De Thucydide

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.

ἐν τοῖς προεκδοθεῖσι περὶ τῆς μιμήσεως ὑπομνηματισμοῖς ἐπεληλυθὼς οὓς ὑπελάμβανον ἐπιφανεστάτους εἶναι ποιητάς τε καὶ συγγραφεῖς, ὦ Κόιντε Αἴλιε Τουβέρων, καὶ δεδηλωκὼς ἐν ὀλίγοις, τίνας ἕκαστος αὐτῶν εἰσφέρεται πραγματικάς τε καὶ λεκτικὰς ἀρετάς, καὶ πῇ μάλιστα χείρων ἑαυτοῦ γίνεται κατὰ τὰς ἀποτυχίας, εἴ τε τῆς προαιρέσεως οὐχ ἅπαντα κατὰ τὸν ἀκριβέστατον λογισμὸν θηρώσης εἴ τε τῆς δυνάμεως οὐκ ἐν ἅπασι τοῖς ἔργοις κατορθούσης, ἵνα τοῖς προαιρουμένοις γράφειν τε καὶ λέγειν εὖ καλοὶ καὶ δεδοκιμασμένοι κανόνες ὦσιν, ἐφʼ ὧν ποιήσονται τὰς κατὰ μέρος γυμνασίας μὴ πάντα μιμούμενοι τὰ παρʼ ἐκείνοις κείμενα τοῖς ἀνδράσιν, ἀλλὰ τὰς μὲν ἀρετὰς αὐτῶν λαμβάνοντες, τὰς δʼ ἀποτυχίας φυλαττόμενοι· ἁψάμενός τε τῶν συγγραφέων ἐδήλωσα καὶ περὶ Θουκυδίδου τὰ δοκοῦντά μοι, συντόμῳ τε καὶ κεφαλαιώδει

p.326
γραφῇ περιλαβών, οὐ διʼ ὀλιγωρίαν καὶ ῥᾳστώνην οὐδὲ διὰ σπάνιν τῶν δυνησομένων βεβαιῶσαι τὰς προθέσεις, ἀλλὰ τῆς εὐκαιρίας τῶν γραφομένων στοχαζόμενος, ὡς καὶ περὶ τῶν ἄλλων ἐποίησα. οὐ γὰρ ἦν ἀκριβῆ καὶ διεξοδικὴν δήλωσιν ὑπὲρ ἑκάστου τῶν ἀνδρῶν ποιεῖσθαι, προελόμενον εἰς ἐλάχιστον ὄγκον συναγαγεῖν τὴν πραγματείαν. σοῦ δὲ βουληθέντος ἰδίαν συντάξασθαί με περὶ Θουκυδίδου γραφὴν ἅπαντα περιειληφυῖαν τὰ δεόμενα λόγων, ἀναβαλόμενος τὴν περὶ Δημοσθένους πραγματείαν, ἣν εἶχον ἐν χερσίν, ὑπεσχόμην τε ποιήσειν, ὡς προῃροῦ, καὶ τελέσας τὴν ὑπόσχεσιν ἀποδίδωμι.

μέλλων δὲ τῶν κατὰ μέρος ἅπτεσθαι λόγων, ὀλίγα περὶ ἐμαυτοῦ τε καὶ τοῦ γένους τῆς πραγματείας βούλομαι προειπεῖν· οὐ σοῦ μὰ Δία καὶ τῶν σοὶ παραπλησίων ἕνεκα, τῶν ἀπὸ παντὸς τοῦ βελτίστου κρινόντων τὰ πράγματα καὶ μηδὲν ἡγουμένων χρῆμα τιμιώτερον τῆς ἀληθείας· ἀλλὰ τῶν ἄλλων, ὅσοις πολὺ τὸ φιλαίτιον ἔνεστιν εἴ τε κατὰ τὸν ζῆλον τῶν ἀρχαίων γινόμενον εἴτε κατὰ τὴν ὑπεροψίαν τῶν ἐπὶ τῆς αὐτῆς ἡλικίας εἴ τε κατʼ ἀμφότερα ταῦτα τὰ πάθη κοινὰ τῆς ἀνθρωπίνης ὄντα φύσεως. ὑποπτεύω γὰρ ἔσεσθαί τινας τῶν ἀναγνωσομένων τὴν γραφὴν τοὺς

