεπέστατα φαίνεσθαι πάντων ὀνομάτων·
Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήιτος ἦρχον Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε, οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν, Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν, οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς, οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα, Ὠκαλέην Μεδεῶνά τʼ ἐυκτίμενον πτολίεθρον.
p.68
ἐν εἰδόσι λέγων οὐκ οἴομαι πλειόνων δεῖν παραδειγμάτων. ἅπας γάρ ἐστιν ὁ κατάλογος αὐτῷ τοιοῦτος καὶ πολλὰ ἄλλα, ἐν οἷς ἀναγκασθεὶς ὀνόματα λαμβάνειν οὐ καλὰ τὴν φύσιν ἑτέροις αὐτὰ κοσμεῖ καλοῖς καὶ λύει τὴν ἐκείνων δυσχέρειαν τῇ τούτων εὐμορφίᾳ. καὶ περὶ μὲν τούτων ἅλις.