De Thucydide

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.

ἐν τοῖς προεκδοθεῖσι περὶ τῆς μιμήσεως ὑπομνηματισμοῖς ἐπεληλυθὼς οὓς ὑπελάμβανον ἐπιφανεστάτους εἶναι ποιητάς τε καὶ συγγραφεῖς, ὦ Κόιντε Αἴλιε Τουβέρων, καὶ δεδηλωκὼς ἐν ὀλίγοις, τίνας ἕκαστος αὐτῶν εἰσφέρεται πραγματικάς τε καὶ λεκτικὰς ἀρετάς, καὶ πῇ μάλιστα χείρων ἑαυτοῦ γίνεται κατὰ τὰς ἀποτυχίας, εἴ τε τῆς προαιρέσεως οὐχ ἅπαντα κατὰ τὸν ἀκριβέστατον λογισμὸν θηρώσης εἴ τε τῆς δυνάμεως οὐκ ἐν ἅπασι τοῖς ἔργοις κατορθούσης, ἵνα τοῖς προαιρουμένοις γράφειν τε καὶ λέγειν εὖ καλοὶ καὶ δεδοκιμασμένοι κανόνες ὦσιν, ἐφʼ ὧν ποιήσονται τὰς κατὰ μέρος γυμνασίας μὴ πάντα μιμούμενοι τὰ παρʼ ἐκείνοις κείμενα τοῖς ἀνδράσιν, ἀλλὰ τὰς μὲν ἀρετὰς αὐτῶν λαμβάνοντες, τὰς δʼ ἀποτυχίας φυλαττόμενοι· ἁψάμενός τε τῶν συγγραφέων ἐδήλωσα καὶ περὶ Θουκυδίδου τὰ δοκοῦντά μοι, συντόμῳ τε καὶ κεφαλαιώδει

p.326
γραφῇ περιλαβών, οὐ διʼ ὀλιγωρίαν καὶ ῥᾳστώνην οὐδὲ διὰ σπάνιν τῶν δυνησομένων βεβαιῶσαι τὰς προθέσεις, ἀλλὰ τῆς εὐκαιρίας τῶν γραφομένων στοχαζόμενος, ὡς καὶ περὶ τῶν ἄλλων ἐποίησα. οὐ γὰρ ἦν ἀκριβῆ καὶ διεξοδικὴν δήλωσιν ὑπὲρ ἑκάστου τῶν ἀνδρῶν ποιεῖσθαι, προελόμενον εἰς ἐλάχιστον ὄγκον συναγαγεῖν τὴν πραγματείαν. σοῦ δὲ βουληθέντος ἰδίαν συντάξασθαί με περὶ Θουκυδίδου γραφὴν ἅπαντα περιειληφυῖαν τὰ δεόμενα λόγων, ἀναβαλόμενος τὴν περὶ Δημοσθένους πραγματείαν, ἣν εἶχον ἐν χερσίν, ὑπεσχόμην τε ποιήσειν, ὡς προῃροῦ, καὶ τελέσας τὴν ὑπόσχεσιν ἀποδίδωμι.

μέλλων δὲ τῶν κατὰ μέρος ἅπτεσθαι λόγων, ὀλίγα περὶ ἐμαυτοῦ τε καὶ τοῦ γένους τῆς πραγματείας βούλομαι προειπεῖν· οὐ σοῦ μὰ Δία καὶ τῶν σοὶ παραπλησίων ἕνεκα, τῶν ἀπὸ παντὸς τοῦ βελτίστου κρινόντων τὰ πράγματα καὶ μηδὲν ἡγουμένων χρῆμα τιμιώτερον τῆς ἀληθείας· ἀλλὰ τῶν ἄλλων, ὅσοις πολὺ τὸ φιλαίτιον ἔνεστιν εἴ τε κατὰ τὸν ζῆλον τῶν ἀρχαίων γινόμενον εἴτε κατὰ τὴν ὑπεροψίαν τῶν ἐπὶ τῆς αὐτῆς ἡλικίας εἴ τε κατʼ ἀμφότερα ταῦτα τὰ πάθη κοινὰ τῆς ἀνθρωπίνης ὄντα φύσεως. ὑποπτεύω γὰρ ἔσεσθαί τινας τῶν ἀναγνωσομένων τὴν γραφὴν τοὺς

p.327
ἐπιτιμήσοντας ἡμῖν, ὅτι τολμῶμεν ἀποφαίνειν Θουκυδίδην τὸν ἁπάντων κράτιστον τῶν ἱστοριογράφων καὶ κατὰ τὴν προαίρεσίν ποτε τῶν λόγων ἁμαρτάνοντα καὶ κατὰ τὴν δύναμιν ἐξασθενοῦντα, καὶ διὰ τοῦθʼ οὗτος ἡμᾶς ὁ λογισμὸς εἰσῆλθεν, ὅτι παράδοξα καινοτομεῖν πράγματα πρῶτοι καὶ μόνοι δόξομεν, εἴ τι τῶν ὑπὸ Θουκυδίδου γραφέντων συκοφαντεῖν ἐπιβαλοίμεθα, οὐ ταῖς κοιναῖς μόνον ἐναντιούμενοι δόξαις, ἃς ἅπαντες ἐκ τοῦ μακροῦ χρόνου παραλαβόντες ἀναφαιρέτους ἔχουσιν, ἀλλὰ καὶ ταῖς ἰδίαις τῶν ἐπιφανεστάτων φιλοσόφων τε καὶ ῥητόρων μαρτυρίαις ἀπιστοῦντες, οἳ κανόνα τῆς ἱστορικῆς πραγματείας ἐκεῖνον ὑποτίθενται τὸν ἄνδρα καὶ τῆς περὶ τοὺς πολιτικοὺς λόγους δεινότητος ὅρον· ὧν οὔτε προαιρέσεις ἰσχυρὰς. ταύτας δὴ τὰς ἐπιτιμήσεις ἀπολύσασθαι βουλόμενος ἐχούσας τι θεατρικὸν καὶ τῶν πολλῶν ἀγωγόν, περὶ μὲν ἐμαυτοῦ τοσοῦτον ἀρκεσθήσομαι μόνον εἰπών, ὅτι τὸ φιλόνεικον τοῦτο καὶ δύσερι καὶ προσυλακτοῦν εἰκῇ πᾶσιν ἐν παντὶ πεφυλαγμένος τῷ βίῳ μέχρι τοῦ παρόντος καὶ οὐδεμίαν ἐκδεδωκὼς γραφήν, ἐν ᾗ κατηγορῶ τινος, ἔξω μιᾶς πραγματείας, ἣν συνεταξάμην ὑπὲρ τῆς πολιτικῆς φιλοσοφίας πρὸς τοὺς κατατρέχοντας αὐτῆς ἀδίκως, οὐκ ἂν ἐπεχείρησα νῦν πρῶτον εἰς τὸν ἐπιφανέστατον τῶν συγγραφέων τὴν οὔτʼ ἐλευθέροις ἤθεσι πρέπουσαν οὔτʼ ἐμαυτῷ συνήθη κακοήθειαν ἐναποδείκνυσθαι. περὶ δὲ τοῦ γένους τῆς γραφῆς πλείονα μὲν εἶχον λέγειν, ἀρκεσθήσομαι δὲ ὀλίγοις. εἰ δὲ ἀληθεῖς καὶ προσήκοντας
p.328
ἐμαυτῷ προῄρημαι λόγους, σύ τε κρινεῖς καὶ τῶν ἄλλων φιλολόγων ἕκαστος.

ἔστι δὴ τὸ βούλημά μου τῆς πραγματείας οὐ καταδρομὴ τῆς Θουκυδίδου προαιρέσεώς τε καὶ δυνάμεως, οὐδʼ ἐκλογισμὸς τῶν ἁμαρτημάτων οὐδʼ ἐξευτελισμὸς οὐδʼ ἄλλο τι τοιοῦτον ἔργον οὐδέν, ἐν ᾧ τὰ μὲν κατορθώματα καὶ τὰς ἀρετὰς οὐδενὸς ἠξίωκα λόγου, τοῖς δὲ μὴ κατὰ τὸ κράτιστον εἰρημένοις ἐπιφύομαι· ἐκλογισμὸς δέ τις τοῦ χαρακτῆρος τῶν λόγων, ἅπαντα περιειληφώς, ὅσα συμβέβηκεν αὐτῷ κοινά τε πρὸς ἑτέρους καὶ διαφέροντα παρὰ τοὺς ἄλλους. ἐν οἷς ἀναγκαῖον ἦν μὴ τὰς ἀρετὰς λέγεσθαι μόνον, ἀλλὰ καὶ τὰς γειτνιώσας αὐταῖς κακίας. οὐδεμία γὰρ αὐτάρκης ἀνθρώπου φύσις οὔτʼ ἐν λόγοις οὔτʼ ἐν ἔργοις ἀναμάρτητος εἶναι, κρατίστη δὲ ἡ πλεῖστα μὲν ἐπιτυγχάνουσα, ἐλάχιστα δὲ ἀστοχοῦσα. ἐπὶ ταύτην δὴ τὴν ὑπόθεσιν ἀναφέρων ἕκαστος τὰ ῥηθησόμενα μὴ τῆς προαιρέσεώς μου γενέσθω κατήγορος, ἀλλὰ τῶν ἰδίων τοῦ χαρακτῆρος ἔργων ἐξεταστὴς δίκαιος. ὅτι δʼ οὐκ ἐγὼ τοῦτο πρῶτος ἐπικεχείρηκα ποιεῖν, ἀλλὰ πολλοὶ καὶ πάλαι καὶ καθʼ ἡμᾶς, οὐ φιλαπεχθήμονας προελόμενοι γραφὰς ἀλλὰ θεωρητικὰς τῆς ἀληθείας, μυρίους παρασχέσθαι δυνάμενος μάρτυρας, δυεῖν ἀνδράσιν ἀρκεσθήσομαι μόνοις, Ἀριστοτέλει καὶ Πλάτωνι. Ἀριστοτέλης τε γὰρ οὐχ ἅπαντα κατὰ τὸ κράτιστον εἰρῆσθαι

p.329
πείθεται τῷ καθηγητῇ Πλάτωνι· ὧν ἐστι τὰ περὶ τῆς ἰδέας καὶ τὰ περὶ τἀγαθοῦ καὶ τὰ περὶ τῆς πολιτείας· αὐτός τε ὁ Πλάτων Παρμενίδην καὶ Πρωταγόραν καὶ Ζήνωνα καὶ τῶν ἄλλων φυσιολόγων οὐκ ὀλίγους ἡμαρτηκότας ἀποδεικνύναι βούλεται· καὶ οὐδεὶς αὐτῷ κατʼ αὐτό γε τοῦτο ἐπιτιμᾷ, ἐνθυμούμενος ὅτι τῆς φιλοσόφου θεωρίας σκοπός ἐστιν ἡ τῆς ἀληθείας γνῶσις, ἀφʼ ἧς καὶ τὸ τοῦ βίου τέλος γίνεται φανερόν. ὅπου δὴ τοὺς περὶ δογμάτων διαφερομένους οὐδεὶς μέμφεται τῆς προαιρέσεως, εἰ μὴ πάντα τὰ τῶν πρεσβυτέρων ἐπαινοῦσιν, ἦ που τούς γε προελομένους χαρακτήρων ἰδιότητα δηλῶσαι μέμψαιτʼ ἄν τις, εἰ μὴ πάσας μαρτυροῦσι τοῖς πρὸ αὐτῶν καὶ τὰς μὴ προσούσας ἀρετάς;

