De Dinarcho

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.

περὶ Δεινάρχου τοῦ ῥήτορος οὐδὲν εἰρηκὼς ἐν τοῖς περὶ τῶν ἀρχαίων γραφεῖσιν διὰ τὸ μήτε εὑρετὴν ἰδίου γεγονέναι χαρακτῆρος τὸν ἄνδρα, ὥσπερ τὸν Λυσίαν καὶ τὸν Ἰσοκράτην καὶ τὸν Ἰσαῖον, μήτε τῶν εὑρημένων ἑτέροις τελειωτήν, ὥσπερ τὸν Δημοσθένη καὶ τὸν Αἰσχίνη καὶ τὸν Ὑπερείδην ἡμεῖς κρίνομεν, ὁρῶν δὲ καὶ τοῦτον τὸν ἄνδρα παρὰ πολλοῖς ἠξιωμένον ὀνόματος ἐπὶ δεινότητι λόγων καὶ ἀπολελοιπότα δημοσίους τε καὶ ἰδίους λόγους οὔτε ὀλίγους οὔτʼ εὐκαταφρονήτους, ἡγησάμην δεῖν μὴ παραλιπεῖν αὐτόν, ἀλλὰ καὶ περὶ τοῦ βίου καὶ τοῦ χαρακτῆρος αὐτοῦ διελθεῖν καὶ διορίσαι τούς τε γνησίους καὶ ψευδεῖς λόγους πάντων ἢ τῶν γε πλείστων ἀναγκαιότερον οἶμαι τοῖς μὴ ἐκ περιζώματος ἀσκοῦσι ῥητορικήν. ἅμα δὲ ὁρῶν οὐδὲν ἀκριβὲς οὔτε Καλλίμαχον οὔτε τοὺς ἐκ Περγάμου γραμματικοὺς περὶ αὐτοῦ γράψαντας, ἀλλὰ παρὰ τὸ μηδὲν ἐξετάσαι περὶ αὐτοῦ τῶν ἀκριβεστέρων ἡμαρτηκότας, ὡς μὴ μόνον ἐψεῦσθαι πολλὰ ἀλλὰ καὶ λόγους τοὺς οὐδὲν μὲν αὐτῷ προσήκοντας ὡς Δεινάρχου

p.298
τούτῳ προστίθεσθαι, τοὺς δʼ ὑπʼ αὐτοῦ γραφέντας ἑτέρων εἶναι λέγειν· ἀλλὰ Δημήτριος ὁ Μάγνης, ὃς ἔδοξε γενέσθαι πολυἵστωρ, ἐν τῇ περὶ τῶν ὁμωνύμων πραγματείᾳ λέγων καὶ περὶ τούτου τοῦ ἀνδρὸς καὶ ὑπόληψιν παρασχών, ὡς περὶ αὐτοῦ λέξων τι ἀκριβές, διεψεύσθη τῆς δόξης. οὐθὲν δὲ κωλύει καὶ τὰς λέξεις παραθέσθαι τοῦ ἀνδρός. ἔστι δὲ τὰ ὑπʼ αὐτοῦ γραφέντα τάδε· Δεινάρχοις δʼ ἐνετύχομεν τέτταρσιν· ὧν ἐστιν ὃ μὲν ἐκ τῶν ῥητόρων τῶν Ἀττικῶν, ὃ δὲ τὰς περὶ Κρήτην συναγήοχε μυθολογίας, ὃ δὲ πρεσβύτερος μὲν ἀμφοῖν τούτοιν, Δήλιος δὲ τὸ γένος, πεπραγματευμένος τοῦτο μὲν ἔπος, τοῦτο δὲ πράγματα, τέταρτος δὲ ὁ περὶ Ὁμήρου λόγον συντεθεικώς. ἐθέλω δὲ πρὸς μέρος περὶ ἑκάστου διελθεῖν, καὶ πρῶτον περὶ τοῦ ῥήτορος. ἔστι τοίνυν οὗτος κατά γε τὴν ἐμὴν δόξαν οὐδὲν ἀπολείπων τῆς Ὑπερείδου χάριτος, ὥστʼ εἰπεῖν· καὶ νύ κεν ἢ παρέλασσεν. ἐνθύμημα γὰρ φέρει πειστικὸν καὶ σχῆμα παντοδαπόν, πιθανότητός γε μὴν οὕτως εὖ ἥκει, ὥστε παριστάνειν τοῖς ἀκούουσι, μὴ ἄλλως γεγονέναι τὸ πρᾶγμα ἢ ὡς αὐτὸς λέγει. καὶ νομίσειεν ἄν τις εὐήθεις εἶναι τοὺς ὑπολαβόντας τὸν λόγον τὸν κατὰ Δημοσθένους εἶναι τούτου· πολὺ γὰρ ἀπέχει τοῦ χαρακτῆρος. ἀλλʼ ὅμως τοσοῦτον σκότους
p.299
ἐπιπεπόλακεν, ὥστε τοὺς μὲν ἄλλους αὐτοῦ λόγους σχεδόν που ὑπὲρ ἑξήκοντα καὶ ἑκατὸν ὄντας πάντας ἀγνοεῖν συμβέβηκε, τὸν δὲ μὴ γραφέντα ὑπʼ αὐτοῦ μόνον ἐκείνου νομίζεσθαι. ἡ δὲ λέξις ἐστὶ τοῦ Δεινάρχου κυρίως ἠθική, πάθος κινοῦσα, σχεδὸν τῇ πικρίᾳ μόνον καὶ τῷ τόνῳ τοῦ Δημοσθενικοῦ χαρακτῆρος λειπομένη, τοῦ δὲ πιθανοῦ καὶ κυρίου μηδὲν ἐνδέουσα.

ἐκ τούτων οὐδὲν ἔστιν οὔτε ἀκριβὲς ἀλλʼ οὐδὲ ἀληθὲς εὑρεῖν· οὔτε γὰρ γένος τἀνδρὸς οὔτε χρόνους, καθʼ οὓς ἦν, οὔτε τόπον, ἐν ᾧ διέτριψε, δεδήλωκεν, ὀνόματα δὲ μόνον κοινὰ καὶ περιτρέχοντα ἐσπούδασε καὶ πλῆθος λόγων εἶπεν οὐδενὶ τῶν --- σύμφωνον. ἔδει δὲ τοὐναντίον. ἃ οὖν ἐγὼ αὐτὸς διʼ ἐμαυτοῦ κατελαβόμην, ταῦτʼ ἐστίν· Δείναρχος ὁ ῥήτωρ υἱὸς μὲν ἦν Σωστράτου, Κορίνθιος δὲ τὸ γένος, ἀφικόμενος δὲ εἰς Ἀθήνας, καθʼ ὃν χρόνον ἤνθουν αἵ τε τῶν φιλοσόφων καὶ ῥητόρων διατριβαί, Θεοφράστῳ τε συνεγένετο καὶ Δημητρίῳ τῷ Φαληρεῖ. εὐφυὴς δὲ περὶ τοὺς πολιτικοὺς λόγους γενόμενος ἀκμαζόντων ἔτι τῶν περὶ Δημοσθένην ἤρξατο λόγους γράφειν καὶ προῄει κατὰ μικρὸν εἰς δόξαν. μάλιστα δὲ ἤκμασε μετὰ τὴν Ἀλεξάνδρου τελευτήν, Δημοσθένους μὲν καὶ τῶν ἄλλων ῥητόρων φυγαῖς ἀιδίοις καὶ θανάτοις περιπεσόντων, οὐδενὸς δʼ ὑπολειπομένου μετʼ αὐτοὺς ἀνδρὸς ἀξίου