p.327
ἐπιτιμήσοντας ἡμῖν, ὅτι τολμῶμεν ἀποφαίνειν Θουκυδίδην τὸν ἁπάντων κράτιστον τῶν ἱστοριογράφων καὶ κατὰ τὴν προαίρεσίν ποτε τῶν λόγων ἁμαρτάνοντα καὶ κατὰ τὴν δύναμιν ἐξασθενοῦντα, καὶ διὰ τοῦθʼ οὗτος ἡμᾶς ὁ λογισμὸς εἰσῆλθεν, ὅτι παράδοξα καινοτομεῖν πράγματα πρῶτοι καὶ μόνοι δόξομεν, εἴ τι τῶν ὑπὸ Θουκυδίδου γραφέντων συκοφαντεῖν ἐπιβαλοίμεθα, οὐ ταῖς κοιναῖς μόνον ἐναντιούμενοι δόξαις, ἃς ἅπαντες ἐκ τοῦ μακροῦ χρόνου παραλαβόντες ἀναφαιρέτους ἔχουσιν, ἀλλὰ καὶ ταῖς ἰδίαις τῶν ἐπιφανεστάτων φιλοσόφων τε καὶ ῥητόρων μαρτυρίαις ἀπιστοῦντες, οἳ κανόνα τῆς ἱστορικῆς πραγματείας ἐκεῖνον ὑποτίθενται τὸν ἄνδρα καὶ τῆς περὶ τοὺς πολιτικοὺς λόγους δεινότητος ὅρον· ὧν οὔτε προαιρέσεις ἰσχυρὰς. ταύτας δὴ τὰς ἐπιτιμήσεις ἀπολύσασθαι βουλόμενος ἐχούσας τι θεατρικὸν καὶ τῶν πολλῶν ἀγωγόν, περὶ μὲν ἐμαυτοῦ τοσοῦτον ἀρκεσθήσομαι μόνον εἰπών, ὅτι τὸ φιλόνεικον τοῦτο καὶ δύσερι καὶ προσυλακτοῦν εἰκῇ πᾶσιν ἐν παντὶ πεφυλαγμένος τῷ βίῳ μέχρι τοῦ παρόντος καὶ οὐδεμίαν ἐκδεδωκὼς γραφήν, ἐν ᾗ κατηγορῶ τινος, ἔξω μιᾶς πραγματείας, ἣν συνεταξάμην ὑπὲρ τῆς πολιτικῆς φιλοσοφίας πρὸς τοὺς κατατρέχοντας αὐτῆς ἀδίκως, οὐκ ἂν ἐπεχείρησα νῦν πρῶτον εἰς τὸν ἐπιφανέστατον τῶν συγγραφέων τὴν οὔτʼ ἐλευθέροις ἤθεσι πρέπουσαν οὔτʼ ἐμαυτῷ συνήθη κακοήθειαν ἐναποδείκνυσθαι. περὶ δὲ τοῦ γένους τῆς γραφῆς πλείονα μὲν εἶχον λέγειν, ἀρκεσθήσομαι δὲ ὀλίγοις. εἰ δὲ ἀληθεῖς καὶ προσήκοντας
p.328
ἐμαυτῷ προῄρημαι λόγους, σύ τε κρινεῖς καὶ τῶν ἄλλων φιλολόγων ἕκαστος.