ἕν ἔτι λείπεταί μοι μέρος ἀπολογίας δεόμενον, ἐπίφθονον μέν τι κατηγόρημα καὶ τοῖς πολλοῖς κεχαρισμένον, ῥᾳδίως δʼ ἐξελεγχθῆναι δυνησόμενον, ὡς οὐκ ἔστιν ὑγιές. οὐ γὰρ εἰ τῇ δυνάμει λειπόμεθα Θουκυδίδου τε καὶ τῶν ἄλλων ἀνδρῶν, καὶ τὸ θεωρητικὸν αὐτῶν ἀπολωλέκαμεν. οὐδὲ γὰρ τὰς Ἀπελλοῦ καὶ Ζεύξιδος καὶ Πρωτογένους καὶ τῶν ἄλλων γραφέων τῶν διωνομασμένων τέχνας οἱ μὴ τὰς αὐτὰς ἔχοντες ἐκείνοις ἀρετὰς κρίνειν κεκώλυνται, οὐδὲ τὰ Φειδίου καὶ Πολυκλείτου καὶ Μύρωνος ἔργα οἱ μὴ τηλικοῦτοι δημιουργοί. ἐῶ γὰρ λέγειν, ὅτι πολλῶν ἔργων οὐχ

p.330
ἥττων τοῦ τεχνίτου κριτὴς ὁ ἰδιώτης, τῶν τε διʼ αἰσθήσεως ἀλόγου καὶ τοῖς πάθεσι καταλαμβανομένων, καὶ ὅτι πᾶσα τέχνη τούτων στοχάζεται τῶν κριτηρίων καὶ ἀπὸ τούτων λαμβάνει τὴν ἀρχήν. ἅλις ἔστω μοι προοιμίων, ἵνα μὴ λάθω περὶ ταῦτα κατατρίψας τὸν λόγον.

μέλλων δὲ ἄρχεσθαι τῆς περὶ Θουκυδίδου γραφῆς ὀλίγα βούλομαι περὶ τῶν ἄλλων συγγραφέων εἰπεῖν, τῶν τε πρεσβυτέρων καὶ τῶν κατὰ τοὺς αὐτοὺς ἀκμασάντων ἐκείνῳ χρόνους, ἐξ ὧν ἔσται καταφανὴς ἥ τε προαίρεσις τοῦ ἀνδρός, ᾗ χρησάμενος διήλλαξε τοὺς πρὸ αὐτοῦ, καὶ ἡ δύναμις. ἀρχαῖοι μὲν οὖν συγγραφεῖς πολλοὶ καὶ κατὰ πολλοὺς τόπους ἐγένοντο πρὸ τοῦ Πελοποννησιακοῦ πολέμου· ἐν οἷς ἐστιν Εὐγέων τε ὁ Σάμιος καὶ Δηίοχος ὁ Προκοννήσιος καὶ Εὔδημος ὁ Πάριος καὶ Δημοκλῆς ὁ Φυγελεὺς καὶ Ἑκαταῖος ὁ Μιλήσιος, ὅ τε Ἀργεῖος Ἀκουσίλαος καὶ ὁ Λαμψακηνὸς Χάρων καὶ ὁ Χαλκηδόνιος Μελησαγόρας, ὀλίγῳ δὲ πρεσβύτεροι τῶν Πελοποννησιακῶν καὶ μέχρι τῆς Θουκυδίδου παρεκτείναντες ἡλικίας Ἑλλάνικός τε ὁ Λέσβιος καὶ Δαμάστης ὁ Σιγειεὺς καὶ Ξενομήδης ὁ Χῖος καὶ Ξάνθος ὁ Λυδὸς καὶ ἄλλοι συχνοί. οὗτοι προαιρέσει τε ὁμοίᾳ ἐχρήσαντο περὶ τὴν ἐκλογὴν τῶν ὑποθέσεων καὶ δυνάμεις οὐ πολύ τι διαφερούσας ἔσχον ἀλλήλων, οἳ μὲν τὰς Ἑλληνικὰς ἀναγράφοντες ἱστορίας, οἳ δὲ

p.331
τὰς βαρβαρικάς, καὶ αὐτάς τε ταύτας οὐ συνάπτοντες ἀλλήλαις, ἀλλὰ κατʼ ἔθνη καὶ κατὰ πόλεις διαιροῦντες καὶ χωρὶς ἀλλήλων ἐκφέροντες, ἕνα καὶ τὸν αὐτὸν φυλάττοντες σκοπόν, ὅσαι διεσῴζοντο παρὰ τοῖς ἐπιχωρίοις μνῆμαι κατὰ ἔθνη τε καὶ κατὰ πόλεις, εἴ τʼ ἐν ἱεροῖς εἴ τʼ ἐν βεβήλοις ἀποκείμεναι γραφαί, ταύτας εἰς τὴν κοινὴν ἁπάντων γνῶσιν ἐξενεγκεῖν, οἵας παρέλαβον, μήτε προστιθέντες αὐταῖς τι μήτε ἀφαιροῦντες· ἐν αἷς καὶ μῦθοί τινες ἐνῆσαν ἀπὸ τοῦ πολλοῦ πεπιστευμένοι χρόνου καὶ θεατρικαί τινες περιπέτειαι πολὺ τὸ ἠλίθιον ἔχειν τοῖς νῦν δοκοῦσαι· λέξιν τε ὡς ἐπὶ τὸ πολὺ τὴν αὐτὴν ἅπαντες ἐπιτηδεύσαντες, ὅσοι τοὺς αὐτοὺς προείλοντο τῶν διαλέκτων χαρακτῆρας, τὴν σαφῆ καὶ κοινὴν καὶ καθαρὰν καὶ σύντομον καὶ τοῖς πράγμασι προσφυῆ καὶ μηδεμίαν σκευωρίαν ἐπιφαίνουσαν τεχνικήν· ἐπιτρέχει μέντοι τις ὥρα τοῖς ἔργοις αὐτῶν καὶ χάρις, τοῖς μὲν πλείων, τοῖς δʼ ἐλάττων, διʼ ἣν ἔτι μένουσιν αὐτῶν αἱ γραφαί. ὁ δʼ Ἁλικαρνασεὺς Ἡρόδοτος, γενόμενος ὀλίγῳ πρότερον τῶν Περσικῶν, παρεκτείνας δὲ μέχρι τῶν Πελοποννησιακῶν, τὴν τε πραγματικὴν προαίρεσιν ἐπὶ τὸ μεῖζον ἐξήνεγκε καὶ λαμπρότερον, οὔτε πόλεως μιᾶς οὔτʼ ἔθνους ἑνὸς ἱστορίαν προελόμενος ἀναγράψαι, πολλὰς δὲ καὶ διαφόρους πράξεις ἔκ τε τῆς Εὐρώπης ἔκ τε τῆς Ἀσίας εἰς μιᾶς περιγραφὴν πραγματείας συναγαγεῖν (ἀρξάμενος γοῦν ἀπὸ τῆς τῶν
p.332
Λυδῶν δυναστείας μέχρι τοῦ Περσικοῦ πολέμου κατεβίβασε τὴν ἱστορίαν, πάσας τὰς ἐν τοῖς κ καὶ διακοσίοις ἔτεσι γενομένας πράξεις ἐπιφανεῖς Ἑλλήνων τε καὶ βαρβάρων μιᾷ συντάξει περιλαβών), καὶ τῇ λέξει προσαπέδωκε τὰς παραλειφθείσας ὑπὸ τῶν πρὸ αὐτοῦ συγγραφέων ἀρετάς.

τούτοις ἐπιγενόμενος Θουκυδίδης οὔτʼ ἐφʼ ἑνὸς ἐβουλήθη τόπου καθιδρῦσαι τὴν ἱστορίαν, ὡς οἱ περὶ τὸν Ἑλλάνικον ἐποίησαν, οὔτε τὰς ἐξ ἁπάσης χώρας Ἕλλησιν ἢ βαρβάροις ἐπιτελεσθείσας πράξεις εἰς μίαν ἱστορίαν συναγαγεῖν, μιμησάμενος Ἡρόδοτον· τῆς μὲν προτέρας ὑπεριδὼν ὡς εὐτελοῦς καὶ ταπεινῆς καὶ πολλὰ οὐ δυνησομένης τοὺς ἀναγινώσκοντας ὠφελῆσαι· τῆς δʼ ὑστέρας ὡς μείζονος ἢ δυνατῆς πεσεῖν εἰς σύνοψιν ἀνθρωπίνου λογισμοῦ κατὰ τὸν ἀκριβέστατον τῶν τρόπων· ἕνα δὲ προχειρισάμενος πόλεμον, ὃν ἐπολέμησαν Ἀθηναῖοι καὶ Πελοποννήσιοι πρὸς ἀλλήλους, τοῦτον ἐσπούδασεν ἀναγράψαι· ἐρρωμένος τε τὸ σῶμα καὶ τὴν διάνοιαν ὑγιαίνων καὶ μέχρι παντὸς αὐτοῦ βιώσας, καὶ οὐκ ἐκ τῶν ἐπιτυχόντων ἀκουσμάτων τὰς πράξεις συντιθείς, ἀλλʼ οἷς μὲν αὐτὸς παρῆν, ἐξ ἐμπειρίας, ὧν δʼ ἀπελείφθη διὰ τὴν φυγήν, παρὰ τῶν ἄριστα γινωσκόντων πυνθανόμενος. πρῶτον μὲν δὴ κατὰ τοῦτο διήλλαξε τῶν πρὸ αὐτοῦ συγγραφέων, λέγω

p.333
δὲ κατὰ τὸ λαβεῖν ὑπόθεσιν μήτε μονόκωλον παντάπασι μήτʼ εἰς πολλὰ μεμερισμένην καὶ ἀσυνάρτητα κεφάλαια· ἔπειτα κατὰ τὸ μηδὲν αὐτῇ μυθῶδες προσάψαι, μηδʼ εἰς ἀπάτην καὶ γοητείαν τῶν πολλῶν ἐκτρέψαι τὴν γραφήν, ὡς οἱ πρὸ αὐτοῦ πάντες ἐποίησαν, Λαμίας τινὰς ἱστοροῦντες ἐν ὕλαις καὶ νάπαις ἐκ γῆς ἀνἱεμένας, καὶ Ναΐδας ἀμφιβίους ἐκ Ταρτάρων ἐξιούσας καὶ διὰ πελάγους νηχομένας καὶ μιξόθηρας, καὶ ταύτας εἰς ὁμιλίαν ἀνθρώποις συνερχομένας, καὶ ἐκ θνητῶν καὶ θείων συνουσιῶν γονὰς ἡμιθέους, καὶ ἄλλας τινὰς ἀπίστους τῷ καθʼ ἡμᾶς βίῳ καὶ πολὺ τὸ ἀνόητον ἔχειν δοκούσας ἱστορίας.