p.300
λόγου. καὶ διατετέλεκεν ἐτῶν πεντεκαίδεκα χρόνον λόγους συγγράφων τοῖς βουλομένοις, ἕως Κάσσανδρος τὴν πόλιν κατέσχεν. ἐπὶ δὲ Ἀναξικράτους ἄρχοντος, ἐφʼ οὗ κατέλυσαν τὴν ἐν τῇ Μουνυχίᾳ φρουρὰν ὑπὸ Κασσάνδρου κατασταθεῖσαν οἱ περὶ Ἀντίγονον καὶ Δημήτριον τοὺς βασιλεῖς, αἰτίαν ἔχων ἅμα τοῖς ἐπιφανεστάτοις Ἀθηναίων καίτοι ξένος αὐτὸς ὢν καταλῦσαι τὸν δῆμον, ὁρῶν ἠρεθισμένους τοὺς Ἀθηναίους καὶ μάλιστα τῷ πλουτεῖν ἑαυτὸν ὑφορωμένους, μὴ διὰ τοῦτο πάθῃ τι δεινόν, εἰσελθεῖν μὲν εἰς δικαστήριον οὐχ ὑπέμεινεν, ἐξελθὼν δὲ τῆς πόλεως καὶ ἐλθὼν εἰς Χαλκίδα τὴν ἐν Εὐβοίᾳ, τὸν ἀπʼ Ἀναξικράτους χρόνον ἕως Φιλίππου πεντεκαιδεκαετῆ γενόμενον ἐκεῖ διέτριψεν, εἴ τις αὐτῷ γένοιτο διὰ Θεοφράστου καὶ τῶν

ἄλλων φίλων κάθοδος, περιμένων. συγχωρήσαντος δὲ τοῦ βασιλέως μετὰ τῶν ἄλλων φυγάδων κἀκείνῳ κατελθεῖν, ἀφικόμενος εἰς Ἀθήνας καὶ παρʼ ἑνὶ τῶν φίλων Προξένῳ καταχθεὶς τὸ χρυσίον ἀπολλύει γηραιὸς ὢν ἤδη καὶ τὰς ὄψεις ἀσθενής. ὀλιγώρως δʼ ἔχοντος τοῦ Προξένου πρὸς τὴν ζήτησιν, δίκην ἔλαχεν αὐτῷ περὶ τῶν χρημάτων αὐτὸς οὐδεπώποτε πρότερον εἰς δικαστήριον παρελθών. οὗτος μὲν ὁ βίος τἀνδρός. ἀποδείκνυται δʼ ἕκαστον αὐτῶν ἔκ τε τῶν ἱστοριῶν τῶν Φιλοχόρου καὶ ἐξ ὧν αὐτὸς περὶ αὐτοῦ

p.301
ξυνέγραψεν ἐν τῷ λόγῳ τῷ κατὰ Προξένου, ὃς εἴρηται μὲν μετὰ τὴν φυγήν, προσκειμένην δὲ ἔχει τὴν γραφὴν ταύτην· Δείναρχος Σωστράτου Κορίνθιος Προξένῳ, ᾧ σύνειμι, βλάβης ταλάντων δύο. ἔβλαψέ με Πρόξενος, ὑποδεξάμενος εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ τὴν ἐν ἀγρῷ, ὅτε πεφευγὼς Ἀθήνηθεν κατῄειν ἐκ Χαλκίδος, χρυσίου μὲν στατῆρας ὀγδοήκοντα καὶ διακοσίους καὶ πέντε, οὓς ἐκόμισα ἐκ Χαλκίδος εἰδότος Προξένου καὶ εἰσῆλθον ἔχων εἰς τὴν οἰκίαν αὐτοῦ, ἀργυρώματα δὲ οὐκ ἔλαττον εἴκοσι μνῶν ἄξια, ἐπιβουλεύσας τούτοις. οὐ μὴν ἀλλὰ καὶ ἐν αὐτῷ τῷ λόγῳ εὐθὺς μὲν ἐν ἀρχῇ περὶ τοῦ μηδεμίαν δίκην πρότερον εἰσελθεῖν δεδήλωκεν, ἐν δὲ τοῖς πρότερον μετὰ ταῦτα πρῶτον μὲν ἐν τῷ προοιμίῳ τὴν βλάβην τὴν γενομένην αὐτῷ διὰ Προξένου δεδήλωκεν, ἐν δὲ τοῖς ἑξῆς περί τε τῆς φυγῆς καὶ τῶν ἄλλων διεξέρχεται πάντων, ἐξ ὧν γίγνεται φανερὰ τὰ προειρημένα, καὶ ἔτι πρὸς τούτοις, ὅτι ξένος διέμεινε καὶ γέρων ἤδη ὢν εἶπε τὸν λόγον, ἐξ ὦν ἐπὶ τῷ τέλει τῆς δίκης εἴρηκε.

ταῦτα μὲν αὐτὸς ὁ Δείναρχος περὶ ἑαυτοῦ. Φιλόχορος δὲ ἐν ταῖς Ἀττικαῖς ἱστορίαις περί τε τῆς φυγῆς τῶν καταλυσάντων τὸν δῆμον καὶ περὶ τῆς καθόδου πάλιν οὕτως λέγει· τοῦ γὰρ Ἀναξικράτους ἄρχοντος εὐθὺ μὲν ἡ τῶν Μεγαρέων πόλις ἑάλω· ὁ δὲ Δημήτριος

p.302
ὁ βασιλεὺς κατελθὼν ἐκ τῶν Μεγάρων κατεσκευάζετο τὰ πρὸς τὴν Μουνυχίαν καὶ τὰ τείχη κατασκάψας ἀπέδωκε τῷ δήμῳ. ὕστερον δὲ εἰσηγγέλθησαν πολλοὶ τῶν πολιτῶν, ἐν οἷς καὶ Δημήτριος ὁ Φαληρεύς. τῶν δʼ εἰσαγγελθέντων οὓς μὲν οὐχ ὑπομείναντας τὴν κρίσιν ἐθανάτωσαν τῇ ψήφῳ, οὓς δʼ ὑπακούσαντας ἀκούσαντας ἀπέλυσαν. ταῦτα μὲν οὖν τῆς ὀγδόης. ἐν δὲ τῇ ἐνάτῃ φησί· τοῦ δʼ ἐνιαυτοῦ τουδὶ διελθόντος, ἑτέρου δʼ εἰσιόντος, ἐν ἀκροπόλει σημεῖον ἐγένετο τοιοῦτον· κύων εἰς τὸν τῆς Πολιάδος νεὼν εἰσελθοῦσα καὶ δῦσα εἰς τὸ Πανδρόσειον, ἐπὶ τὸν βωμὸν ἀναβᾶσα τοῦ Ἑρκείου Διὸς τὸν ὑπὸ τῇ ἐλαίᾳ κατέκειτο. πάτριον δʼ ἐστὶ τοῖς Ἀθηναίοις, κύνα μὴ ἀναβαίνειν εἰς ἀκρόπολιν. περὶ τὸν αὐτὸν δὲ χρόνον καὶ ἐν τῷ οὐρανῷ μεθʼ ἡμέραν ἡλίου τʼ ἐξέχοντος καὶ οὔσης αἰθρίας ἀστὴρ ἐπί τινα χρόνον ἐγένετο ἐκφανής. ἡμεῖς δʼ ἐρωτηθέντες ὑπέρ τε τοῦ σημείου καὶ τοῦ φαντάσματος, εἰς ὃ φέρει, φυγάδων κάθοδον ἔφαμεν προσημαίνειν ἀμφότερα καὶ ταύτην οὐκ ἐκ μεταβολῆς πραγμάτων ἐσομένην, ἀλλʼ ἐν τῇ καθεστώσῃ πολιτείᾳ· καὶ τὴν κρίσιν ἐπιτελεσθῆναι συνέβη.