ἔστι δὴ τὸ βούλημά μου τῆς πραγματείας οὐ καταδρομὴ τῆς Θουκυδίδου προαιρέσεώς τε καὶ δυνάμεως, οὐδʼ ἐκλογισμὸς τῶν ἁμαρτημάτων οὐδʼ ἐξευτελισμὸς οὐδʼ ἄλλο τι τοιοῦτον ἔργον οὐδέν, ἐν ᾧ τὰ μὲν κατορθώματα καὶ τὰς ἀρετὰς οὐδενὸς ἠξίωκα λόγου, τοῖς δὲ μὴ κατὰ τὸ κράτιστον εἰρημένοις ἐπιφύομαι· ἐκλογισμὸς δέ τις τοῦ χαρακτῆρος τῶν λόγων, ἅπαντα περιειληφώς, ὅσα συμβέβηκεν αὐτῷ κοινά τε πρὸς ἑτέρους καὶ διαφέροντα παρὰ τοὺς ἄλλους. ἐν οἷς ἀναγκαῖον ἦν μὴ τὰς ἀρετὰς λέγεσθαι μόνον, ἀλλὰ καὶ τὰς γειτνιώσας αὐταῖς κακίας. οὐδεμία γὰρ αὐτάρκης ἀνθρώπου φύσις οὔτʼ ἐν λόγοις οὔτʼ ἐν ἔργοις ἀναμάρτητος εἶναι, κρατίστη δὲ ἡ πλεῖστα μὲν ἐπιτυγχάνουσα, ἐλάχιστα δὲ ἀστοχοῦσα. ἐπὶ ταύτην δὴ τὴν ὑπόθεσιν ἀναφέρων ἕκαστος τὰ ῥηθησόμενα μὴ τῆς προαιρέσεώς μου γενέσθω κατήγορος, ἀλλὰ τῶν ἰδίων τοῦ χαρακτῆρος ἔργων ἐξεταστὴς δίκαιος. ὅτι δʼ οὐκ ἐγὼ τοῦτο πρῶτος ἐπικεχείρηκα ποιεῖν, ἀλλὰ πολλοὶ καὶ πάλαι καὶ καθʼ ἡμᾶς, οὐ φιλαπεχθήμονας προελόμενοι γραφὰς ἀλλὰ θεωρητικὰς τῆς ἀληθείας, μυρίους παρασχέσθαι δυνάμενος μάρτυρας, δυεῖν ἀνδράσιν ἀρκεσθήσομαι μόνοις, Ἀριστοτέλει καὶ Πλάτωνι. Ἀριστοτέλης τε γὰρ οὐχ ἅπαντα κατὰ τὸ κράτιστον εἰρῆσθαι

p.329
πείθεται τῷ καθηγητῇ Πλάτωνι· ὧν ἐστι τὰ περὶ τῆς ἰδέας καὶ τὰ περὶ τἀγαθοῦ καὶ τὰ περὶ τῆς πολιτείας· αὐτός τε ὁ Πλάτων Παρμενίδην καὶ Πρωταγόραν καὶ Ζήνωνα καὶ τῶν ἄλλων φυσιολόγων οὐκ ὀλίγους ἡμαρτηκότας ἀποδεικνύναι βούλεται· καὶ οὐδεὶς αὐτῷ κατʼ αὐτό γε τοῦτο ἐπιτιμᾷ, ἐνθυμούμενος ὅτι τῆς φιλοσόφου θεωρίας σκοπός ἐστιν ἡ τῆς ἀληθείας γνῶσις, ἀφʼ ἧς καὶ τὸ τοῦ βίου τέλος γίνεται φανερόν. ὅπου δὴ τοὺς περὶ δογμάτων διαφερομένους οὐδεὶς μέμφεται τῆς προαιρέσεως, εἰ μὴ πάντα τὰ τῶν πρεσβυτέρων ἐπαινοῦσιν, ἦ που τούς γε προελομένους χαρακτήρων ἰδιότητα δηλῶσαι μέμψαιτʼ ἄν τις, εἰ μὴ πάσας μαρτυροῦσι τοῖς πρὸ αὐτῶν καὶ τὰς μὴ προσούσας ἀρετάς;