ταῦτα δʼ εἰπεῖν προήχθην οὐκ ἐπιτιμῶν ἐκείνοις τοῖς ἀνδράσιν, ἀλλὰ καὶ πολλὴν ἔχων συγγνώμην, εἰ καὶ τῶν μυθικῶν ἥψαντο πλασμάτων, ἐθνικὰς καὶ τοπικὰς ἐκφέροντες ἱστορίας· ἐν ἅπασι γὰρ ἀνθρώποις καὶ κοινῇ κατὰ τόπους καὶ κατὰ πόλεις ἰδίᾳ μνῆμαί τινες ἐσῴζοντο καὶ τῶν τοιούτων ἀκουσμάτων, ὥσπερ ἔφην, ἃς διαδεχόμενοι παῖδες παρὰ πατέρων ἐπιμελὲς ἐποιοῦντο παραδιδόναι τοῖς ἐκγόνοις καὶ τοὺς βουλομένους αὐτὰς εἰς τὸ κοινὸν ἐκφέρειν οὕτως ἠξίουν συγγράφειν, ὡς παρὰ τῶν ἀρχαίων ἐδέξαντο. ἐκείνοις μὲν οὖν τοῖς ἀνδράσιν ἀναγκαῖον ἦν ποικίλλειν τοῖς μυθώδεσιν ἐπεισοδίοις τὰς τοπικὰς ἀναγραφάς. Θουκυδίδῃ δὲ τῷ προελομένῳ μίαν ὑπόθεσιν, ᾗ παρεγίνετο

p.334
αὐτός, οὐχ ἥρμοττεν ἐγκαταμίσγειν τῇ διηγήσει τὰς θεατρικὰς γοητείας οὐδὲ πρὸς τὴν ἀπάτην ἁρμόττεσθαι τῶν ἀναγνωσομένων, ἣν ἐκεῖναι πεφύκασι φέρειν αἱ συντάξεις, ἀλλὰ πρὸς τὴν ὠφέλειαν, ὡς αὐτὸς ἐν τῷ προοιμίῳ τῆς ἱστορίας δεδήλωκε κατὰ λέξιν οὕτως γράφων· καὶ ἐς μὲν ἀκρόασιν τὸ μὴ μυθῶδες αὐτῶν ἀτερπέστερον φαίνεται· ὅσοι δὲ βουλήσονται τῶν τε γεγονότων τὸ σαφὲς σκοπεῖν, καὶ τῶν μελλόντων ποτὲ κατὰ τὸ ἀνθρώπειον τοιούτων καὶ παραπλησίων ἔσεσθαι, ὠφέλιμα κρίνειν αὐτὰ ἀρκούντως ἕξει· κτῆμά τε ἐς ἀεὶ μᾶλλον ἢ ἀγώνισμα ἐς τὸ παραχρῆμα ἀκούειν ξύγκειται.

μαρτυρεῖται δὲ τῷ ἀνδρὶ τάχα μὲν ὑπὸ πάντων φιλοσόφων τε καὶ ῥητόρων, εἰ δὲ μή, τῶν γε πλείστων, ὅτι καὶ τῆς ἀληθείας, ἧς ἱέρειαν εἶναι τὴν ἱστορίαν βουλόμεθα, πλείστην ἐποιήσατο πρόνοιαν, οὔτε προστιθεὶς τοῖς πράγμασιν οὐδὲν ὃ μὴ δίκαιον οὔτε ἀφαιρῶν, οὐδὲ ἐνεξουσιάζων τῇ γραφῇ, ἀνέγκλητον δὲ καὶ καθαρὰν τὴν προαίρεσιν ἀπὸ παντὸς φθόνου καὶ πάσης κολακείας φυλάττων, μάλιστα δʼ ἐν ταῖς περὶ τῶν ἀγαθῶν ἀνδρῶν γνώμαις. καὶ γὰρ Θεμιστοκλέους ἐν τῇ πρώτῃ βύβλῳ μνησθεὶς τὰς ὑπαρχούσας αὐτῷ

p.335
ἀρετὰς ἀφθόνως ἐπελήλυθε, καὶ τῶν Περικλέους πολιτευμάτων ἁψάμενος ἐν τῇ δευτέρᾳ βύβλῳ τῆς διαβεβοημένης περὶ αὐτοῦ δόξης ἄξιον εἴρηκεν ἐγκώμιον· περί τε Δημοσθένους τοῦ στρατηγοῦ καὶ Νικίου τοῦ Νικηράτου καὶ Ἀλκιβιάδου τοῦ Κλεινίου καὶ ἄλλων στρατηγῶν τε καὶ ῥητόρων ἀναγκασθεὶς λέγειν, ὅσα προσήκοντα ἦν ἑκάστῳ, δεδήλωκε. παραδείγματα δὲ περὶ αὐτῶν φέρειν οὐ δέομαι τοῖς διεληλυθόσιν αὐτοῦ τὰς ἱστορίας. ταῦτα μὲν οὖν ἂν ἔχοι τις εἰπεῖν, ἃ περὶ τὸν πραγματικὸν τόπον ὁ συγγραφεὺς κατορθοῖ, καλὰ καὶ μιμήσεως ἄξια. κράτιστον δὲ πάντων τὸ μηδὲν ἑκουσίως ψεύδεσθαι μηδὲ μιαίνειν τὴν αὑτοῦ συνείδησιν.

ἃ δʼ ἐλλιπέστερον κατεσκεύασε καὶ ἐφʼ οἷς ἐγκαλοῦσιν αὐτῷ τινες, περὶ τὸ τεχνικώτερον μέρος ἐστὶ τοῦ πραγματικοῦ, τὸ λεγόμενον μὲν οἰκονομικόν, ἐν ἁπάσαις δὲ γραφαῖς ἐπιζητούμενον, ἐάν τε φιλοσόφους προέληταί τις ὑποθέσεις ἐάν τε ῥητορικάς. ταῦτα δὲ ἐστὶ τὰ περὶ τὴν διαίρεσιν καὶ τὰ περὶ τὴν τάξιν καὶ τὰ περὶ τὰς ἐξεργασίας. ἄρξομαι δʼ ἀπὸ τῆς διαιρέσεως, προειπὼν ὅτι τῶν πρὸ αὐτοῦ γενομένων συγγραφέων ἢ κατὰ τόπους μεριζόντων τὰς ἀναγραφὰς ἢ κατὰ χρόνους εὐπαρακολουθήτους ἐκεῖνος οὐδετέραν

p.336
τούτων τῶν διαιρέσεων ἐδοκίμασεν. οὔτε γὰρ τοῖς τόποις, ἐν οἷς αἱ πράξεις ἐπετελέσθησαν, ἀκολουθῶν ἐμέρισε τὰς διηγήσεις, ὡς Ἡρόδοτός τε καὶ Ἑλλάνικος καὶ ἄλλοι τινὲς τῶν πρὸ αὐτοῦ συγγραφέων ἐποίησαν· οὔτε τοῖς χρόνοις, ὡς οἱ τὴν τοπικὴν ἐκδόντες ἱστορίαν προείλοντο, ἤτοι ταῖς διαδοχαῖς τῶν βασιλέων μερίζοντες τὰς ἀναγραφὰς ἢ ταῖς τῶν ἱερέων ἢ ταῖς περιόδοις τῶν ὀλυμπιάδων ἢ τοῖς ἀποδεικνυμένοις ἄρχουσιν ἐπὶ τὰς ἐνιαυσίους ἀρχάς. καινὴν δέ τινα καὶ ἀτριβῆ τοῖς ἄλλοις πορευθῆναι βουληθεὶς ὁδὸν θερείαις καὶ χειμερίοις ὥραις ἀκολουθῶν ἐμέρισε τὴν ἱστορίαν. ἐκ δὲ τούτου συμβέβηκεν αὐτῷ τοὐναντίον ἢ προσεδόκησεν. οὐ γὰρ σαφεστέρα γέγονεν ἡ διαίρεσις τῶν χρόνων ἀλλὰ δυσπαρακολουθητοτέρα κατὰ τὰς ὥρας. ἐφʼ ᾧ θαυμάζειν ἄξιον, πῶς αὐτὸν ἔλαθεν, ὅτι πολλῶν ἅμα πραγμάτων κατὰ πολλοὺς τόπους γινομένων εἰς μικρὰς κατακερματιζομένη τομὰς ἡ διήγησις οὐκ ἀπολήψεται τὸ τηλαυγὲς φῶς ἐκεῖνο καὶ καθαρόν, ὡς ἐξ αὐτῶν γίνεται τῶν πραγμάτων φανερόν. ἐν γοῦν τῇ τρίτῃ βύβλῳ (ταύτῃ γὰρ ἀρκεσθήσομαι μόνῃ) τὰ περὶ Μυτιληναίους ἀρξάμενος γράφειν, πρὶν ὅλην ἐκπληρῶσαι τὴν διήγησιν, ἐπὶ τὰ Λακεδαιμονίων
p.337
ἄπεισιν ἔργα· καὶ οὐδὲ ταῦτα συγκορυφώσας τῆς Πλαταιέων μέμνηται πολιορκίας· ἀφεὶς δὲ καὶ ταύτην ἀτελῆ τοῦ Μυτιληναϊκοῦ μέμνηται πολέμου· εἶτʼ ἐκεῖθεν ἄγει τὴν διήγησιν ἐπὶ τὰ περὶ Κέρκυραν, ὡς ἐστασίασαν οἳ μὲν Λακεδαιμονίους, οἳ δʼ Ἀθηναίους ἐπαγόμενοι· ἀφεὶς δὲ καὶ ταῦτα ἡμιτελῆ περὶ τῆς εἰς Σικελίαν στρατείας τῆς προτέρας Ἀθηναίων ὀλίγα λέγει. εἶτα Ἀθηναίων ἔκπλουν ἐπὶ Πελοπόννησον ἀρξάμενος λέγειν καὶ Λακεδαιμονίων τὴν ἐπὶ Δωριεῖς στρατείαν τὰ περὶ Λευκάδα πραχθέντα ὑπὸ Δημοσθένους τοῦ στρατηγοῦ καὶ τὸν πρὸς Αἰτωλοὺς πόλεμον ἐπιπορεύεται· ἐκεῖθεν δὲ ἄπεισιν ἐπὶ Ναύπακτον. ἀτελεῖς δὲ καὶ τοὺς ἠπειρωτικοὺς πολέμους καταλιπὼν Σικελίας ἅπτεται πάλιν, καὶ μετὰ τοῦτο Δῆλον καθαίρει καὶ τὸ Ἀμφιλοχικὸν Ἄργος πολεμούμενον ὑπὸ Ἀμπρακιωτῶν --- καταλείπει. καὶ τί δεῖ πλείω λέγειν; ὅλη γὰρ ἡ βύβλος οὕτω συγκέκοπται καὶ τὸ διηνεκὲς τῆς ἀπαγγελίας ἀπολώλεκε. πλανώμεθα δή, καθάπερ εἰκός, καὶ δυσκόλως τοῖς δηλουμένοις παρακολουθοῦμεν, ταραττομένης ἐν τῷ διασπᾶσθαι τὰ πράγματα τῆς διανοίας καὶ τὰς ἡμιτελεῖς τῶν ἀκουσθέντων μνήμας οὐ ῥᾳδίως οὐδʼ ἀκριβῶς ἀναφερούσης. χρὴ δὲ τὴν ἱστορικὴν πραγματείαν εἰρομένην εἶναι καὶ ἀπερίσπαστον, ἄλλως τε ἐπειδὰν περὶ πολλῶν γίνηται πραγμάτων καὶ δυσκαταμαθήτων. ὅτι δὲ οὐκ ὀρθὸς ὁ κανὼν οὗτος οὐδʼ οἰκεῖος ἱστορίᾳ, δῆλον. οὐδεὶς γὰρ τῶν μεταγενεστέρων συγ-
p.338
γραφέων θερείαις καὶ χειμῶσι διεῖλε τὴν ἱστορίαν. ἀλλὰ πάντες τὰς τετριμμένας ὁδοὺς καὶ δυναμένας ἄγειν ἐπὶ τὴν σαφήνειαν μετῆλθον.