προειρημένων δὴ τούτων ἓν ἔτι λείπεται καὶ ἀναγκαιότατον, τὴν ἡλικίαν αὐτοῦ διορίσαι, ἵνα καὶ

p.303
περὶ τῶν λόγων τῶν τε γνησίων αὐτοῦ καὶ μὴ σαφές τι ἔχωμεν λέγειν. τίθεμεν δὴ αὐτὸν ἑβδομηκοστὸν ἔχοντα ἔτος ἀπὸ τῆς φυγῆς κατεληλυθέναι, ὡς καὶ αὐτός φησι, γέροντα αὑτὸν ἀποκαλῶν· ἀφʼ οὗ χρόνου καὶ καλεῖν τοὺς ἐν τῇ ἡλικίᾳ ταύτῃ μάλιστα εἰώθαμεν. ὑποκειμένων δὲ τούτων ὁλοσχερεῖ λογισμῷ (τὸ γὰρ ἀκριβὲς οὐκ ἔχομεν) εἴη ἂν κατὰ Νικόφημον ἄρχοντα γεγονώς. εἰ δέ τις ἢ πρεσβύτερον ἢ νεώτερον τῶν εἰρημένων χρόνων αὐτὸν εἶναι φήσει, πρὸς τῷ μηδὲν ὑγιὲς λέγειν καὶ λόγους αὖ πολλοὺς ἀφελεῖται, μᾶλλον δὲ πάντας πλὴν πέντε ἢ ἕξ, τῶν μὲν πρεσβύτερον αὐτόν, τῶν δὲ νεώτερον εἶναι λέγων. οὐ μὴν ἀλλὰ καὶ ἄρξασθαι λέγοντες αὐτὸν λόγους συγγράφειν ἀπὸ τοῦ πέμπτου ἢ ἕκτου πρὸς τῷ εἰκοστῷ ἔτους οὐκ ἂν ἁμάρτοιμεν, ἄλλως τε καὶ τῶν περὶ Δημοσθένη τότε ἀκμαζόντων. ἕκτος δὲ καὶ εἰκοστός ἐστιν ἀπὸ Νικοφήμου Πυθόδημος. ὥσθʼ ὅσους εὑρίσκομεν πρεσβυτέρους τούτου τοῦ ἄρχοντος τοὺς φερομένους εἰς αὐτὸν λόγους εἴ τις γνησίους θήσεται, ἀπιστοίημεν ἂν εἰκότως· ἔτι δὲ καὶ τοὺς ἀπʼ Ἀναξικράτους ἕως Φιλίππου τετελεσμένους ἀγῶνας ὁμοίως ἐν τοῖς ψευδέσιν ἀναγράφοιμεν ἄν· οὐ γὰρ εἰς Χαλκίδα ἄν τινες ἔπλεον λόγων χάριν ἢ ἰδίων ἢ δημοσίων· οὐ γὰρ τέλεον ἠπόρουν οὕτω λόγων.
p.304
ἐπεὶ δὲ ὁ χρόνος τἀνδρὸς ὡς οἷόν τε ἀκριβέστατα εὕρηται, πρὸς ὃν καὶ τῶν λόγων τούς τε γνησίους καὶ μὴ διακρινοῦμεν, καιρὸς ἤδη καὶ περὶ τοῦ χαρακτῆρος αὐτοῦ λέγειν. ἔστι δὲ δυσόριστον. οὐδὲν γὰρ οὔτε

κοινὸν οὔτʼ ἴδιον ἔσχεν οὔτʼ ἐν τοῖς ἰδίοις οὔτʼ ἐν τοῖς δημοσίοις ἀγῶσιν, ἀλλὰ καὶ τοῖς Λυσίου παραπλήσιος ἔστιν ὅπου γίνεται καὶ τοῖς Ὑπερείδου καὶ τοῖς Δημοσθένους λόγοις. καὶ τούτων πολλὰ ἄν τις ἔχοι παραδείγματα ἐκθέσθαι. τοῦ μὲν Λυσιακοῦ χαρακτῆρος ἔν τε τῷ περὶ Μνησικλέους λόγῳ καὶ ἐν τῷ κατὰ Λυσικράτους ὑπὲρ Νικομάχου καὶ ἐν ἄλλοις πολλοῖς. τοῦ δʼ Ὑπερειδείου ταῖς τε οἰκονομίαις ἀκριβεστέρου καὶ ταῖς κατασκευαῖς γενναιοτέρου πως ὄντος τῶν Λυσιακῶν ἐν πλείοσι μὲν ἢ τριάκοντα Δεινάρχου λόγοις παραδείγματα εὑρεῖν ἔστιν, οὐχ ἥκιστα δὲ καὶ ἐν τῷ περὶ τῆς Ἀγάθωνος διαμαρτυρίας. οὐ μὴν ἀλλὰ καὶ τοῦ Δημοσθενικοῦ χαρακτῆρος, ὃν μάλιστα ἐμιμήσατο, πολὺ πλείω δύναιτʼ ἄν τις εἰπεῖν, ἄλλως τε καὶ ἐν τῷ κατὰ Πολυεύκτου. προοιμιάζεται γὰρ ὁμοίως ἐκείνῳ, καὶ διʼ ὅλου τοῦ λόγου παραπλήσιος μεμένηκε.

πῶς οὖν ἄν τις δυνηθείη τοὺς γνησίους αὑτῷ γνωρίζειν λόγους; πρῶτον μὲν εἰ ἐπίσταιτο τοὺς τῶν ἄλλων χαρακτῆρας, ἔπειτα τοὺς μὲν Λυσίου παραπλησίους λόγους τούτῳ προσφέροι, τοὺς δʼ Ὑπερείδου

p.305
δόξαντας εἶναί τισι Δεινάρχου λέγοι μακρὰ ταῖς ἐπιγραφαῖς τῶν βυβλίων χαίρειν εἰπών, τοὺς δὲ τῷ Δημοσθενικῷ χαρακτῆρι προσεληλυθότας ὡς οἷόν τε τούτου τοῦ ἀνδρὸς διαβεβαιοῖτο εἶναι. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ῥητόρων, οὕς μεμίμηται, μεγίστη γνῶσις ἡ ὁμοείδεια τῶν λόγων. αὐτίκα ὁ μὲν Λυσίας ἔν τε τοῖς ἰδίοις καὶ τοῖς δημοσίοις ἀγῶσιν αὐτὸς αὑτῷ ὁμολογούμενός ἐστιν --- εἰς δὲ τὸν λεκτικὸν τόπον κατὰ τὴν τῶν ὀνομάτων σαφήνειαν καὶ σύνθεσιν αὐτοφυῆ μὲν καὶ λείαν εἶναι δοκοῦσαν, παντὸς δὲ λόγου κατὰ τὴν ἡδονὴν διαφέρουσαν. ὁ δʼ Ὑπερείδης κατὰ μὲν τὴν ἐκλογὴν τῶν ὀνομάτων ἡττᾶται Λυσίου, κατὰ δὲ τὸν πραγματικὸν τόπον διαφέρει. διηγεῖται δὲ πολλαχῶς, ποτὲ μὲν κατὰ φύσιν ποτὲ δὲ ἀπὸ τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν πορευόμενος. πιστοῦταί τε οὐ κατʼ ἐνθύμημα μόνον, ἀλλὰ καὶ κατʼ ἐπιχείρημα πλατύνων. ὁ δὲ τούτους τε καὶ τοὺς ἄλλους πάντας ὑπερβαλλόμενος Δημοσθένης, ἅπαντα μιμησάμενος καὶ πάντων τὰ κάλλιστα ἐκλεξάμενος, δῆλος μὲν καὶ τῇ φωνῇ μόνον, δῆλος δὲ καὶ τῷ καθʼ ἕνα ἕκαστον λόγον πρέποντι, οὐ μὴν ἀλλὰ καὶ τῇ συνθέσει καὶ τῷ τῶν σχηματισμῶν ἀγκύλῳ καὶ τῇ οἰκονομίᾳ καὶ τῷ πάθει καὶ τὸ μέγιστον τῇ δεινότητι. ὁ δὲ Δείναρχος οὔτε
p.306
ὅμοιος ἐν ἅπασίν ἐστιν οὔτʼ ἰδίου τινὸς εὑρετής, διʼ οὗ γνώσεταί τις αὐτὸν ἀκριβῶς, ἢ τοῦτον τὸν τρόπον· πολὺ γὰρ ἐμφαίνει μιμήσεις τε καὶ αὐτῶν ὡς πρὸς τῶν λόγων τἀρχέτυπον διαφοράν, ὡς καὶ ἐπὶ τῶν Ἰσοκράτους μαθητῶν καὶ αὐτοῦ τοῦ Ἰσοκράτους.