ἕν ἔτι λείπεταί μοι μέρος ἀπολογίας δεόμενον, ἐπίφθονον μέν τι κατηγόρημα καὶ τοῖς πολλοῖς κεχαρισμένον, ῥᾳδίως δʼ ἐξελεγχθῆναι δυνησόμενον, ὡς οὐκ ἔστιν ὑγιές. οὐ γὰρ εἰ τῇ δυνάμει λειπόμεθα Θουκυδίδου τε καὶ τῶν ἄλλων ἀνδρῶν, καὶ τὸ θεωρητικὸν αὐτῶν ἀπολωλέκαμεν. οὐδὲ γὰρ τὰς Ἀπελλοῦ καὶ Ζεύξιδος καὶ Πρωτογένους καὶ τῶν ἄλλων γραφέων τῶν διωνομασμένων τέχνας οἱ μὴ τὰς αὐτὰς ἔχοντες ἐκείνοις ἀρετὰς κρίνειν κεκώλυνται, οὐδὲ τὰ Φειδίου καὶ Πολυκλείτου καὶ Μύρωνος ἔργα οἱ μὴ τηλικοῦτοι δημιουργοί. ἐῶ γὰρ λέγειν, ὅτι πολλῶν ἔργων οὐχ

p.330
ἥττων τοῦ τεχνίτου κριτὴς ὁ ἰδιώτης, τῶν τε διʼ αἰσθήσεως ἀλόγου καὶ τοῖς πάθεσι καταλαμβανομένων, καὶ ὅτι πᾶσα τέχνη τούτων στοχάζεται τῶν κριτηρίων καὶ ἀπὸ τούτων λαμβάνει τὴν ἀρχήν. ἅλις ἔστω μοι προοιμίων, ἵνα μὴ λάθω περὶ ταῦτα κατατρίψας τὸν λόγον.

μέλλων δὲ ἄρχεσθαι τῆς περὶ Θουκυδίδου γραφῆς ὀλίγα βούλομαι περὶ τῶν ἄλλων συγγραφέων εἰπεῖν, τῶν τε πρεσβυτέρων καὶ τῶν κατὰ τοὺς αὐτοὺς ἀκμασάντων ἐκείνῳ χρόνους, ἐξ ὧν ἔσται καταφανὴς ἥ τε προαίρεσις τοῦ ἀνδρός, ᾗ χρησάμενος διήλλαξε τοὺς πρὸ αὐτοῦ, καὶ ἡ δύναμις. ἀρχαῖοι μὲν οὖν συγγραφεῖς πολλοὶ καὶ κατὰ πολλοὺς τόπους ἐγένοντο πρὸ τοῦ Πελοποννησιακοῦ πολέμου· ἐν οἷς ἐστιν Εὐγέων τε ὁ Σάμιος καὶ Δηίοχος ὁ Προκοννήσιος καὶ Εὔδημος ὁ Πάριος καὶ Δημοκλῆς ὁ Φυγελεὺς καὶ Ἑκαταῖος ὁ Μιλήσιος, ὅ τε Ἀργεῖος Ἀκουσίλαος καὶ ὁ Λαμψακηνὸς Χάρων καὶ ὁ Χαλκηδόνιος Μελησαγόρας, ὀλίγῳ δὲ πρεσβύτεροι τῶν Πελοποννησιακῶν καὶ μέχρι τῆς Θουκυδίδου παρεκτείναντες ἡλικίας Ἑλλάνικός τε ὁ Λέσβιος καὶ Δαμάστης ὁ Σιγειεὺς καὶ Ξενομήδης ὁ Χῖος καὶ Ξάνθος ὁ Λυδὸς καὶ ἄλλοι συχνοί. οὗτοι προαιρέσει τε ὁμοίᾳ ἐχρήσαντο περὶ τὴν ἐκλογὴν τῶν ὑποθέσεων καὶ δυνάμεις οὐ πολύ τι διαφερούσας ἔσχον ἀλλήλων, οἳ μὲν τὰς Ἑλληνικὰς ἀναγράφοντες ἱστορίας, οἳ δὲ