αἰτιῶνται δὲ καὶ τὴν τάξιν αὐτοῦ τινες, ὡς οὔτε ἀρχὴν τῆς ἱστορίας εἰληφότος ἣν ἐχρῆν οὔτε τέλος ἐφηρμοκότος αὐτῇ τὸ πρέπον, οὐκ ἐλάχιστον μέρος εἶναι λέγοντες οἰκονομίας ἀγαθῆς ἀρχήν τε λαβεῖν, ἧς οὐκ ἂν εἴη τι πρότερον, καὶ τέλει περιλαβεῖν τὴν πραγματείαν, ᾧ δόξει μηδὲν ἐνδεῖν· ὧν οὐδετέρου πρόνοιαν αὐτὸν πεποιῆσθαι τὴν προσήκουσαν. τὴν δὲ ἀφορμὴν αὐτὸς αὐτοῖς τῆς κατηγορίας ταύτης ὁ συγγραφεὺς παρέσχηται· προειπὼν γάρ, ὡς μέγιστος ἐγένετο τῶν πρὸ αὐτοῦ πολέμων ὁ Πελοποννησιακὸς χρόνου τε μήκει καὶ παθημάτων πολλῶν συντυχίαις, τελευτῶν τοῦ προοιμίου τὰς αἰτίας βούλεται πρῶτον εἰπεῖν, ἀφʼ ὧν τὴν ἀρχὴν ἔλαβε. διττὰς δὲ ταύτας ὑποθέμενος, τήν τε ἀληθῆ μέν, οὐκ εἰς ἅπαντας δὲ λεγομένην, τὴν αὔξησιν τῆς Ἀθηναίων πόλεως, καὶ τὴν οὐκ ἀληθῆ μέν, ὑπὸ δὲ Λακεδαιμονίων πλαττομένην, τὴν Ἀθήνηθεν ἀποσταλεῖσαν Κερκυραίοις κατὰ Κορινθίων συμμαχίαν, οὐκ ἀπὸ τῆς ἀληθοῦς καὶ αὐτῷ δοκούσης τὴν ἀρχὴν πεποίηται τῆς διηγήσεως, ἀλλʼ ἀπὸ τῆς ἑτέρας, κατὰ λέξιν οὕτως γράφων· ἤρξαντο δὲ Ἀθηναῖοι αὐτοῦ καὶ Πελοποννήσιοι, λύσαντες τὰς τριακοντούτεις σπονδάς, αἳ αὐτοῖς ἐγένοντο μετὰ Εὐβοίας

p.339
ἅλωσιν. διότι δὲ ἔλυσαν, τὰς αἰτίας προέγραψα πρῶτον καὶ τὰς διαφορὰς τοῦ μή τινας ζητῆσαί ποτε, ἐξ ὅτου τοσοῦτος πόλεμος τοῖς Ἕλλησι κατέστη. τὴν μὲν γὰρ ἀληθεστάτην πρόφασιν, ἀφανεστάτην δὲ λόγῳ, τοὺς Ἀθηναίους ἡγοῦμαι μεγάλους γιγνομένους καὶ φόβον παρέχοντας τοῖς Λακεδαιμονίοις ἀναγκάσαι ἐς τὸ πολεμεῖν. αἱ δὲ ἐς τὸ φανερὸν λεγόμεναι αἰτίαι αἵδε ἦσαν. Ἐπίδαμνός ἐστι πόλις εἰς δεξιὰ ἐσπλέοντι τὸν Ἰόνιον κόλπον. προσοικοῦσιν δʼ αὐτὴν Ταυλάντιοι βάρβαροι, Ἰλλυρικὸν ἔθνος. καὶ μετὰ τοῦτο διεξέρχεται τὰ περὶ Ἐπίδαμνον καὶ τὰ περὶ Κέρκυραν καὶ τὰ περὶ Ποτίδαιαν καὶ τὴν Πελοποννησίων σύνοδον εἰς Σπάρτην καὶ τοὺς ῥηθέντας ἐκεῖ κατὰ τῆς Ἀθηναίων πόλεως λόγους. ταῦτα δὲ μέχρι δισχιλίων ἐκμηκύνας στίχων, τότε περὶ τῆς ἑτέρας αἰτίας τὸν λόγον ἀποδίδωσι τῆς ἀληθοῦς τε καὶ αὐτῷ δοκούσης, ἐνθένδε ἀρξάμενος· ἐψηφίσαντο δὲ οἱ Λακεδαιμόνιοι τὰς σπονδὰς λελύσθαι καὶ πολεμεῖν Ἀθηναίοις οὐ τοσοῦτον τῶν συμμάχων πεισθέντες τοῖς λόγοις, ὅσον φοβούμενοι τοὺς Ἀθηναίους, μὴ ἐπὶ μεῖζον δυνηθῶσιν, ὁρῶντες αὐτοῖς τὰ πολλὰ τῆς Ἑλλάδος ὑποχείρια ἤδη ὄντα. οἱ γὰρ Ἀθηναῖοι τρόπῳ τοιούτῳ ἦλθον ἐπὶ τὰ πράγματα, ἐν οἷς ἠυξήθησαν. οἷς ἐπιτίθησι τὰ ἔργα τῆς πόλεως,
p.340
ὅσα μετὰ τὸν Περσικὸν πόλεμον ἕως τοῦ Πελοποννησιακοῦ διεπράξαντο, κεφαλαιωδῶς καὶ ἐπιτροχάδην ἐν ἐλάττοσιν ἢ πεντακοσίοις στίχοις. ἀναμνησθεὶς δʼ ὅτι πρότερα τῶν Κερκυραϊκῶν ἦν καὶ οὐκ ἀπʼ ἐκείνων ἔλαβε τὴν ἀρχὴν ὁ πόλεμος ἀλλʼ ἀπὸ τούτων, ταῦτα πάλιν κατὰ λέξιν γράφει· μετὰ ταῦτα δὲ ἤδη γίγνεται οὐ πολλοῖς ἔτεσιν ὕστερον τὰ προειρημένα, τά τε Κερκυραϊκὰ καὶ τὰ Ποτιδαιατικὰ καὶ ὅσα πρόφασις τοῦδε τοῦ πολέμου κατέστη. ταῦτα δὲ πάντα ὅσα ἔπραξαν οἱ Ἕλληνες πρός τε ἀλλήλους καὶ πρὸς τὸν βάρβαρον, ἐγένοντο ἐν ἔτεσι πεντήκοντα μάλιστα μεταξὺ τῆς τε Ξέρξου ἀναχωρήσεως καὶ τῆς ἀρχῆς τοῦδε τοῦ πολέμου· ἐν οἷς οἱ Ἀθηναῖοι τήν τε ἀρχὴν ἐγκρατεστέραν κατεστήσαντο καὶ αὐτοὶ ἐπὶ μέγα ἐχώρησαν δυνάμεως, οἱ δὲ Λακεδαιμόνιοι αἰσθόμενοι οὔτε ἐκώλυον, εἰ μὴ ἐπὶ βραχύ, ἡσύχαζόν τε τὸ πλέον τοῦ χρόνου, ὄντες μὲν καὶ πρὸ τοῦ μὴ ταχεῖς ἐς τοὺς πολέμους, ἢν μὴ ἀναγκάζωνται, τότε δέ τι καὶ πολέμοις οἰκείοις ἐξειργόμενοι· πλὴν ἡ δύναμις τῶν Ἀθηναίων σαφῶς ᾔρετο καὶ τῆς συμμαχίας αὐτῶν ἥπτετο· τότε
p.341
δὲ οὐκέτι ἐποιοῦντο ἀνασχετόν, ἀλλʼ ἐπιχειρητέα ἐδόκει εἶναι πάσῃ προθυμίᾳ, καὶ καθαιρετέα ἡ ἰσχύς, ἢν δύνωνται, ἀραμένοις τόνδε τὸν πόλεμον.