ἔστωσαν δή τινες ἐπιγραφόμενοι λόγοι ὡς ὄντες Δεινάρχου, πολλὴν ἔχοντες πρὸς τὰ Λυσιακὰ ὁμοιότητα. τούτων ὁ βουλόμενος ποιεῖσθαι τὴν διάγνωσιν πρῶτον μὲν τὴν ἰδιότητα τοῦ ἀνδρὸς ἐκείνου θεωρείτω, ἔπειτʼ ἐὰν μὲν ἀρετήν τε καὶ χάριν τοῖς λόγοις ἐπανθοῦσαν ἴδῃ καὶ τὴν τῶν ὀνομάτων ἐκλογὴν ἐνοῦσαν καὶ τὸ μηδὲν ἄψυχον εἶναι τῶν λεγομένων, θαρρῶν λεγέτω τούτους Λυσίου. ἐὰν δὲ μήτε τὸ χάριεν ὅμοιον εὑρίσκῃ μήτε τὸ πιθανὸν καὶ τὸ τῶν ὀνομάτων ἀκριβὲς μήτε τὸ τῆς ἀληθείας ἁπτόμενον, ἐν τοῖς Δεινάρχου λόγοις αὐτοὺς ἐάτω. ὁμοίως καὶ ἐπὶ τῶν Ὑπερείδου· ἐὰν τῆς μὲν λέξεως τὸ ἰσχυρόν, τῆς δὲ συνθέσεως τὸ ἁπλοῦν, τῶν δὲ πραγμάτων τὸ εὔκαιρον, τῆς δὲ κατασκευῆς τὸ μὴ τραγικὸν μηδὲ ὀγκῶδες ἔχῃ (ταῦτα γὰρ μέγιστα ἐκείνου τοῦ ἀνδρὸς ἴδιά ἐστιν), Ὑπερείδου λεγέτω. ἐὰν δὲ ἐνδεεστέρως ἐν αὐτοῖς τούτοις ἔχῃ, κἂν τὰ ἄλλα πάντα μὴ φαύλως ᾖ γεγραμμένα, ἐν τοῖς Δεινάρχου πάλιν ἀναγραφέτω. τὸ δʼ αὐτὸ καὶ περὶ Δημοσθένους ὑπολαμβάνομεν. ἐὰν μὲν

p.307
καὶ ἡ τῆς λέξεως μεγαλοπρέπεια καὶ ἡ τῆς συνθέσεως ἐξαλλαγὴ καὶ τὸ τῶν παθῶν ἔμψυχον καὶ τὸ διὰ πάσης κεραίας διῆκον πικρὸν καὶ νοερὸν τό τε πνεῦμα καὶ ἡ δεινότης πᾶσι παρέπηται, μηθὲν ἔτι τὸ κωλῦον ἔστω ἐν τοῖς Δημοσθένους αὐτοὺς ἀναγράφειν. ἐὰν δʼ ἐλλείπῃ τὸ ἐν ἑκάστῳ τούτων ἄκρον ἢ τὸ διὰ πάσης ἰδέας ὅμοιον, μενέτωσαν ἐν τοῖς Δειναρχείοις. ὡς δὲ καθόλου εἰπεῖν, δύο τρόπους τῆς διαφορᾶς ὡς πρὸς τὰ ἀρχαῖα μιμήσεως εὕροι τις ἄν· ὧν ὃ μὲν φυσικός τέ ἐστι καὶ ἐκ πολλῆς κατηχήσεως καὶ συντροφίας λαμβανόμενος, ὃ δὲ τούτῳ προσεχὴς ἐκ τῶν τῆς τέχνης παραγγελμάτων. περὶ μὲν οὖν τοῦ προτέρου τί ἄν τις καὶ λέγοι; περὶ δὲ τοῦ δευτέρου τί ἂν ἔχοι τις εἰπεῖν ἢ ὅτι πᾶσι μὲν τοῖς ἀρχετύποις αὐτοφυής τις ἐπιπρέπει χάρις καὶ ὥρα, τοῖς δʼ ἀπὸ τούτων κατεσκευασμένοις, κἂν ἐπʼ ἄκρον μιμήσεως ἔλθωσι, πρόσεστίν τι ὅμως τὸ ἐπιτετηδευμένον καὶ οὐκ ἐκ φύσεως ὑπάρχον. καὶ τούτῳ τῷ παραγγέλματι οὐ ῥήτορες μόνον ῥήτορας διακρίνουσιν ἀλλὰ καὶ ζωγράφοι τὰ Ἀπελλοῦ καὶ τῶν ἐκεῖνον μιμησαμένων καὶ πλάσται τὰ Πολυκλείτου καὶ γλυφεῖς τὰ Φειδίου.

καὶ οἱ μὲν Πλάτωνα μιμεῖσθαι λέγοντες καὶ τὸ μὲν ἀρχαῖον καὶ ὑψηλὸν καὶ εὔχαρι καὶ καλὸν οὐ δυνάμενοι λαβεῖν, διθυραμβώδη δὲ ὀνόματα καὶ φορτικὰ εἰσφέροντες κατὰ τοῦτʼ ἐλέγχονται ῥᾳδίως. οἱ δὲ Θουκυδίδην

p.308
ζηλοῦν λέγοντες καὶ τὸ μὲν εὔτονον καὶ στερεὸν καὶ δεινὸν καὶ τὰ τούτοις ὅμοια χαλεπῶς ἐκλαμβάνοντες, τοὺς δὲ σολοικοφανεῖς σχηματισμοὺς καὶ τὸ ἀσαφὲς προχειριζόμενοι, πάνυ εὐχερῶς ἂν ἁλίσκοιντο ἐκ τούτου τοῦ παραγγέλματος. ὥς πέρ γε καὶ ἐπὶ τῶν ῥητόρων οἱ μὲν Ὑπερείδην μιμούμενοι, διαμαρτόντες τῆς χάριτος ἐκείνης καὶ τῆς ἄλλης δυνάμεως, αὐχμηροί τινες ἐγένοντο, οἷοι γεγόνασι Ῥοδιακοὶ ῥήτορες οἱ περὶ Ἀρταμένην καὶ Ἀριστοκλέα καὶ Φιλάγριον καὶ Μόλωνα· οἱ δʼ Ἰσοκράτην καὶ τὰ Ἰσοκράτους ἀποτυπώσασθαι θελήσαντες ὕπτιοι καὶ ψυχροὶ καὶ ἀσύστροφοι καὶ ἀναληθεῖς· οὗτοι δʼ εἰσὶν οἱ περὶ Τίμαιον καὶ Ψάωνα καὶ Σωσιγένην. οἱ δὲ Δημοσθένην προχειρισάμενοι καὶ τὰς ἀρετὰς τὰς ἐκείνου διώκοντες τῆς μὲν προαιρέσεως ἕνεκα ἐπῃνέθησαν, οὐ μὴν ἴσχυσαν τὰ κράτιστα τῶν ἐκείνου τοῦ ῥήτορος ἔργων λαβεῖν. τούτων ἄριστον ἄν τις θείη τὸν Δείναρχον γενέσθαι. λείπεται δὲ Δημοσθένους κατὰ μὲν τὴν ἐκλογὴν τῶν ὀνομάτων τῇ δεινότητι, κατὰ δὲ τὴν σύνθεσιν τῇ ποικιλίᾳ τῶν σχημάτων καὶ τῇ ἐξαλλαγῇ, κατὰ δὲ τὴν εὕρεσιν τῶν ἐπιχειρημάτων τῷ μὴ καινὰ καὶ παράδοξα λαμβάνειν ἀλλὰ φανερὰ καὶ ἐν τῷ μέσῳ κείμενα, κατὰ δὲ τὴν οἰκονομίαν τῇ τάξει καὶ ταῖς
p.309
ἐξεργασίαις τῶν ἐπιχειρημάτων καὶ ταῖς προκατασκευαῖς καὶ ταῖς ἐφόδοις καὶ τοῖς ἄλλοις τεχνικοῖς παραγγέλμασιν, ἃ περὶ ταύτην ἐστὶ τὴν ἰδέαν, μάλιστα δʼ αὐτοῦ λείπεται τῇ συμμετρίᾳ καὶ τῷ καιρῷ καὶ τῷ πρέποντι. λέγω δὲ ταῦτα οὐκ ἐν τῷ καθόλου τρόπῳ, ὡς μηδὲν τούτων κατορθοῦντος, ἀλλʼ ἐν τῷ κοινοτέρῳ καὶ ὡς ἐπὶ τὸ πολύ. διʼ αὐτὸ γὰρ τοῦτο καὶ ἄγροικόν τινες Δημοσθένην ἔφασαν αὐτὸν εἶναι, κατὰ τὸ ἐλλιπὲς τῆς οἰκονομίας ταύτην περὶ αὐτοῦ τὴν δόξαν λαβόντες· τὸ γὰρ ἄγροικον τοῦ πολιτικοῦ σώματος οὐ μορφῇ, κατασκευῇ δὲ καὶ διαθέσει τινὶ τῆς μορφῆς διήνεγκεν.

ἃ μὲν οὖν ἐνεδέχετο περὶ τοῦ χαρακτῆρος τοῦ ἀνδρὸς εὑρεῖν τε καὶ γράψαι, ταῦτʼ ἐστίν, ἐπὶ δὲ τὴν τῶν λόγων διάγνωσιν τρέψομαι. τοῖς μὲν οὖν γνησίοις αὐτὸ τὸ τῆς ἀναγραφῆς προσέσται μόνον, τοῖς δὲ ψευδέσι τὰ τοῦ τʼ ἐλέγχου καὶ τῆς αἰτίας διηκριβωμένα, δι’ ἣν ἕκαστον ἀθετοῦμεν αὐτῶν. ἐπεὶ δʼ ἀναγκαία πρὸς ταῦτα ἡ τῶν χρόνων διάγνωσις, τοὺς Ἀθήνησιν ἄρξαντας, ἀφʼ οὗ Δείναρχον ὑπεθέμεθα γεγονέναι χρόνου, μέχρι τῆς δοθείσης αὐτῷ μετὰ τὴν φυγὴν καθόδου, γενομένους ἑβδομήκοντα, προθήσομεν. εἰσὶ δὲ οἵδε· Νικόφημος, Καλλιμήδης, Εὐχάριστος, Κηφισόδοτος, Ἀγαθοκλῆς, Ἐλπίνης, Καλλίστρατος, Διότιμος, Θούδημος, Ἀριστόδημος, Θέελλος, Ἀπολλόδωρος,

p.310
Καλλίμαχος, Θεόφιλος, Θεμιστοκλῆς, Ἀρχίας, Εὔβουλος, Λυκίσκος, Πυθόδοτος, Σωσιγένης, Νικόμαχος, Θεόφραστος, Λυσιμαχίδης, Χαιρωνίδας, Φρύνιχος, Πυθόδημος· ἐπὶ τούτου πρῶτον αὐτὸν εἰς δικαστήριον λόγους συγγράφειν ὑπεθέμεθα. μετὰ δὲ τοῦτον Εὐαίνετος, Κτησικλῆς, Νικοκράτης, Νικήτης, Ἀριστοφάνης, Ἀριστοφῶν, Κηφισοφῶν, Εὐθύκριτος, Ηγήμων, Χρέμης, Ἀντικλῆς, Ἡγησίας, Κηφισόδωρος, Φιλοκλῆς· ἐπὶ τούτου τὴν φρουρὰν ἐδέξαντο Ἀθηναῖοι, καὶ ὁ δῆμος κατελύθη. Ἄρχιππος, Νέαιχμος, Ἀπολλόδωρος, Ἄρχιππος, Δημογένης, Δημοκλείδης, Πραξίβουλος, Νικόδωρος, Θεόφραστος, Πολέμων, Σιμωνίδης, Ἱερομνήμων, Δημήτριος, Καίριμος, Ἀναξικράτης· ἐπὶ τούτου ἡ κατασταθεῖσα ὑπὸ Κασσάνδρου ὀλιγαρχία κατελύθη, καὶ οἱ εἰσαγγελθέντες ἔφυγον, ἐν οἷς καὶ Δείναρχος ἦν. Κόροιβος, Εὐξένιππος, Φερεκλῆς, Λεώστρατος, Νικοκλῆς, Κλέαρχος, Ἡγέμαχος, Εὐκτήμων, Μνησίδημος, Ἀντιφάτης, Νικίας, Νικόστρατος, Ὀλυμπιόδωρος, Φίλιππος --- ἐπὶ τούτου κάθοδος ἐδόθη τοῖς τε ἄλλοις φυγάσι καὶ Δεινάρχῳ ὑπὸ βασιλέως Δημητρίου.

p.311

κατὰ Πολυεύκτου βασιλεύειν λαχόντος δοκιμασία· πολλὰ καὶ ἀγαθὰ γένοιτο. κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος ὑπὸ τῆς βουλῆς ἔνδειξις· πάλαι θαυμάζω ὑμῶν. κατὰ Πολυεύκτου περὶ τοῦ γεωφανίου· περὶ μὲν αὐτῆς τῆς μηνύσεως. περὶ τοῦ γεωφανίου ἐπίλογος· βραχύν, ὦ ἄνδρες. κατὰ Πυθέου ξενίας· ἱκανὴ μὲν ἦν πρόφασις. κατὰ Πυθέου περὶ τῶν κατὰ τὸ ἐμπόριον· ἐπειδὴ τοῖς μὲν λέγειν τῶν ῥητόρων. κατὰ Τιμοκράτους· ὥσπερ δίκαιόν ἐστι. κατὰ Λυκούργου εὔθυναι· οἶδα, ὅτι, κἂν μηδὲν ὑμῖν. Συνηγορία Αἰσχίνῃ κατὰ Δεινίου· βουλοίμην ἄν, ὦ ἄνδρες. κατὰ Φορμισίου ἀσεβείας· ἆρά γʼ εἴ τινες. κατὰ Καλλαίσχρου περὶ τῶν τιμῶν· πολλάκις, ὦ Ἀθηναῖοι. Τυρρηνικός· ἅπαντα συμβήσεσθαι ἔτι. κατὰ Διονυσίου τοῦ ἐπὶ τῆς διοικήσεως· ἴσως μέν, ὦ Ἀθηναῖοι. καθʼ Ἱμεραίου εἰσαγγελτικός· οὐδένα νομίζω, ὦ Ἀθηναῖοι. εἰσαγγελία κατὰ Πιστίου· ὥσπερ καὶ ὑμῶν ἕκαστος. κατʼ Ἀγασικλέους εἰσαγγελία ξενίας· οὐδένα πώποτε οἶμαι. κατὰ Θεοκρίνου ἔνδειξις· τοῦ πατρός, ὦ ἄνδρες.

p.312
τοῦτον Καλλίμαχος ἐν τοῖς Δημοσθένους φέρει. κατὰ Στεφάνου παρανόμων· ὑπάρχει τοῦ νόμου δεδωκότος, ὦ ἄνδρες. κατὰ Καλλισθένους εἰσαγγελία· οὐκ ἀγνοῶ, ὦ ἄνδρες. διαδικασία Φαληρέων πρὸς Φοίνικας ὑπὲρ τῆς ἱερωσύνης τοῦ Ποσειδῶνος· εὔχομαι, νὴ τὴν Ἀθηνᾶν, πρέπειν δή. πρὸς τὴν Κηφισοφῶντος ἀπογραφήν· πρῶτον μέν, ὦ ἄνδρες, δέομαι. ο ὕστερος· τὰ μὲν περὶ τὴν ὠνήν. ἀπολογία διαμαρτυρίας πρὸς τὴν Χάρητος --- εἰσαγγελία κατὰ Φειδιάδου γραμματέως· οὔτʼ ἔχθρας οὐδεμιᾶς ἕνεκα. κατὰ Φιλοκλέους ὑπὲρ τῶν Ἁρπαλείων· τί χρὴ λέγειν τὸ πρὸς τῶν. κατὰ Γνωδίου περὶ τῶν Ἁρπαλείων· οὐκ ἄδηλον. κατʼ Ἀριστονίκου περὶ τῶν Ἁρπαλείων· εὐτύχημα μὲν ἦν, ὦ ἄνδρες. κατὰ Δημοσθένους περὶ τῶν Ἁρπαλείων· ὁ μὲν δημαγωγὸς ὑμῖν. κατὰ Ἀριστογείτονος περὶ τῶν Ἁρπαλείων· πάνθ, ὡς ἔοικεν, ὦ ἄνδρες.

κατὰ Θεοδώρου εὐθυντικός· ἥκιστα μέν, ὦ ἄνδρες. πρεσβύτερός ἐστι τῆς Δεινάρχου ἡλικίας. εἴρηται γὰρ ἐπὶ Θεοφίλου ἢ Θεμιστοκλέους ἄρχοντος μετὰ Θέελλον ἄρχοντα ἐνιαυτῷ τρίτῳ ἢ τετάρτῳ, ὡς ἐξ αὐτοῦ

p.313
τοῦ λόγου γίνεται φανερόν, οὔπω πέμπτον καὶ δέκατον, ὡς ἐδείξαμεν, ἔτος ἔχοντος αὐτοῦ. κατὰ Κηρύκων· εἰ μὲν ὁ πατήρ, ὦ ἄνδρες. οὗτος ὁ ἀγὼν εἴρηται ἐπʼ ἄρχοντος Εὐβούλου ἢ Λυκίσκου τοῦ μετʼ Εὔβουλον, οὔπω εἰκοστὸν ἔτος ἔχοντος αὐτοῦ --- ὁ μὲν γὰρ λόγος περί τινος ἀποψηφισθέντος γέγονεν ἐπʼ Ἀρχίου τοῦ μετὰ Θεμιστοκλέα. δῆλον δʼ ἕκαστον τῶν εἰρημένων ἐξ αὐτοῦ τοῦ λόγου γίγνεται. κατὰ Μοσχίωνος, ἀπογραψαμένου αὐτὸν Νικοδίκου· τῶν ἀποψηφισαμένων, ὦ ἄνδρες, τουτουὶ Μοσχίωνος συμβαλών. καὶ οὗτος ὁ λόγος κατὰ τοὺς αὐτοὺς χρόνους τῷ προτέρῳ εἴρηται. δηλοῦται δʼ ἔκ τε αὐτῆς τῆς ἀρχῆς τοῦ λόγου καὶ τὰ τῶν ἑξῆς. κατὰ Μενεκλέους ἀπαγωγῆς· ὦ ἄνδρες δικασταί, καὶ τῶν νόμων καθʼ οὕς. καὶ οὗτος εἴρηται παιδὸς ὄντος ἔτι Δεινάρχου. ὁ μὲν γὰρ κρινόμενός ἐστι Μενεκλῆς ὁ τὴν ἱέρειαν Νῖνον ἑλών, ὁ δὲ κατηγορῶν υἱὸς τῆς Νίνου. ἔστι δὲ ταῦτα πρεσβύτερα τῆς Δεινάρχου ἀκμῆς. ὁ μὲν γὰρ Δημοσθένους περὶ τοῦ ὀνόματος δεδηλώκαμεν λόγος, ἐν ᾧ τούτων μέμνηται, κατὰ Θέελλον ἢ Ἀπολλόδωρον ἄρχοντα τετέλεσται, ὡς ἐν τοῖς περὶ Δημοσθένους δεδηλώκαμεν. εἰ δʼ ὡς τεθνηκότος ἤδη τοῦ
p.314
Μενεκλέους ὁ Δημοσθένης ἐκεῖ μέμνηται λέγων· ἑωρᾶτε γὰρ πάντες αὐτὸν χρώμενον, ἕως ἔζη, Μενεκλεῖ, παλαιὸς λόγος τίς ἐστιν. ὅτι δὲ οὗτος ὁ Μενεκλῆς, ἐν αὐτῷ λόγῳ δεδήλωκεν ὁ κατηγορῶν. διαδικασία Ἀθμονεῦσι περὶ τῆς μυρρίνης καὶ τῆς μίλακος· εὔχομαι δὴ τῇ Δήμητρι καὶ τῇ Κόρῃ. πρεσβύτερός ἐστι τῆς Δεινάρχου ἀκμῆς. εἴρηται γὰρ ἐπὶ Νικομάχου ἄρχοντος, ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίγνεται δῆλον, ἓν πρὸς τοῖς εἴκοσιν ἔτος τοῦ ῥήτορος ἔχοντος. οἱ μὲν οὖν πρεσβύτεροι τῆς ἀκμῆς αὐτοῦ φερόμενοι ψευδεπίγραφοι εἰς αὐτὸν λόγοι εἰσὶν οἵδε. μετὰ δὲ τὴν ἐξ Ἀθηνῶν εἰς Χαλκίδα ἀναχώρησιν οἵδε· διαδικασία τῆς ἱερείας τῆς Δήμητρος πρὸς τὸν ἱεροφάντην· πολλῶν καὶ παραδόξων, ὦ ἄνδρες δικασταί. οὗτος ὁ λόγος ἤδη πεφευγότος αὐτοῦ εἴρηται, ὡς ἐξ αὐτοῦ γίγνεται φανερόν. μέμνηται γὰρ ἐν αὐτῷ ὁ λέγων τῆς κατασχούσης ὀλιγαρχίας. κατὰ Τιμοκράτους εἰσαγγελτικὸς δήμου καταλύσεως· ἔργα ποιεῖς. οὗτος καὶ ἀπʼ αὐτῆς τῆς ἐπιγραφῆς ἐστι δῆλος ψευδεπίγραφος ὤν. κατὰ Σπουδίου· καὶ ἐν τῷ δήμῳ κατηγορήσειν ὑπεσχόμην. μετὰ τὴν κατάλυσιν τῆς ὀλιγαρχίας εἴρηται καὶ οὗτος ἤδη Δεινάρχου φαίνεται φεύγοντος, ὡς ἐξ αὐτοῦ μάλιστα τοῦ λόγου γίγνεται
p.315
φανερόν. διαδικασία Εὑδανέμων πρὸς Κήρυκας ὑπὲρ τοῦ κανῶς· οὐδαμῶς τοιαῦτα πράγματα. καὶ οὗτος κατὰ τοὺς αὐτοὺς χρόνους εἴρηται, πεφευγότος ἤδη τοῦ ῥήτορος, ὡς ἐν αὐτῷ τῷ λόγῳ πάλιν δηλοῦται. Ἀττικός· πάντων ἦσαν ὁμοίως. καὶ οὗτος εἴρηται ἐν ἐκείνοις τοῖς χρόνοις, ὡς καὶ ἐν αὐτῷ τῷ λόγῳ φανερὸν γίγνεται. Αἰτωλικός· καὶ ἡμεῖς, ὦ ἄνδρες Αἰτωλοί, πρέσβεις. οὗτος καθεστώσης τῆς ὀλιγαρχίας ὑπὸ τῶν Ἀθήνηθεν φυγάδων εἴρηται δεομένων τοὺς Αἰτωλοὺς αὑτοῖς βοηθεῖν, ἐπεὶ καὶ ὁ Κάσσανδρος αὐτοῖς ἐλευθέροις οὖσιν ἐπεχείρει, ὡς ἐν αὐτῷ τῷ λόγῳ γίγνεται τοῦτο δῆλον. οὔκουν εἰκὸς φίλον ὄντα τὸν Δείναρχον τῶν τὴν ὀλιγαρχίαν καταστησάντων τοῖς καταλύειν ἐπιχειροῦσιν συναγωνίζεσθαι, οὐδʼ αὐτοὺς Ἀθή νηθε λόγους † καταλαμβάνειν οἷόν τʼ ἐστί. Διφίλῳ δημηγορικός, αἰτοῦντι δωρεάς· διὰ τὸ μὴ ῥᾴδιον εἶναι. τοῦτον ἐπείσθην ὑπὸ Δημοσθένους γεγράφθαι τὸν λόγον, ὅτι τὰς δωρεὰς ἔγραψεν αὐτῷ Δημοσθένης, ὡς Δείναρχος ἐν τῷ κατὰ Δημοσθένους λόγῳ δεδήλωκε, καὶ ὅτι ἐπὶ τέλει τοῦ λόγου ὁ Δίφιλος Δημοσθένην παρακαλεῖ συνήγορον. ἀπίθανον δὲ οἶμαι εἶναι τὰς μὲν τιμὰς οὕτω γράφειν εὐνοοῦντα τῷ Διφίλῳ τὸν Δημοσθένην, λόγον δὲ παρὰ Δεινάρχου λαβόντα περιιδεῖν. Ἑρμίᾳ ἐμπορίου ἐπιμελητῇ περὶ τῶν κατηγορηθέντων
p.316
ἀπολογία· δέομαι ὑμῶν, ὦ ἄνδρες. ἀπʼ αὐτοῦ τοῦ χαρακτῆρος εὕροι τις ἂν οὐκ ὄντα τὸν λόγον Δεινάρχου (ὑδαρής τε γὰρ καὶ ἀσθενὴς καὶ ψυχρός ἐστιν), ἀλλὰ μᾶλλον αὐτὸν ἄν τις θείη Δημοκλείδου ἢ Μενεσαίχμου ἢ τῶν ἄλλων τῶν τοιούτων τινός. ἀφαιροῦμαι δὲ καὶ τοὺς ὑπὲρ Μενεσαίχμου λόγους ἀμφότέ ρους αὐτοῦ, ὧν ὃ μέν ἐστιν περὶ τῆς Δήλου θυσίας· ἱκετεύομεν ὑμᾶς καί· ὃ δὲ πρὸς Περικλέα καὶ Δημοκράτην, οὗ ἡ ἀρχή· νομίζομεν, ὦ ἄνδρες διά τε τὸν χαρακτῆρα (ὑδαρὴς γὰρ καὶ κεχυμένος καὶ ψυχρός) καὶ ὅτι ὁ λέγων αὐτούς, ὢν οὔτε ἄδοξος καὶ μετὰ Λυκοῦργον τὴν διοίκησιν τῶν δημοσίων χρημάτων παραλαβών, ἐξητασμένος δὲ πολλάκις αὐτός, ὡς ἐν τοῖς λόγοις περὶ ἁπάντων μηνύει, καὶ ἐν ἰδίοις καὶ ἐν δημοσίοις ἀγῶσιν οὐκ ἂν ἦν ἀδύνατος, ὥστε Δεινάρχῳ λογογράφῳ· χρῆσθαι. ὑπὲρ τοῦ μὴ ἐκδοῦναι Ἅρπαλον Ἀλεξάνδρῳ οὐκ ἄξιον ἄρα θαυμάζειν. οὐδʼ οὗτος ὁ λόγος ἐμφαίνει τὸν Δεινάρχου χαρακτῆρα. εἰ γὰρ κἂν μηδὲν ἄλλο, τό γʼ οὖν ἠλίθιον καὶ σοφιστικὸν εὕροι τις ἂν ἐν αὐτῷ πολύ, τὸ πλεῖστον ἀπέχον τῶν Δεινάρχου χαρακτήρων. Δηλιακός· Ἀπόλλωνος καὶ Ῥοιοῦς τῆς Σταφύλου. οὗτος οὐ τοῦ ῥήτορος ἀλλʼ ἑτέρου τινὸς συγγραφέως ἐστί. δηλοῖ δʼ ἐκ τοῦ τρόπου καὶ τοῦ
p.317
χαρακτῆρος ἀρχαϊκὸς ὢν καὶ περιτρέχων τὴν τοπικὴν Δήλου καὶ Λέρου ἱστορίαν. κατὰ Δημοσθένους παρανόμων· εἰώθατε, ὦ ἄνδρες. οὗτος ἐν τοῖς Περγαμηνοῖς πίναξι φέρεται ὡς Καλλικράτους. ἐγὼ δʼ, εἰ μὲν ἐκείνου ἐστίν, οὐκ οἶδα (οὐδὲ γὰρ ἐνέτυχον τῶν Καλλικράτους οὐδενί,) ὅτι δὲ πάμπολυ τῶν Δεινάρχου λόγων ἀφέστηκεν, εὐτελής τε ὢν καὶ κενὸς καὶ οὐκ ἀπέχων ἰδιωτικῆς φλυαρίας, πείθομαι.

κατὰ Προξένου βλάβης, ὃν αὐτὸς εἶπεν ὑπὲρ αὑτοῦ· εἴ τίς μοι θεῶν, ὦ ἄνδρες. κατὰ Κηφισοκλέους καὶ τῶν οἰκείων βλάβης· ἃ μὲν ἐγκαλῶν, ὦ ἄνδρες. πρὸς Φανοκλέα βλάβης ἀπολογία· ᾤμην μὲν ἐγώ, ὦ ἄνδρες. πρὸς Λυσικράτην ὑπὲρ Νικομάχου βλάβης· ἄνδρες δικασταί, ὅτι μὲν ἰδιώτης. Συνηγορία Παρμένοντι ὑπὲρ ἀνδραπόδου βλάβης· καὶ παραγεγενημένος ὕστερον, ἄνδρες δικασταί, ἔγωγε ἔγνων, ὅτι Παρμένων ἀδικεῖται. κατὰ Ποσειδίππου κλοπῆς· ἀδικηθείς, ὦ ἄνδρες. κατὰ Ἡδύλης ἀποστασίου· καταλιπόντος † ἐνοτίου πατρός. ἀποστασίου πρὸς Αρχέστρατον· πολλὰ καὶ ἀγαθὰ γένοιτο. Συνηγορία Ἡγελόχῳ ὑπὲρ ἐπικλήρου· ὥσπερ καὶ ἡμῶν ἕκαστος. Ἐπικληρικὸς ὑπὲρ τῆς Ἰοφῶντος θυγατρός· ἄνδρες

p.318
δικασταί, οὐ πένης ὤν. Ὁ ὕστερος· ἄμαχον γὰρ ἦν, ὦ ἄνδρες. Διαμαρτυρία, ὡς οὐδὲ εἰσὶν ἐπίδικοι αἱ Ἀριστοφῶντος θυγατέρες· τοῦ νόμου δεδωκότος, ὦ ἄνδρες. κατὰ Πεδιέως κακώσεως παιδὸς ὀρφανοῦ· μηδεὶς ὑμῶν, ὦ ἄνδρες, θαυμάσῃ. Διαμαρτυρία περὶ τοῦ Εὐίππου κλήρου πρὸς Χάρητα· πολλάκις ἤδη ἤκουσα. ὑπὲρ τοῦ Μνησικλέους κλήρου· δικαίαν, ὦ ἄνδρες, δέησιν. κατὰ Προξένου ὕβρεως· ὑβριστής ἐστιν, ὦ ἄνδρες. Ἀπολογία πληγῶν, ἔδει δʼ ἐπιγεγράφθαι γεγράφθαι ἀπολογία ὕβρεως Ἐπιχάρει πρὸς Φιλωτάδην· τὸν θαυμαστόν, ὦ ἄνδρες. κατὰ Κλεομέδοντος αἰκίας· ὅτι μέν, ὦ ἄνδρες, καὶ ὁ πατὴρ Θεόδωρος δή. πρὸς Διοσκουρίδην περὶ νεώς· δικαίως ἂν οἶμαι, ὦ ἄνδρες. Ἐρανικὸς πρὸς τοὺς Πατροκλέους παῖδας· ἃ μὲν ἀδικούμενος, ὦ ἄνδρες. πρὸς Ἀμεινοκράτην διαδικασία περὶ καρπῶν χωρίου· ἐπὶ τούτοις, ὦ ἄνδρες, ἀνάγκη ἐστί. περὶ τοῦ ἵππου· τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες. ὁ ὕστερος· ἐβουλόμην ἄν, ὦ ἄνδρες. Λυσικλείδῃ κατὰ Δάου ὑπὲρ ἀνδραπόδων· ἃ μὲν ἀδικούμενος, ὦ ἄνδρες. Παραγραφὴ πρὸς Βιώτην· ὅτι μέν, ὦ ἄνδρες, καὶ αὐτὸς ἀπείρως. κατὰ Θεοδώρου ψευδομαρτυριῶν· νομίζομεν, ὦ ἄνδρες. Ἀγάθωνι συνηγορία· ὥσπερ καὶ αὐτὸς εἴρηκεν Ἀγάθων. ἀποστασίου
p.319
ἀπολογία Αἰσχύλῳ πρὸς Ξενοφῶντα· χρήσασθαι μέν, ὦ ἄνδρες. κατὰ Καλλίππου μεταλλικός· ὅτι μέν, ὦ ἄνδρες, Κάλλιππος. ὑπὲρ υἱοποιήτου, ἔδει δʼ ἐπιγεγράφθαι ὑπὲρ Θεοδώρου, ὃν ἐποιήσατο υἱὸν Ἀρχεφῶν· βουλοίμην ἄν, ὦ ἄνδρες, ὥσπερ καλὸν καὶ δίκαιον. περὶ τοῦ Ἀρχεφῶντος κλήρου· καὶ δίκαιον εἶναι νομίζων.

πρὸς Πεδιέα παραγραφή· κατὰ τὸν νόμον τοῦτον. οὗτος ὁ λόγος εἴρηται ἐπὶ Ἀριστοδήμου ἄρχοντος, ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίνεται δῆλον. οἱ μὲν γὰρ εἰς Σάμον ἀποσταλέντες κληροῦχοι κατὰ τοῦτον τὸν ἄρχοντα ἀπεστάλησαν, ὡς Φιλόχορος ἐν ταῖς ἱστορίαις λέγει. Δείναρχος δʼ οὔπω δέκατον ἔτος τηνικαῦτα εἶχε. πρὸς Μελήσανδρον ὑπὲρ τῆς τριηραρχίας· ὥσπερ οἱ νόμοι κελεύουσιν. οὗ ἂν ὁ λόγος --- ἀλλʼ ὁ μὲν λέγων ὡς ἐπὶ Μόλωνος ἄρχοντος γεγενημένου τοῦ ἀδικήματος ποιεῖται τὸν λόγον. φησὶν δὲ τῷ ὑστέρῳ ἔτει εἰσιέναι τὸν ἀγῶνα ἐπὶ Νικοφήμου ἄρχοντος, καθʼ ὃν εὑρίσκεται γεγεννημένος ὁ Δείναρχος. πρὸς Βοιωτὸν ὑπὲρ τοῦ ὀνόματος· οὐδεμιᾷ φιλοπραγμοσύνῃ. εἰ καὶ μὴ τοῖς ἄλλοις οἱ Δημοσθένους

p.320
ἀφαιρούμενοι τοῦτον τὸν λόγον καὶ Δεινάρχῳ προσάπτοντες ἐλέγχοιντο, τῷ χρόνῳ γʼ οὖν ἐπιδειχθεῖεν ἂν ψευδόμενοι. μέμνηται γὰρ ὡς νεωστὶ τῆς εἰς Πύλας ἐξόδου γεγενημένης, ἡ δʼ εἰς Πύλας Ἀθηναίων ἔξοδος ἐπὶ Θουδήμου ἄρχοντος ἐγένετο, ὄγδοον ἔτος Δεινάρχου ἔχοντος. πρὸς Μαντίθεον περὶ προικός· πάντων ἐστὶν ἀνιαρότατον. οὗτος ἀκολουθεῖ τῷ προτέρῳ λόγῳ καὶ πολλὰ ἔχει κατὰ τὴν λέξιν τοιαῦτα, ἃ εἴη ἂν τοῦ αὐτοῦ ῥήτορος, ἔξω τῆς τῶν Δεινάρχου ἡλικίας --- πολλοῖς ἔτεσιν ὕστερον ἠγώνισται τὸν ἀγῶνα ὁ κατήγορος, ἀλλὰ δύο ἢ τρισίν, ὡς ἀκριβέστερον περὶ αὐτῶν ἐν τῇ περὶ Δημοσθένους γραφῇ δεδηλώκαμεν. Ἀθηνάδῃ συνηγορία περὶ τῆς σχεδίας πρὸς Ἀμύντιχον· φίλος μοι καὶ ἐπιτήδειος ὤν. ὁ ὕστερος· οἴομαι μὲν ὑμᾶς, ὦ ἄνδρες. Διοπείθους ἔτι περὶ Ἑλλήσποντον τοῦ τῶν Ἀθηναίων στρατηγοῦ διατρίβοντος εἴρηται ὁ λόγος, ὡς ἐξ αὐτοῦ γίνεται φανερόν. ἔστι δὲ ὁ χρόνος κατὰ Πυθόδοτον ἄρχοντα, ὡς δηλοῖ Φιλόχορος σὺν τοῖς ἄλλοις τοῖς --- ἐπὶ τούτου τοῦ ἄρχοντος οὐδέπω εἰκοστὸν ἔχων ἔτος. πρὸς Μήκυθον μεταλλικός· πριάμενοι μέταλλον, ὦ ἄνδρες. ἐπὶ Νικομάχου ἄρχοντος
p.321
εἴρηται ὁ λόγος οὗτος. φησὶ γὰρ ὁ λέγων ἐπʼ Εὐβούλου μὲν μισθώσασθαι τὸ μέταλλον, τρία δὲ ἔτη ἐργασάμενος, ἐκβαλλόμενος ὑπὸ τοῦ πλησίον ἔχοντος μέταλλα, λαχεῖν αὐτῷ τὴν δίκην κατὰ Νικόμαχον ἄρχοντα, Δεινάρχου ἓν καὶ εἰκοστὸν ἔτος ἔχοντος. Σατύρῳ πρὸς Χαρίδημον ἐπιτροπῆς ἀπολογία· μὴ μεγάλου κινδύνου συμβεβηκότος. καὶ οὗτος ἐπὶ Νικομάχου εἴρηται. ὑπὲρ ἀντιδόσεως πρὸς Μεγακλείδην· εἰ μὲν ἔδει, ὦ ἄνδρες, πρὸς τρεῖς ἢ τέτταρας. ὁ μὲν λέγων ἐστὶν Ἀφαρεύς, ἔξω δʼ ἐστὶ τῶν Δεινάρχου χρόνων ὁ λόγος. εἴρηται γὰρ ἐπὶ τοῦ στρατηγοῦ Τιμοθέου ζῶντος κατὰ τὸν χρόνον τὸν τῆς μετὰ Μενεσθέως στρατηγίας, ἐφʼ ᾗ τὰς εὐθύνας ὑποσχὼν ἑάλω. Τιμόθεος δὲ τὰς εὐθύνας ὑπέσχηκεν ἐπὶ Διοτίμου τοῦ μετὰ Καλλίστρατον, ὅτε καὶ ---