p.331
τὰς βαρβαρικάς, καὶ αὐτάς τε ταύτας οὐ συνάπτοντες ἀλλήλαις, ἀλλὰ κατʼ ἔθνη καὶ κατὰ πόλεις διαιροῦντες καὶ χωρὶς ἀλλήλων ἐκφέροντες, ἕνα καὶ τὸν αὐτὸν φυλάττοντες σκοπόν, ὅσαι διεσῴζοντο παρὰ τοῖς ἐπιχωρίοις μνῆμαι κατὰ ἔθνη τε καὶ κατὰ πόλεις, εἴ τʼ ἐν ἱεροῖς εἴ τʼ ἐν βεβήλοις ἀποκείμεναι γραφαί, ταύτας εἰς τὴν κοινὴν ἁπάντων γνῶσιν ἐξενεγκεῖν, οἵας παρέλαβον, μήτε προστιθέντες αὐταῖς τι μήτε ἀφαιροῦντες· ἐν αἷς καὶ μῦθοί τινες ἐνῆσαν ἀπὸ τοῦ πολλοῦ πεπιστευμένοι χρόνου καὶ θεατρικαί τινες περιπέτειαι πολὺ τὸ ἠλίθιον ἔχειν τοῖς νῦν δοκοῦσαι· λέξιν τε ὡς ἐπὶ τὸ πολὺ τὴν αὐτὴν ἅπαντες ἐπιτηδεύσαντες, ὅσοι τοὺς αὐτοὺς προείλοντο τῶν διαλέκτων χαρακτῆρας, τὴν σαφῆ καὶ κοινὴν καὶ καθαρὰν καὶ σύντομον καὶ τοῖς πράγμασι προσφυῆ καὶ μηδεμίαν σκευωρίαν ἐπιφαίνουσαν τεχνικήν· ἐπιτρέχει μέντοι τις ὥρα τοῖς ἔργοις αὐτῶν καὶ χάρις, τοῖς μὲν πλείων, τοῖς δʼ ἐλάττων, διʼ ἣν ἔτι μένουσιν αὐτῶν αἱ γραφαί. ὁ δʼ Ἁλικαρνασεὺς Ἡρόδοτος, γενόμενος ὀλίγῳ πρότερον τῶν Περσικῶν, παρεκτείνας δὲ μέχρι τῶν Πελοποννησιακῶν, τὴν τε πραγματικὴν προαίρεσιν ἐπὶ τὸ μεῖζον ἐξήνεγκε καὶ λαμπρότερον, οὔτε πόλεως μιᾶς οὔτʼ ἔθνους ἑνὸς ἱστορίαν προελόμενος ἀναγράψαι, πολλὰς δὲ καὶ διαφόρους πράξεις ἔκ τε τῆς Εὐρώπης ἔκ τε τῆς Ἀσίας εἰς μιᾶς περιγραφὴν πραγματείας συναγαγεῖν (ἀρξάμενος γοῦν ἀπὸ τῆς τῶν
p.332
Λυδῶν δυναστείας μέχρι τοῦ Περσικοῦ πολέμου κατεβίβασε τὴν ἱστορίαν, πάσας τὰς ἐν τοῖς κ καὶ διακοσίοις ἔτεσι γενομένας πράξεις ἐπιφανεῖς Ἑλλήνων τε καὶ βαρβάρων μιᾷ συντάξει περιλαβών), καὶ τῇ λέξει προσαπέδωκε τὰς παραλειφθείσας ὑπὸ τῶν πρὸ αὐτοῦ συγγραφέων ἀρετάς.