ἐχρῆν δὲ αὐτὸν ἀρξάμενον τὰς αἰτίας τοῦ πολέμου ζητεῖν πρῶτον ἀποδοῦναι τὴν ἀληθῆ καὶ ἑαυτῷ δοκοῦσαν. ἥ τε γὰρ φύσις ἀπῄτει τὰ πρότερα τῶν ὑστέρων ἄρχειν καὶ τἀληθῆ πρὸ τῶν ψευδῶν λέγεσθαι, ἥ τε τῆς διηγήσεως εἰσβολὴ κρείττων ἂν ἐγίνετο μακρῷ, τοιαύτης οἰκονομίας τυχοῦσα. οὐδὲ γὰρ ἐκεῖνό τις ἂν εἰπεῖν ἔχοι τῶν ἀπολογεῖσθαι περὶ αὐτοῦ βουλομένων, ὅτι μικρὰ καὶ οὐκ ἄξια λόγου τὰ πράγματα ἦν ἢ κοινὰ καὶ κατημαξευμένα τοῖς πρὸ αὐτοῦ, ὥστε μὴ δεῖν ἀπὸ τούτων ἀρχὴν ποιεῖσθαι. αὐτὸς γὰρ ὡς ἐκλειφθέντα τὸν τόπον τοῦτον ὑπὸ τῶν ἀρχαίων ἄξιον ἱστορίας ὑπείληφεν, αὐταῖς λέξεσιν οὕτως γράφων· ἔγραψα δὲ αὐτὰ καὶ τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην, διότι τοῖς πρὸ ἐμοῦ ἅπασιν ἐκλιπὲς τὸ χωρίον τοῦτο ἦν· καὶ ἢ τὰ πρὸ τῶν Μηδικῶν Ἑλληνικὰ ξυνετίθεσαν, ἢ αὐτὰ τὰ Μηδικά. τούτων δὲ ὧνπερ καὶ ἥψατο ἐν τῇ Ἀττικῇ συγγραφῇ Ἑλλάνικος, βραχέως τε καὶ τοῖς χρόνοις οὐκ ἀκριβῶς ἐπεμνήσθη· ἅμα δὲ καὶ τῆς ἀρχῆς ἀπόδειξιν ἔχει τῆς τῶν Ἀθηναίων, ἐν οἵῳ τρόπῳ κατέστη.

ἱκανὸν μὲν οὖν καὶ τοῦτο τεκμήριον ἦν τοῦ μὴ κατὰ τὸν ἄριστον τρόπον ᾠκονομῆσθαι τὴν διήγησιν

p.342
ὑπʼ αὐτοῦ, λέγω δὴ τὸ μὴ τὴν κατὰ φύσιν ἔχειν ἀρχήν. πρόσεστι δὲ τούτῳ καὶ τὸ μὴ εἰς ἃ ἔδει κεφάλαια τετελευτηκέναι τὴν ἱστορίαν. ἔτη γὰρ ἑπτὰ καὶ εἴκοσιν περιειληφότος τοῦ πολέμου, πάντα τὸν χρόνον τοῦτον ἕως τῆς καταλύσεως αὐτοῦ βιώσας, μέχρι τοῦ δευτέρου καὶ εἰκοστοῦ κατεβίβασεν ἔτους τὴν ἱστορίαν, τῇ περὶ Κυνὸς σῆμα ναυμαχίᾳ τὴν ὀγδόην βύβλον παρεκτείνας, καὶ ταῦτα προειρηκὼς ἐν τῷ προοιμίῳ πάντα περιλήψεσθαι τὰ πραχθέντα κατὰ τόνδε τὸν πόλεμον· καὶ ἐν τῇ πέμπτῃ βύβλῳ πάλιν συνκεφαλαιοῦται τοὺς χρόνους, ἀφʼ οὗ τε ἤρξατο καὶ μέχρι οὗ προελθὼν κατελύθη, ταῦτα κατὰ λέξιν γεγραφώς· καὶ τοῖς ἀπὸ χρησμῶν τι ἰσχυρισαμένοις μόνον δὴ τοῦτο ὀχυρῶς ξυμβάν. ἀεὶ γὰρ ἐγὼ μέμνημαι καὶ ἀρχομένου τοῦ πολέμου καὶ μέχρι οὗ ἐτελεύτησε προφερόμενον ὑπὸ πολλῶν, ὅτι τρὶς ἐννέα ἔτη δέοι γενέσθαι αὐτόν. ἐπεβίων δὲ διὰ παντὸς αὐτοῦ, αἰσθανόμενός τε τῇ ἡλικίᾳ καὶ προσέχων τὴν γνώμην, ὅπως ἀκριβῶς τι εἴσομαι· καὶ ξυνέβη μοι φεύγειν τὴν ἐμαυτοῦ ἔτη εἴκοσι μετὰ τὴν εἰς Ἀμφίπολιν στρατηγίαν, καὶ γενομένῳ παρʼ ἀμφοτέροις τοῖς πράγμασι καὶ οὐχ ἧσσον
p.343
τοῖς Πελοποννησίοις διὰ τὴν φυγὴν καθʼ ἡσυχίαν τι αὐτῶν μᾶλλον αἰσθέσθαι. τὴν οὖν μετὰ τὰ δέκα ἔτη διαφοράν τε καὶ ξύγχυσιν τῶν σπονδῶν καὶ τὰ ἔπειτα, ὡς ἐπολεμήθη, ἐξηγήσομαι.

ὅτι δὲ καὶ περὶ τὰς ἐξεργασίας τῶν κεφαλαίων ἧττον ἐπιμελής ἐστιν, ἢ πλείονας τοῦ δέοντος λόγους ἀποδιδοὺς τοῖς ἐλαττόνων δεομένοις ἢ ῥᾳθυμότερον ἐπιτρέχων τὰ δεόμενα πλείονος ἐξεργασίας, πολλοῖς τεκμηρίοις βεβαιῶσαι δυνάμενος ὀλίγοις χρήσομαι· τὰς μὲν πρώτας Ἀθηναίων καὶ Πελοποννησίων ναυμαχίας ἀμφοτέρας περὶ τὴν τελευτὴν τῆς δευτέρας βύβλου γράφειν ἀρξάμενος, ἐν αἷς πρὸς ἑπτὰ καὶ τεσσαράκοντα ναῦς Πελοποννησίων εἴκοσι ναυσὶν Ἀθηναῖοι μόνοι --- πρὸς πολλαπλασίους τῶν βαρβάρων ναυμαχήσαντες ἃς μὲν διέφθειρον, ἃς δʼ αὐτάνδρους ἔλαβον οὐκ ἐλάττους ἢ ὅσας ἔστειλαν ἐπὶ τὸν πόλεμον. θήσω δὲ καὶ τὴν λέξιν αὐτοῦ. ἐγένετο μετὰ ταῦτα καὶ ἐπʼ Εὐρυμέδοντι ποταμῷ ἐν Παμφυλίᾳ πεζομαχία καὶ ναυμαχία Ἀθηναίων καὶ τῶν ξυμμάχων πρὸς Μήδους, καὶ ἐνίκων τῇ αὐτῇ ἡμέρᾳ ἀμφότερα Ἀθηναῖοι Κίμωνος τοῦ Μιλτιάδου στρατηγοῦντος, καὶ εἷλον τριήρεις Φοινίκων καὶ

p.344
διέφθειρον τὰς πάσας διακοσίας. ὅμοια δʼ ἐστὶ παρʼ αὐτῷ καὶ τὰ κατὰ τὰς πεζικὰς μάχας ἢ μηκυνόμενα πέρα τοῦ δέοντος ἢ συναγόμενα εἰς ἔλαττον τοῦ μετρίου. τὰ μέν γε περὶ Πύλον Ἀθηναίοις πραχθέντα καὶ τὰ περὶ τὴν Σφακτηρίαν καλουμένην νῆσον, ἐν ᾗ Λακεδαιμονίους κατακλείσαντες ἐξεπολιόρκησαν, ἀρξάμενος ἐν τῇ τετάρτῃ βύβλῳ διηγεῖσθαι καὶ μεταξὺ τοῦ πολέμου τοῦδε πράξεις τινὰς ἑτέρας παραδιηγησάμενος, εἶτʼ αὖθις ἐπιστρέψας ἐπὶ τὴν ἀπόδοσιν τῶν ἑξῆς, ἅπαντα τὰ γεγενημένα κατὰ τὰς μάχας ὑπʼ ἀμφοτέρων διελήλυθεν ἀκριβῶς καὶ δυνατῶς, πλείους ἢ τριακοσίους στίχους αὐτὸς ἀποδεδωκὼς ταῖς μάχαις, καὶ ταῦτα οὐ πολλῶν ὄντων οὔτε τῶν ἀπολομένων οὔτε τῶν παραδόντων τὰ ὅπλα. αὐτός γέ τοι συγκεφαλαιούμενος τὰ περὶ τὴν μάχην κατὰ λέξιν οὕτως γράφει· ἀπέθανον δὲ ἐν τῇ νήσῳ καὶ ζῶντες ἐλήφθησαν τοσοίδε· εἴκοσι μὲν ὁπλῖται διέβησαν καὶ τετρακόσιοι οἱ πάντες· τούτων ζῶντες ἐκομίσθησαν ὀκτὼ ἀποδέοντες τριακόσιοι, οἱ δʼ ἄλλοι ἀπέθανον. καὶ Σπαρτιᾶται τούτων ἦσαν εἴκοσι καὶ ἑκατὸν τῶν ζώντων, Ἀθηναίων δὲ οὐ πολλοὶ διεφθάρησαν.
p.345

τῆς δὲ Νικίου στρατηγίας μνησθείς, ὅτε ναῦς ἑξήκοντα καὶ δισχιλίους ὁπλίτας Ἀθηναίων ἐπαγόμενος ἐπὶ Πελοπόννησον ἔπλευσε, κατακλείσας δὲ Λακεδαιμονίους εἰς τὰ φρούρια, τοὺς ἐν Κυθήροις καὶ τοὺς ἐν Θυρέᾳ κατοικοῦντας Αἰγινήτας ἐξεπολιόρκησε καὶ τῆς ἄλλης Πελοποννήσου πολλὴν ἐδῄωσεν, ἐξ ἧς αἰχμαλώτων πλῆθος ἐπαγόμενος ἀπέπλευσεν εἰς τὰς Ἀθήνας, οὕτως εἴρηκεν ἐπιτροχάδην, περὶ μὲν τῶν ἐν Κυθήροις πραγμάτων· καὶ μάχης γενομένης ὀλίγον μέν τινα χρόνον ὑπέστησαν οἱ Κυθήριοι· ἔπειτα τραπόμενοι κατέφυγον εἰς τὴν ἄνω πόλιν καὶ ὕστερον συνέβησαν πρὸς Νικίαν καὶ τοὺς ξυνάρχοντας, Ἀθηναίοις ἐπιτρέψαι περὶ σφῶν αὐτῶν πλὴν θανάτου. περὶ δὲ τῆς Λἰγινητῶν ἁλώσεως τῶν ἐν Θυρέᾳ· ἐν τούτῳ δʼ οἱ Ἀθηναῖοι κατασχόντες καὶ χωρήσαντες εὐθὺς πάσῃ τῇ στρατιᾷ αἱροῦσι τὴν Θυρέαν, καὶ τήν τε πόλιν κατέκαυσαν καὶ τὰ ἐνόντα ἐξεπόρθησαν, τούς τε Αἰγινήτας, ὅσοι μὴ ἐν χερσὶ διεφθάρησαν, ἄγοντες ἀφίκοντο εἰς τὰς Ἀθήνας. γενομένων δὲ περὶ τὰς πόλεις ἀμφοτέρας εὐθὺς ἐν ἀρχῇ τοῦ πολέμου μεγάλων συμφορῶν, διʼ ἃς ἐπεθύμησαν ἀμφότεραι τῆς εἰρήνης, περὶ μὲν τῆς προτέρας, ὅτε Ἀθηναῖοι τετμημένης μὲν αὐτοῖς τῆς χώρας, οἰκοφθορημένης δὲ τῆς πόλεως ὑπὸ λοιμοῦ,

p.346
πᾶσαν ἀπογνόντες βοήθειαν ἄλλην ἀπέστειλαν πρεσβείαν εἰς Σπάρτην εἰρήνης τυχεῖν δεόμενοι, οὔτε τοὺς ἀποσταλέντας ἄνδρας εἴρηκεν οὔτε τοὺς ῥηθέντας ἐκεῖ λόγους ὑπʼ αὐτῶν οὔτε τοὺς ἐναντιωθέντας, ὑφʼ ὧν πεισθέντες Λακεδαιμόνιοι τὰς διαλλαγὰς ἀπεψηφίσαντο· φαύλως δέ πως καὶ ῥᾳθύμως ὡς περὶ μικρῶν καὶ ἀδόξων πραγμάτων ταῦτα εἴρηκε· μετὰ δὲ τὴν δευτέραν εἰσβολὴν τῶν Πελοποννησίων οἱ Ἀθηναῖοι, ὡς ἥ τε γῆ αὐτῶν ἐτέτμητο τὸ δεύτερον καὶ ἡ νόσος ἐπέκειτο ἅμα καὶ ὁ πόλεμος, ἠλλοίωντο τὰς γνώμας, καὶ τὸν Περικλέα ἐν αἰτίᾳ εἶχον ὡς πείσαντα σφᾶς πολεμεῖν καὶ δι’ ἐκεῖνον ταῖς ξυμφοραῖς περιπεπτωκότες· πρὸς δὲ τοὺς Λακεδαιμονίους ὥρμηντο συγχωρεῖν, καὶ πρέσβεις τινὰς πέμψαντες πρὸς αὐτοὺς ἄπρακτοι ἐγένοντο. περὶ δὲ τῆς ὑστέρας, ὅτε Λακεδαιμόνιοι τοὺς περὶ Πύλον ἁλόντας τριακοσίους κομίσασθαι προθέμενοι πρεσβείαν ἀπέστειλαν εἰς τὰς Ἀθήνας, καὶ τοὺς λόγους εἴρηκε τοὺς ὑπὸ τοῦ Λακεδαιμονίου ῥηθέντας τότε καὶ τὰς αἰτίας ἐπελήλυθε, διʼ ἃς οὐκ ἐπετελέσθησαν αἱ σπονδαί.

εἰ μὲν οὖν ἐπὶ τῆς Ἀθηναίων πρεσβείας ἡ τὰ κεφάλαια τῶν γινομένων περιειληφυῖα δήλωσις ἤρκει, λόγων δὲ καὶ παρακλήσεων, αἷς ἐχρήσαντο οἱ πρέσβεις,

p.347
οὐδὲν ἔδει, μήτε πεισθέντων μήτε δεξαμένων τὰς σπονδὰς Λακεδαιμονίων, τί δή ποτε οὐ τὴν αὐτὴν προαίρεσιν ἐφύλαξε καὶ ἐπὶ τῶν ἐκ τῆς Σπάρτης ἀφικομένων εἰς τὰς Ἀθήνας; οὐδὲ γὰρ ἐκεῖνοι διαπραξάμενοι τὴν εἰρήνην ἀπῆλθον. εἰ δʼ ἀκριβῶς ἔδει ταῦτα εἰρῆσθαι, διὰ τί παρέλιπε ῥᾳθύμως ἐκεῖνα; οὐ γὰρ δή γε ἀσθενείᾳ δυνάμεως ἐξείργετο περὶ ἀμφοτέρων τοὺς ἐνόντας εὑρεῖν τε καὶ ἐξειπεῖν λόγους. εἰ δὲ δὴ κατὰ λογισμόν τινα τὴν ἑτέραν προείλετο πρεσβείαν ἐξεργάσασθαι, οὐκ ἔχω συμβαλεῖν, κατὰ τί τὴν Λακωνικὴν προέκρινε τῆς Ἀττικῆς μᾶλλον, τὴν ὑστέραν τοῖς χρόνοις ἀντὶ τῆς προτέρας καὶ τὴν ἀλλοτρίαν ἀντὶ τῆς ἰδίας καὶ τὴν ἐπʼ ἐλάττοσι κακοῖς γενομένην ἀντὶ τῆς ἐπὶ μείζοσι.

πόλεών τε ἁλώσεις καὶ κατασκαφὰς καὶ ἀνδραποδισμοὺς καὶ ἄλλας τοιαύτας συμφορὰς πολλάκις ἀναγκασθεὶς γράφειν ποτὲ μὲν οὕτως ὠμὰ καὶ δεινὰ καὶ οἴκτων ἄξια φαίνεσθαι ποιεῖ τὰ πάθη, ὥστε μηδεμίαν ὑπερβολὴν μήτε ἱστοριογράφοις μήτε ποιηταῖς καταλιπεῖν· ποτὲ δὲ οὕτως ταπεινὰ καὶ μικρά, ὥστε μηδʼ εἰς αἴσθησιν δεινῶν τι πεσεῖν γνώρισμα τοῖς ἀναγινώσκουσι τὸν ἄνδρα. λέγων τε ἃ περὶ τῆς Πλαταιέων πόλεως εἴρηκε καὶ περὶ τῆς Μυτιληναίων καὶ

p.348
περὶ τῆς Μηλίων, οὐδὲν δέομαι τὰς λέξεις ἐκείνας φέρειν, ἐν αἷς ἀπὸ τῆς ἄκρας δυνάμεως ἐξείργασται τὰς συμφορὰς αὐτῶν. ἐν αἷς δʼ ἐπιτρέχει καὶ μικρὰ ποιεῖ τὰ πάθη αὐτῇ ---κατὰ πολλοὺς τόπους τῆς ἱστορίας, τούτων μνησθήσομαι· περὶ δὲ τοὺς αὐτοὺς χρόνους τούτους Σκιωναίους Ἀθηναῖοι ἐκπολιορκήσαντες ἀπέκτειναν τοὺς ἡβῶντας, παῖδας δὲ καὶ γυναῖκας ἠνδραπόδισαν καὶ τὴν γῆν Πλαταιεῦσιν ἔδωκαν νέμεσθαι. καὶ Ἀθηναῖοι πάλιν ἐς Εὔβοιαν διαβάντες Περικλέους στρατηγοῦντος κατεστρέψαντο πᾶσαν· καὶ τὴν ἄλλην ὁμολογίᾳ κατέστησαν, Ἑστιαιεῖς δʼ ἐξοικίσαντες αὐτοὶ τὴν γῆν ἔσχον. ἀνέστησαν δὲ Αἰγινήτας τῷ αὐτῷ χρόνῳ τούτῳ ἐξ Αἰγίνης Ἀθηναῖοι αὐτούς τε καὶ γυναῖκας καὶ παῖδας, ἐπικαλέσαντες οὐχ ἥκιστα τοῦ πολέμου σφίσιν αἰτίους εἶναι· καὶ τὴν Αἴγιναν ἀσφαλέστερον ἐφαίνετο τῇ Πελοποννησίων ἐπικειμένην αὑτῶν πέμψαντες ἐποίκους ἔχειν.

πολλὰ καὶ ἄλλα τις ἂν εὕροι διʼ ὅλης τῆς ἱστορίας ἢ τῆς ἄκρας ἐξεργασίας τετυχηκότα καὶ μήτε πρόσθεσιν

p.349
δεχόμενα μήτʼ ἀφαίρεσιν, ἢ ῥᾳθύμως ἐπιτετροχασμένα καὶ οὐδὲ τὴν ἐλαχίστην ἔμφασιν ἔχοντα τῆς δεινότητος ἐκείνης, μάλιστα δʼ ἐν ταῖς δημηγορίαις καὶ ἐν τοῖς διαλόγοις καὶ ἐν ταῖς ἄλλαις ῥητορείαις. ὧν προνοούμενος ἔοικεν ἀτελῆ τὴν ἱστορίαν καταλιπεῖν, ὡς καὶ Κράτιππος ὁ συνακμάσας αὐτῷ καὶ τὰ παραλειφθέντα ὑπʼ αὐτοῦ συναγαγὼν γέγραφεν, οὐ μόνον ταῖς πράξεσιν αὐτὰς ἐμποδὼν γεγενῆσθαι λέγων, ἀλλὰ καὶ τοῖς ἀκούουσιν ὀχληρὰς εἶναι. τοῦτό γέ τοι συνέντα αὐτὸν ἐν τοῖς τελευταίοις τῆς ἱστορίας φησὶ μηδεμίαν τάξαι ῥητορείαν, πολλῶν μὲν κατὰ τὴν Ἰωνίαν γενομένων, πολλῶν δʼ ἐν ταῖς Ἀθήναις, ὅσα διὰ διαλόγων καὶ δημηγοριῶν ἐπράχθη. εἴ γέ τοι τὴν πρώτην καὶ τὴν ὀγδόην βύβλον ἀντιπαρεξετάζοι τις ἀλλήλαις, οὔτε τῆς αὐτῆς ἂν προαιρέσεως δόξειεν ἀμφοτέρας ὑπάρχειν οὔτε τῆς αὐτῆς δυνάμεως· ἣ μὲν γὰρ ὀλίγα πράγματα καὶ μικρὰ περιέχουσα πληθύει τῶν ῥητορειῶν, ἣ δὲ περὶ πολλὰς καὶ μεγάλας συνταχθεῖσα πράξεις δημηγορικῶν σπανίζει λόγων.

ἤδη δὲ ἔγωγε καὶ ἐν αὐταῖς ἔδοξα ταῖς ῥητορείαις τοῦτο συμβεβηκέναι τῷ ἀνδρὶ τὸ πάθος, ὥστε περὶ τὴν αὐτὴν ὑπόθεσιν καὶ ἐν τῷ αὐτῷ καιρῷ τιθέναι μὲν ἃς οὐκ ἔδει, παραλιπεῖν δὲ ἃς ἔδει λέγεσθαι. οἷόν τι καὶ περὶ τῆς Μυτιληναίων πόλεως ἐν τῇ τρίτῃ

p.350
βύβλῳ πεποίηκε· μετὰ γὰρ τὴν ἅλωσιν αὐτῆς καὶ τὴν τῶν αἰχμαλώτων ἄφιξιν, οὓς ἀπέστειλεν ὁ στρατηγὸς Πάχης, διττῶν ἐκκλησιῶν γενομένων ἐν ταῖς Ἀθήναις τοὺς μὲν ἐν τῇ προτέρᾳ ῥηθέντας ὑπὸ τῶν δημαγωγῶν λόγους παρέλιπεν ὡς οὐκ ἀναγκαίους, ἐν ᾗ τούς τε αἰχμαλώτους ἀποκτεῖναι ὁ δῆμος ἐψηφίσατο καὶ τοὺς ἄλλους Μυτιληναίους ἡβηδόν, γυναῖκας δὲ καὶ παῖδας ἀνδραποδίσαι· τοὺς δʼ ἐν τῇ ὑστεραίᾳ πάλιν ὑπὸ τῶν αὐτῶν ῥηθέντας, ἐν ᾗ μετάνοιά τις ὑπεισῆλθε τοὺς πολλούς, περὶ τὴν αὐτὴν συνταχθέντας ὑπόθεσιν παρέλαβεν ὡς ἀναγκαίους.

ὁ δὲ δὴ περιβόητος ἐπιτάφιος, ὃν ἐν τῇ δευτέρᾳ βύβλῳ διελήλυθε, κατὰ τίνα δή ποτε λογισμὸν ἐν τούτῳ κεῖται τῷ τόπῳ μᾶλλον ἢ οὐκ ἐν ἑτέρῳ; εἴ τε γὰρ ἐν ταῖς μεγάλαις συμφοραῖς τῆς πόλεως, ἐν αἷς Ἀθηναίων πολλοὶ καὶ ἀγαθοὶ μαχόμενοι διεφθάρησαν, τοὺς εἰωθότας ὀλοφυρμοὺς ἐπʼ αὐτοῖς ἐχρῆν λέγεσθαι, εἴ τʼ ἐπὶ ταῖς μεγάλαις εὐπραγίαις, ἐξ ὧν δόξα τις ἐπιφανὴς ἢ δύναμις ἐγένετο τῇ πόλει, τιμᾶσθαι τοῖς ἐπιταφίοις ἐπαίνοις τοὺς ἀποθανόντας, ἐν ᾗ βούλεταί τις μᾶλλον βύβλῳ ἢ ἐν ταύτῃ τὸν ἐπιτάφιον ἥρμοττεν εἰρῆσθαι· ἐν ταύτῃ μὲν γὰρ οἱ κατὰ τὴν πρώτην τῶν Πελοποννησίων εἰσβολὴν πεσόντες Ἀθηναῖοι κομιδῇ τινες ἦσαν ὀλίγοι, καὶ οὐδʼ οὗτοι λαμπρόν τι πράξαντες ἔργον, ὡς αὐτὸς ὁ Θουκυδίδης γράφει· προειπὼν γὰρ περὶ

p.351
τοῦ Περικλέους, ὅτι τὴν πόλιν ἐφύλασσε καὶ διʼ ἡσυχίας μάλιστα ὅσον ἐδύνατο εἶχεν· ἱππέας μέντοι τινὰς ἐξέπεμπεν ἀεὶ τοῦ μὴ προδρόμους ἀπὸ τῆς στρατιᾶς ἐσπίπτοντας εἰς τοὺς ἀγροὺς τοὺς ἐγγὺς τῆς πόλεως κακουργεῖν, καὶ ἱππομαχίαν φησὶ γενέσθαι βραχεῖαν ἐν Φρυγίοις τῶν τε Ἀθηναίων τέλει ἑνὶ τῶν ἱππέων καὶ Θεσσαλοῖς μετʼ αὐτῶν πρὸς τοὺς Βοιωτῶν ἱππέας· ἐν ᾗ οὐκ ἔλαττον ἔσχον οἱ Θεσσαλοὶ καὶ Ἀθηναῖοι, μέχρι οὗ προσβοηθησάντων τοῖς Βοιωτοῖς τῶν ὁπλιτῶν τροπὴ ἐγένετο αὐτῶν, καὶ ἀπέθανον τῶν Θεσσαλῶν καὶ Ἀθηναίων οὐ πολλοί· ἀνείλοντο μέντοι αὐτοὺς αὐθημερὸν ἀσπόνδους· καὶ οἱ Πελοποννήσιοι τρόπαιον τῇ ὑστεραίᾳ ἔστησαν. ἐν δὲ τῇ τετάρτῃ βύβλῳ οἱ μετὰ Δημοσθένους περὶ Πύλον ἀγωνισάμενοι πρὸς Λακεδαιμονίων δύναμιν καὶ ἐκ γῆς καὶ ἐκ θαλάττης καὶ νικήσαντες ἐν ἀμφοτέραις ταῖς μάχαις, δι’ οὓς ἡ πόλις αὐχήματος ἐπληρώθη, πολλῷ πλείους τε καὶ κρείττους ἦσαν ἐκείνων. τί δή ποτε οὖν ἐπὶ μὲν τοῖς ὀλίγοις ἱππεῦσι καὶ οὐδεμίαν οὔτε δόξαν οὔτε δύναμιν τῇ πόλει κτησαμένοις τάς τε ταφὰς ἀνοίγει τὰς δημοσίας ὁ συγγραφεὺς καὶ τὸν ἐπιφανέστατον τῶν δημαγωγῶν Περικλέα τὴν ὑψηλὴν τραγῳδίαν ἐκείνην εἰσάγει διατιθέμενον· ἐπὶ δὲ τοῖς πλείοσι καὶ
p.352
κρείττοσι, διʼ οὓς ὑπέπεσον Ἀθηναίοις οἱ τὸν πόλεμον ἐξενέγκαντες κατʼ αὐτῶν, ἐπιτηδειοτέροις οὖσι ταύτης τῆς τιμῆς τυγχάνειν οὐκ ἐποίησε τὸν ἐπιτάφιον; ἵνα δὲ πάσας ἀφῶ τὰς ἄλλας μάχας τάς τε κατὰ γῆν καὶ κατὰ θάλατταν, ἐν αἷς πολλοὶ διεφθάρησαν, οὓς πολὺ δικαιότερον ἦν κοσμεῖσθαι τοῖς ἐπιταφίοις ἐπαίνοις ἢ τοὺς περιπόλους τῆς Ἀττικῆς, ἱππεῖς δέκα ἢ πεντεκαίδεκα ὄντας, οἱ ἐν Σικελίᾳ μετὰ Νικίου καὶ Δημοσθένους ἀποθανόντες Ἀθηναίων καὶ τῶν συμμάχων ἔν τε ταῖς ναυμαχίαις ἔν τε τοῖς κατὰ γῆν ἀγῶσι καὶ τὸ τελευταῖον ἐν τῇ δυστήνῳ φυγῇ τετρακισμυρίων οὐκ ἐλάττους ὄντες καὶ οὐδὲ ταφῆς δυνηθέντες τυχεῖν τῆς νομίμου πόσῳ μᾶλλον ἦσαν ἐπιτηδειότεροι τυγχάνειν οἴκτων τε καὶ κόσμων ἐπιταφίων; ὃ δʼ οὕτως ἠμέληκε τῶν ἀνδρῶν, ὥστε μηδὲ τοῦτο αὐτὸ εἰπεῖν, ὅτι πένθος δημοσίᾳ προὔθετο ἡ πόλις καὶ τοὺς εἰωθότας ἐναγισμοὺς τοῖς ἐπὶ ξένης ἀποθανοῦσιν ἐπετέλεσεν καὶ τὸν ἐροῦντα ἐπʼ αὐτοῖς ἀπέδειξεν, ὃς τῶν τότε ῥητόρων λέγειν ἦν ἱκανώτατος. οὐ γὰρ δὴ εἰκὸς ἦν Ἀθηναίους ἐπὶ μὲν τοῖς πεντεκαίδεκα ἱππεῦσιν δημοσίᾳ πενθεῖν, τοὺς δʼ ἐν Σικελίᾳ πεσόντας, ἐν οἷς, τῶν δʼ ἐκ καταλόγου πλείους οἱ διαφθαρέντες ἢ πεντακισχίλιοι, μηδεμιᾶς ἀξιῶσαι τιμῆς. ἀλλʼ ἔοικεν ὁ συγγραφεὺς (εἰρήσεται γὰρ ἃ φρονῶ) τῷ Περικλέους προσώπῳ βουλόμενος ἀποχρήσασθαι καὶ τὸν ἐπιτάφιον ἔπαινον ὡς ὑπʼ ἐκείνου
p.353
ῥηθέντα συνθεῖναι, ἐπειδὴ κατὰ τὸ δεύτερον ἔτος ἐτελεύτησεν ἁνὴρ τοῦδε τοῦ πολέμου καὶ οὐδεμιᾷ τῶν μετὰ ταῦτα γενομένων τῇ πόλει συμφορῶν παρεγένετο, εἰς ἐκεῖνο τὸ μικρὸν καὶ οὐκ ἄξιον σπουδῆς ἔργον τὸν ὑπὲρ τὴν ἀξίαν τοῦ πράγματος ἔπαινον ἀποθέσθαι.

ἔτι δὲ μᾶλλον ἴδοι τις ἂν τὸ περὶ τὰς ἐξεργασίας τοῦ συγγραφέως ἀνώμαλον ἐπιλογισάμενος, ὅτι πολλὰ καὶ μεγάλα πράγματα παραλιπὼν τὸ προοίμιον τῆς ἱστορίας μέχρι πεντακοσίων ἐκμηκύνει στίχων, τὰ πρὸ τοῦδε τοῦ πολέμου πραχθέντα τοῖς Ἕλλησι μικρὰ βουλόμενος ἀποδεῖξαι καὶ οὐκ ἄξια τῷδε παραβάλλεσθαι. οὔτε γὰρ τἀληθὲς οὕτως εἶχεν, ὡς ἐκ πολλῶν ἔστι παραδεῖξαι πραγμάτων, οὔτε ὁ τῆς τέχνης ὑπαγορεύει λόγος οὕτω μεθοδεύειν τὰς αὐξήσεις (οὐ γὰρ εἴ τι τῶν μικρῶν μεῖζόν ἐστι, διὰ τοῦτʼ ἐστὶν ἤδη μέγα, ἀλλʼ εἴ τι τῶν μεγάλων ὑπερέχει)· γέγονέ τε αὐτῷ τὸ προοίμιον, τοσαύτας εἰληφὸς ἀποδεικτικὰς τῆς προθέσεως ἐξεργασίας, ἱστορία τις αὐτὴ καθʼ αὑτήν. οἱ δὲ τὰς ῥητορικὰς συνταξάμενοι τέχνας παραγγέλλουσι δείγματα τῶν λόγων τὰ προοίμια ποιεῖν αὐτὰ τὰ κεφάλαια τῶν μελλόντων δηλοῦσθαι προλαμβάνοντας. ὃ δὴ καὶ πεποίηκεν ὁ ἀνὴρ ἐπὶ τῷ τέλει τοῦ προοιμίου, μέλλων ἄρχεσθαι τῆς διηγήσεως, ἐν ἐλάττοσιν ἢ πεντήκοντα στίχοις· ὥστε τὰ πολλὰ ἐκεῖνα καὶ καταβλητικὰ

p.354
τοῦ μεγέθους τῆς Ἑλλάδος οὐκ ἀναγκαίως αὐτῷ παρέλκεσθαι, ὅτι κατὰ τὸν Τρωικὸν πόλεμον οὔπω σύμπασα ἐκαλεῖτο ἑνὶ ὀνόματι ἡ Ἑλλάς, καὶ ὅτι περαιοῦσθαι ναυσὶν ἐπʼ ἀλλήλους οἱ τροφῆς ἀπορούμενοι ἤρξαντο καὶ προσπίπτοντες πόλεσιν ἀτειχίστοις καὶ κατὰ κώμας οἰκουμέναις ἥρπαζον καὶ τὸ πλεῖστον τοῦ βίου ἐντεῦθεν ἐποιοῦντο. τί δʼ ἦν ἀναγκαῖον περὶ τῆς Ἀθηναίων τρυφῆς, ᾗ τὸ παλαιὸν ἐχρῶντο, λέγειν, ὅτι κρωβύλους τε ἀνεπλέκοντο καὶ χρυσοῦς τέττιγας εἶχον ἐπὶ ταῖς κεφαλαῖς; καὶ ὅτι Λακεδαιμόνιοι ἐγυμνώθησάν τε πρῶτοι καὶ εἰς τὸ φανερὸν ἀποδύντες λίπα μετὰ τοῦ γυμνάζεσθαι ἠλείψαντο; ὁ δὲ δὴ ναυπηγὸς ὁ Κορίνθιος Ἀμεινοκλῆς ὁ κατασκευάσας Σαμίοις πρῶτος τέτταρας τριήρεις, καὶ ὁ Σάμου τύραννος Πολυκράτης ὁ Ῥήνειαν ἑλὼν καὶ ἀναθεὶς τῷ Ἀπόλλωνι τῷ Δηλίῳ, καὶ οἱ Φωκαεῖς οἱ Μασσαλίαν οἰκίσαντες ὅτι ναυμαχίᾳ Καρχηδονίους ἐνίκων, καὶ τὰ ἄλλα ὅσα τούτοις ἐστὶν ὅμοια, τίνα καιρὸν εἶχε πρὸ τῆς διηγήσεως λέγεσθαι; εἰ δʼ ἔστιν ὅσιόν μοι καὶ θεμιτὸν εἰπεῖν ἃ φρονῶ,

δοκεῖ μοι κράτιστον ἂν γενέσθαι τὸ προοίμιον, εἰ τὸ τελευταῖον αὐτοῦ μέρος τῇ προθέσει προσήρμοσε πάντα τὰ ἐν μέσῳ παραλιπὼν καὶ τοῦτον τὸν τρόπον αὐτὸ κατεσκεύασε· Θουκυδίδης Ἀθηναῖος συνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων, ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἀρξάμενος εὐθὺς καθισταμένου

p.355
καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενμένων· τεκμαιρόμενος, ὅτι ἀκμάζοντές τε ἦσαν ἐς αὐτὸν ἀμφότεροι παρασκευῇ τῇ πάσῃ, καὶ τὸ ἄλλο Ἑλληνικὸν ὁρῶν ξυνιστάμενον πρὸς ἑκατέρους, τὸ μὲν εὐθύς, τὸ δὲ καὶ διανοούμενον. κίνησις γὰρ αὕτη δὴ μεγίστη τοῖς Ἕλλησιν ἐγένετο καὶ μέρει τινὶ τῶν βαρβάρων, ὡς δʼ εἰπεῖν καὶ ἐπὶ πλεῖστον ἀνθρώπων. τὰ γὰρ πρὸ αὐτῶν καὶ ἔτι παλαιότερα σαφῶς μὲν εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατον ἦν· ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακρότατον σκοποῦντι πιστεύειν ξυμβαίνει, οὐ μεγάλα νομίζω γενέσθαι οὔτε κατὰ τοὺς πολέμους οὔτε ἐς τὰ ἄλλα· οὔτε ὡς ποιηταὶ ὑμνήκασι περὶ αὐτῶν ἐπὶ τὸ μεῖζον κοσμοῦντες, μᾶλλον πιστεύων, οὔτε ὡς λογογράφοι συνέθεσαν ἐπὶ τὸ προσαγωγότερον τῇ ἀκροάσει ἢ ἀληθέστερον, ὄντα ἀνεξέλεγκτα καὶ τὰ πολλὰ ὑπὸ χρόνου αὐτῶν ἀπίστως ἐπὶ τὸ μυθῶδες ἐκνενικηκότα· εὑρῆσθαι δὲ ἡγησάμενος ἐκ τῶν ἐπιφανεστάτων ὡς παλαιὰ εἶναι ἀποχρώντως. καὶ ὁ πόλεμος οὗτος, καίπερ τῶν ἀνθρώπων, ἐν ᾇ μὲν ἂν πολεμῶσι, τὸν παρόντα ἀεὶ μέγιστον κρινόντων, παυσαμένων δὲ τἀρχαῖα μᾶλλον θαυμαζόντων, ἀπʼ αὐτῶν τῶν ἔργων σκοποῦσι δηλώσει ὅμως μείζων γεγενημένος αὐτῶν. καὶ ὅσα μὲν λόγῳ εἶπον ἕκαστοι ἢ μέλλοντες πολεμήσειν
p.356
ἤ ἐν αὐτῷ ἤδη ὄντες, χαλεπὸν τὴν ἀκρίβειαν αὐτὴν τῶν λεχθέντων διαμνημονεῦσαι ἦν ἐμοί τε ὧν αὐτὸς ἤκουσα καὶ τοῖς ἄλλοθέν ποθεν ἐμοὶ ἀπαγγέλλουσιν· ὡς δʼ ἂν ἐδόκουν μοι ἕκαστοι περὶ τῶν ἀεὶ παρόντων τὰ δέοντα μάλιστα εἰπεῖν, ἐχομένῳ ὅ τι ἐγγύτατα τῆς ξυμπάσης γνώμης τῶν ἀληθῶς λεχθέντων, οὕτως εἴρηται. τὰ δὲ ἔργα τῶν πραχθέντων ἐν τῷ πολέμῳ οὐκ ἐκ τοῦ παρατυχόντος ἠξίωσα γράφειν οὐδʼ ὡς ἐμοὶ δοκεῖ, ἀλλʼ οἷς τε αὐτὸς παρῆ καὶ παρὰ τῶν ἄλλων ὅσον δυνατὸν ἀκριβείᾳ περὶ ἑκάστου ἐπεξελθών. ἐπιπόνως δὲ εὑρίσκετο, διότι οἱ παρόντες τοῖς ἔργοις οὐ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἔλεγον, ἀλλʼ ὡς ἑκατέρων τις εὐνοίας ἢ μνήμης ἔχοι. καὶ ἐς μὲν ἀκρόασιν ἴσως τὸ μὴ μυθῶδες αὐτῶν ἀτερπέστερον φανεῖται· ὅσοι δὲ βουλήσονται τῶν γεγονότων τὸ σαφὲς σκοπεῖν καὶ τῶν μελλόντων ποτὲ αὖθις κατὰ τὸ ἀνθρώπινον τοιούτων καὶ παραπλησίων ἔσεσθαι, ὠφέλιμα κρίνειν αὐτά, ἀρκούντως ἕξει· κτῆμά τε ἐς ἀεὶ μᾶλλον ἢ ἀγώνισμα εἰς τὸ παραχρῆμα ἀκούειν ξύγκειται. τῶν δὲ πρότερον ἔργων μέγιστον ἐπράχθη τὸ Μηδικόν· καὶ τοῦτο ὅμως δυεῖν ναυμαχίαιν καὶ πεζομαχίαιν τὴν κρίσιν ἔσχεν· τούτου δὲ τοῦ πολέμου μῆκός τε μέγα προὔβη παθήματά τε ξυνηνέχθη γενέσθαι ἐν αὐτῷ τῇ Ἑλλάδι οἷα
p.357
οὐχ ἕτερα ἐν ἴσῳ χρόνῳ. οὔτε γὰρ πόλεις τοσαίδε ληφθεῖσαι ἠρημώθησαν αἳ μὲν ὑπὸ βαρβάρων, αἳ δʼ ὑπὸ σφῶν αὐτῶν ἀντιπολεμούντων, εἰσὶ δὲ αἳ καὶ οἰκήτορας μετέβαλον ἁλισκόμεναι· οὔτε φυγαὶ τοσαίδε ἀνθρώπων καὶ φόνος ὃ μὲν κατʼ αὐτὸν τὸν πόλεμον, ὃ δὲ διὰ τὸ στασιάζειν. τά τε πρότερον ἀκοῇ μὲν λεγόμενα, ἔργῳ δὲ σπανιώτερον βεβαιούμενα οὐκ ἄπιστα κατέστη σεισμῶν τε πέρι, οἳ ἐπὶ πλεῖστον ἅμα μέρος γῆς καὶ ἰσχυρότατοι οἱ αὐτοὶ ἐπέσχον, ἡλίου τε ἐκλείψεις, αἳ πυκνότεραι παρὰ τὰς ἐκ τοῦ πρὶν χρόνου μνημονευομένας ξυνέβησαν, αὐχμοί τε ἔστι παρ οἷς μεγάλοι, καὶ ἀπʼ αὐτῶν καὶ λιμοί· καὶ ἡ οὐχ ἥκιστα βλάψασα καὶ μέρος τι φθείρασα, ἡ λοιμώδης νόσος· ταῦτα γὰρ πάντα μετὰ τοῦδε τοῦ πολέμου ἅμα ξυνεπέθετο. ἤρξαντο δὲ αὐτοῦ Ἀθηναῖοι καὶ Πελοποννήσιοι λύσαντες τὰς τριακοντούτεις σπονδάς, αἳ αὐτοῖς ἐγένοντο μετʼ Εὐβοίας ἅλωσιν. διότι δὲ ἔλυσαν, τὰς αἰτίας προέγραψα πρῶτον καὶ τὰς διαφορὰς τοῦ μή τινα ζητῆσαί ποτε, ἐξ ὅτου τοσοῦτος πόλεμος τοῖς Ἕλλησι κατέστη.