De Demosthenis dictione

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.

τῆς δὲ τρίτης ἁρμονίας, ἣν ἔφην μικτὴν ἐξ ἀμφοῖν

p.220
εἶναι τὰ χρησιμώτατα ἐκλέγουσαν ἀφʼ ἑκατέρας, οὐδείς ἐστι χαρακτὴρ ἴδιος, ἀλλʼ ὡς ἂν οἱ μετιόντες αὐτὴν προαιρέσεως ἔχωσιν ἢ δυνάμεως τὰ μὲν φυγεῖν, τὰ δὲ λαβεῖν, οὕτως κίρνανται καθάπερ ἐν τῇ ζωγραφίᾳ τὰ μίγματα. ταύτης τῆς ἁρμονίας κράτιστος μὲν ἐγένετο κανὼν ὁ ποιητὴς Ὅμηρος, καὶ οὐκ ἄν τις εἴποι λέξιν ἄμεινον ἡρμοσμένην τῆς ἐκείνου πρὸς ἄμφω ταῦτα, λέγω δὲ τήν τε ἡδονὴν καὶ τὸ σεμνόν. ἐζήλωσαν δὲ αὐτὸν ἐπῶν τε πολλοὶ ποιηταὶ καὶ μελῶν, ἔτι δὲ τραγῳδίας τε καὶ κωμῳδίας, συγγραφεῖς τε ἀρχαῖοι καὶ φιλόσοφοι καὶ ῥήτορες. ὧν ἁπάντων μεμνῆσθαι πολὺ ἂν ἔργον εἴη, ἀρκέσει δὲ τῶν ἐν λόγοις δυναστευσάντων, οὓς ἐγὼ κρατίστους εἶναι πείθομαι, δύο παρασχέσθαι μόνους, συγγραφέων μὲν Ἡρόδοτον, φιλοσόφων δὲ Πλάτωνα· καὶ γὰρ καὶ ἀξίωμα καὶ χάρις αὐτῶν ἐπιτρέχει ταῖς ἁρμονίαις. εἰ δὲ ὀρθὰ ἐγὼ καὶ εἰκότα ἔγνωκα περὶ αὐτῶν, ἐξετάσαι τῷ βουλομένῳ σκοπεῖν ἔστιν. φέρε δὴ τίς οὐκ ἂν ὁμολογήσειεν τῆς τε αὐστηρᾶς καὶ τῆς ἡδείας ἁρμονίας μέσην εἶναι τήνδε τὴν λέξιν καὶ τὰ κράτιστα εἰληφέναι παρʼ ἑκατέρας, ᾗ κέχρηται Ἡρόδοτος Ξέρξῃ περιθεὶς τὸν λόγον, ὅτʼ ἐβουλεύετο περὶ τῆς πρὸς τοὺς Ἕλληνας στρατείας; μετακεκόμισται δʼ εἰς τὴν Ἀτθίδα διάλεκτον ἡ λέξις· ἄνδρες Πέρσαι, οὔτʼ αὐτὸς καθηγήσομαι νόμον τόνδʼ
p.221
ἐν ὑμῖν τιθεὶς παραδεξάμενός τε αὐτῷ χρήσομαι. ὡς ἐγὼ πυνθάνομαι τῶν πρεσβυτέρων, οὐδένα χρόνον ἠτρεμήσαμεν, ἐξ οὗ παρελάβομεν τὴν ἡγεμονίαν τήνδε παρὰ Μήδων, Κύρου καθελόντος Ἀστυάγην· ἀλλὰ θεός τε οὕτως ἐνάγει καὶ αὐτοῖς ἡμῖν πολλὰ ἐπιοῦσι συμφέρεται ἐπὶ τὸ ἄμεινον. ἃ μὲν δὴ Κῦρός τε καὶ Καμβύσης πατήρ τε ὁ ἐμὸς Δαρεῖος κατειργάσαντο καὶ προσεκτήσαντο ἔθνη, ἐπισταμένοις οὐκ ἄν τις λέγοι. ἐγὼ δʼ, ἐπειδὴ παρέλαβον τὸν θρόνον τοῦτον, ἐφρόντιζον, ὅπως μὴ λείψομαι τῶν πρότερον γενομένων ἐν τῇ τιμῇ τῇδε μηδʼ ἐλάσσω προσκτήσομαι δύναμιν Πέρσαις. φροντίζων δὲ εὑρίσκω ἅμα μὲν κῦδος ἡμῖν προσγινόμενον χώραν τε ἧς νῦν κεκτήμεθα οὐκ ἐλάσσονα οὐδὲ φλαυροτέραν παμφορωτέραν τε, ἅμα δὲ τιμωρίαν καὶ τίσιν γινομένην. διὰ δὴ ταῦτα νῦν ὑμᾶς ἐγὼ συνέλεξα, ἵνα, ἅ διανοοῦμαι πράττειν, ὑποθῶ ὑμῖν· μέλλω ζεύξας τὸν Ἑλλήσποντον ἐλαύνειν στρατὸν διὰ τῆς Εὐρώπης ἐπὶ τὴν Ἑλλάδα, ἵνα Ἀθηναίους τιμωρήσωμαι, ὅσα δὴ πεποιήκασι Πέρσας τε καὶ πατέρα τὸν ἐμόν. ὁρᾶτε μὲν δὴ καὶ Δαρεῖον προθυμούμενον στρατεύεσθαι ἐπὶ τοὺς ἄνδρας τούτους, ἀλλʼ ὃ μὲν τετελεύτηκε, καὶ οὐκ ἐξεγένετʼ αὐτῷ τιμωρήσασθαι, ἐγὼ δʼ ὑπέρ τʼ ἐκείνου καὶ τῶν ἄλλων Περσῶν οὐ πρότερον παύσομαι, πρὶν ἕλω τε καὶ πυρώσω τὰς
p.222
Αθήνας. οἵ γε ἐμέ τε καὶ πατέρα τὸν ἐμὸν ὑπῆρξαν ἄδικα ποιοῦντες· πρῶτα μὲν εἰς Σάρδεις ἐλθόντες ἅμα Ἀρισταγόρᾳ τῷ Μιλησίῳ, δούλῳ δὲ ἡμετέρῳ, ἐνέπρησαν τά τε ἄλση καὶ τὰ ἱερά. δεύτερα δὲ ἡμᾶς οἷα ἔδρασαν εἰς τὴν γῆν τὴν σφετέραν ἀποβάντας, ὅτε Δᾶτίς τε καὶ Ἀρταφέρνης ἐστρατήγουν, ἐπίστασθέ που πάντες. τούτων μέντοι ἕνεκα ἀνώρμημαι ἐπʼ αὐτοὺς στρατεύεσθαι, ἀγαθὰ δʼ ἐν αὐτοῖς τοσάδε ἀνευρίσκω λογιζόμενος· εἰ τούτους τε καὶ τοὺς τούτοις πλησιοχώρους καταστρεψόμεθα, οἳ Πέλοπος τοῦ Φρυγὸς νέμονται χώραν, γῆν τε τὴν Περσίδα ἀποδείξομεν τῷ Διὸς αἰθέρι ὅμορον οὖσαν. οὐ γὰρ δὴ χώραν γε οὐδεμίαν κατόψεται ὁ ἥλιος ὅμορον οὖσαν τῇ ἡμετέρᾳ, ἀλλʼ αὐτὰς ἁπάσας ἐγὼ ἅμα ὑμῖν μίαν χώραν θήσω, διὰ πάσης ἐξελθὼν τῆς Εὐρώπης. πυνθάνομαι γὰρ ὧδε ἔχειν· οὔτε τινὰ πόλιν αὐτῶν οὐδεμίαν οὔτε ἔθνος ἀνθρώπων οὐδὲν ὑπολείπεσθαι ἡμῖν, ὃ οἷόν τε ἔσται ἐλθεῖν εἰς μάχην, τούτων, ὧν ἔλεξα, ὑπεξῃρημένων. οὕτως οἵ τε ἡμῖν αἴτιοι ἕξουσι δούλιον ζυγὸν οἵ τε ἀναίτιοι. ὑμεῖς δʼ ἄν μοι τάδε ποιοῦντες χαρίζοισθε· ἐπειδὰν ὑμῖν σημήνω τὸν χρόνον, εἰς ὃν ἡμῖν ἥκειν δοκεῖ, προθύμως ὑμᾶς ἅπαντας δεῖ παρεῖναι. ὃς δʼ ἂν ἔλθῃ ἔχων κατεσκευασμένον στρατὸν κάλλιστα,
p.223
δώσω αὐτῷ δωρεάν, ἣ δὴ τιμιωτάτη νομίζεται ἐν ἡμετέρου. ποιητέα μὲν δὴ ταῦτʼ ἐστὶν οὕτω. ἵνα δὲ μὴ ἰδιοβουλεύειν ὑμῖν δοκῶ, τίθημι τὸ πρᾶγμα ἐς μέσον, γνώμην κελεύων ὑμῶν τὸν βουλόμενον ἀποφαίνεσθαι.

ἐβουλόμην ἔτι πλείω παρασχέσθαι παραδείγματα τῆς τοῦ συγγραφέως ἀγωγῆς· ἰσχυροτέρα γὰρ ἡ πίστις οὕτως ἂν ἐγένετο. νῦν δʼ ἐξείργομαι, σπεύδων ἐπὶ τὰ προκείμενα καὶ ἅμα δόξαν ὑφορώμενος ἀκαιρίας. συγγνώσεται δή μοι καὶ Πλάτων ὁ θαυμάσιος, εἰ μὴ παραθήσομαι κἀκείνου λέξεις. ἡ γὰρ ὑπόμνησις ὡς ἐν εἰδόσιν ἱκανή. ταῦτα δὲ δὴ βουλόμενος τάς τε διαφορὰς τῶν ἁρμονιῶν καὶ τοὺς χαρακτῆρας αὐτῶν καὶ τοὺς πρωτεύσαντας ἐν αὐτοῖς διῆλθον, ἵνʼ, ἐπειδὰν ἀποφαίνωμαι γνώμην ὅτι τὴν μέσην τε καὶ μικτὴν ἁρμονίαν ἐπετήδευσεν ὁ Δημοσθένης, μηδεὶς ὑποτυγχάνῃ χάνῃ μοι ταