δεύτερον δὴ κεφάλαιον ἦν ἐπιδεῖξαι, τίσι θεωρήμασι χρώμενος καὶ διὰ ποίας ἀσκήσεως προελθὼν τὸ κράτιστον μέρος ἔλαβε τῆς --- ἁρμονίας. ἐρῶ δὴ καὶ περὶ τούτων, ὡς ἔχω δόξης. δυεῖν ὄντων τελῶν περὶ πᾶν ἔργον, ὡς εἰπεῖν, ὧν τε φύσις δημιουργὸς καὶ ὧν αἱ τέχναι μητέρες, τοῦ καλοῦ καὶ τῆς ἡδονῆς, εἶδεν, ὅτι κἀν τοῖς λόγοις τοῖς τε ἐμμέτροις καὶ τοῖς ἔξω τοῦ μέτρου κατασκευαζομένοις --- ἔμελλεν ἀποχρώντως ἕξειν ἀμφοτέρων τούτων. χωρισθὲν γὰρ ἑκάτερον αὐτῶν θατέρου πρὸς τῷ μὴ τέλειον εἶναι καὶ τὴν ἰδίαν ἀρετὴν ἀμαυροτέραν ἴσχει. ταῦτα δὴ συνιδὼν καὶ τῆς μὲν αὐστηρᾶς τὸ καλὸν ὑπολαβὼν εἶναι τέλος, τῆς δὲ γλαφυρᾶς τὸ ἡδύ, ἐζήτει, τίνα ποιητικὰ τοῦ κάλλους ἐστὶ καὶ τίνα τῆς ἡδονῆς. εὕρισκε δὴ τὰ μὲν αὐτὰ ἀμφοτέρων ὄντα αἴτια, τὰ μέλη καὶ τοὺς ῥυθμοὺς καὶ τὰς μεταβολὰς καὶ τὸ παρακολουθοῦν ἅπασιν αὐτοῖς πρέπον, οὐ μὴν κατὰ τὸν αὐτὸν τρόπον ἑκάτερα σχηματιζόμενα. ὃν δὲ λόγον ἔχει τούτων ἕκαστον, ἐγὼ πειράσομαι διδάσκειν.
τοῖς πρώτοις μορίοις τῆς λέξεως, ἃ δὴ στοιχεῖα ὑπό τινων καλεῖται, εἴτε τρία ταῦτʼ ἐστίν, ὡς Θεοδέκτῃ τε καὶ Ἀριστοτέλει δοκεῖ, ὀνόματα καὶ ῥήματα καὶ σύνδεσμοι, εἴτε τέτταρα, ὡς τοῖς περὶ Ζήνωνα τὸν
p.233
Στωικόν, εἴτε πλείω, δύο ταῦτα ἀκολουθεῖ μέλος καὶ χρόνος ἴσα. κατὰ μὲν δὴ τὰς ὀξύτητάς τε καὶ βαρύτητας αὐτῶν τάττεται τὸ μέλος, κατὰ δὲ τὰ μήκη καὶ τὰς βραχύτητας ὁ χρόνος. οὗτος δὲ γίγνεται ῥυθμός, εἴτε ἀπὸ δυεῖν ἀρξάμενος συνίστασθαι βραχειῶν, ὥσπερ οἴονταί τινες καὶ καλοῦσι τὸν οὕτως κατασκευασθέντα ῥυθμὸν ἡγεμόνα, πρῶτον ἔχοντα λόγον τῶν ἴσων ἄρσει τε καὶ θέσει χρόνων, εἴτε ἀπὸ τριῶν βραχειῶν, ὡς τοῖς περὶ Ἀριστόξενον ἔδοξεν, ὃς ἐν τῷ διπλασίῳ κατεσκεύασται λόγῳ πρῶτον. τοῖς δʼ ἐκ τῶν πρώτων μορίων τῆς λέξεως συντιθεμένοις τό τε μέλος εἰς αὔξησιν ἤδη συμπροάγει καὶ οἱ ῥυθμοὶ προβαίνουσιν εἰς τὰ καλούμενα μέτρα. ὅταν δὲ μέλλῃ τούτων ἑκάτερον ὑπεραίρειν τὸ μέτρον, ἡ μεταβολὴ τότε εἰσελθοῦσα ταμιεύεται τὸ οἰκεῖον αὐτῶν ἀγαθὸν ἑκατέρου. ἐπειδὰν δὲ τὴν ἁρμόττουσαν ταῦτα χώραν λάβῃ, τότε ἀποδίδωσιν αὐτοῖς τὴν προσήκουσαν ὥραν τὸ πρέπον. καὶ τοῦτο οὐ χαλεπὸν ἐπὶ τῶν τῆς μουσικῆς ἔργων καταμαθεῖν. φέρε γάρ, εἴ τις ᾠδαῖς ἢ κρούμασιν ὀργάνων τὸ κάλλιστον ἐντείνας μέλος ῥυθμοῦ μηδένα ποιοῖτο λόγον, ἔσθʼ ὅπως ἄν τις ἀνάσχοιτο τῆς τοιαύτης μουσικῆς; τί δέ; εἰ τούτων μὲν ἀμφοτέρων προνοηθείη μετρίως, μένοι δʼ ἐπὶ τῆς αὐτῆς μελῳδίας
p.234
καὶ τῶν αὐτῶν ῥυθμῶν, οὐδὲν ἐξαλλάττων οὐδὲ ποικίλλων, ἆρʼ οὐχ ὅλον ἂν διαφθείροι τὸ ἀγαθόν; εἰ δὲ καὶ τούτου στοχάσαιτο, μηδεμίαν δὲ πρόνοιαν ἔχων φαίνοιτο τοῦ πρέποντος τοῖς ὑποκειμένοις, οὐκ ἀνόνητος αὐτῷ πᾶς ὁ περὶ ἐκεῖνα ἔσται πόνος; ἐμοί γʼ οὖν δοκεῖ. ταῦτα δὴ καταμαθὼν ὁ Δημοσθένης τά τε μέλη τῶν ὀνομάτων καὶ κώλων καὶ τοὺς χρόνους αὐτῶν ἐπιλογιζόμενος οὕτω συναρμόττειν αὐτὰ ἐπειρᾶτο, ὥστʼ ἐμμελῆ φαίνεσθαι καὶ εὔρυθμα, ἐξαλλάττειν τε καὶ ποικίλλειν ἑκάτερον αὐτῶν ἐπειρᾶτο μυρίοις ὅσοις σχήμασι καὶ τρόποις καὶ τοῦ πρέποντος ὅσην οὐδεὶς τῶν περὶ λόγους σπουδαζόντων ἐποιεῖτο δόσιν. ἐνθυμηθεὶς δέ, ὥσπερ ἔφην, ὡς διὰ τῶν αὐτῶν τούτων θεωρημάτων ὅ τε ἡδὺς γίνεται λόγος καὶ ὁ καλός, ἐσκόπει πάλιν, τί ποτε ἦν τὸ αἴτιον, ὅτι τὰ αὐτὰ οὐ τῶν αὐτῶν ἦν ποιητικά. εὕρισκε δὴ τῶν τε μελῶν οὔσας διαφοράς, αἳ ποιοῦσιν ἃ μὲν ἀξιωματικὰ φαίνεσθαι αὐτῶν ἃ δὲ γλαφυρά, ὥσπερ ἐν τοῖς μουσικοῖς ἔχει πρὸς τὴν ἁρμονίαν τὸ χρῶμα, κἀν τοῖς ῥυθμοῖς δὲ τὸ παραπλήσιον γινόμενον, ὥστε τοὺς μὲν ἀξιωματικοὺς αὐτῶν φαίνεσθαι καὶ μεγαλοπρεπεῖς, τοὺς δὲ τρυφεροὺς καὶ μαλακούς. ἔν τε ταῖς μεταβολαῖς τοτὲ μὲν τὸ ἀρχαιοπρεπὲς καὶ αὐστηρόν, τοτὲ δὲ τὸ μελιχρὸν
p.235
καὶ φιλόκαινον ἐμφαινόμενον. τό τε δὴ πρέπον ἁπάντων μάλιστα μεγάλην παρέχον εἰς ἑκάτερον αὐτῶν ῥοπήν. συνιδὼν δὴ ταῦτα, ὁπότε μὲν τοῦ καλοῦ πλείονος δεῖν αὑτῷ τῇ κατασκευῇ ὑπολάβοι, τάς τε ἐμμελείας ἐποίει μεγαλοπρεπεῖς καὶ τοὺς ῥυθμοὺς ἀξιωματικοὺς καὶ τὰς μεταβολὰς γενναίας. ὁπότε δὲ τῆς ἑτέρας αὐτῷ φανείη δεῖσθαι συνθέσεως ἡ λέξις, πάντα ταῦτα κατεβίβαζεν ἐπὶ τὸ μουσικώτερον. καὶ μηδεὶς ὑπολάβῃ θαυμαστὸν εἶναι τὸν λόγον, εἰ καὶ τῇ πεζῇ λέξει φημὶ δεῖν ἐμμελείας καὶ εὐρυθμίας καὶ μεταβολῶν, ὥσπερ ταῖς ᾠδαῖς καὶ τοῖς ὀργάνοις, εἰ μηδενὸς τούτων ἀντιλαμβάνεται τῆς Δημοσθένους ἀκούων λέξεως, μηδὲ κακουργεῖν με ὑπολάβῃ τὰ προσόντα τῇ ψιλῇ λέξει προσμαρτυροῦντα. ἔχει γὰρ ταῦτα ἡ καλῶς κατεσκευασμένη λέξις καὶ μάλιστά γε ἡ τοῦδε τοῦ ῥήτορος. τῇ δʼ εὐκαιρίᾳ καὶ τῇ ποσότητι τὴν αἴσθησιν διαλανθάνει· τὰ μὲν γὰρ συγκέχυται, τὰ δὲ συνέφθαρται, τὰ δʼ ἄλλῳ τινὶ τρόπῳ τὴν ἀκρίβειαν ἐκβέβηκεν τῆς κατασκευῆς, ὥστε αὐτὴν ἐξηλλάχθαι δοκεῖν τῷ παντὶ καὶ κατὰ μηδὲν ἐοικέναι τοῖς ποιήμασιν.
ἆρά γε ἀπαιτήσει μέ τις ἐνταυθοῖ λόγον μελῶν τε καὶ ῥυθμῶν καὶ τῶν ἐν ταῖς μεταβολαῖς σχημάτων καὶ τοῦ ἐν ἑκάστῳ πρέποντος, ἀξιῶν ἀκοῦσαι, τίνα τε
p.236
αὐτῶν ἐστιν, οἷς ἡ φιλάρχαιος ἁρμονία κοσμεῖται, καὶ τίνα τῆς κωτίλης γένοιτʼ ἂν ἁρμονίας; ἢ οἰκειοτέραν τὴν ἐκ παιδὸς ἐπιφερόμενος εὐμουσίαν, ἣν ἔκ τε μουσικῆς καὶ γραμματικῆς ἔσχηκεν, αἳ ταῦτʼ ἔχουσι τὰ θεωρήματα, ἐπιλαβόντα τὸ χρονίζειν ἐν τοῖς κοινοῖς καὶ γνωρίμοις τὸν λόγον οὐ συκοφαντήσει, ἄλλως τε καὶ τοῦ καιροῦ τὰ μέτρα ὁρῶν; οἴομαι μὲν οὖν, ὡς καὶ δόξαν ἐπιεικῆ περὶ τῶν ἄλλων ἔχω, ἀρξάμενος ἀπὸ σοῦ, φίλτατε Ἀμμαῖε, καὶ ἐκ τῆς εὐμουσίας τῆς σῆς λαμβάνων. εἰ δέ τις ἀπαιτήσει καὶ ταῦτʼ ἔτι μαθεῖν ὅπῃ ποτʼ ἔχει, τοὺς ὑπομνηματισμοὺς ἡμῶν λαβών, οὓς περὶ τῆς συνθέσεως τῶν ὀνομάτων πεπραγματεύμεθα, πάντα ὅσα ποθεῖ τῶν ἐνθάδε παραλειπομένων εἴσεται. ἐγὼ δὲ τῇδέ πῃ περιγράψας τὸν ὑπὲρ τούτων λόγον ἐπὶ τὸ περιλειπόμενον ἐλεύσομαι μέρος.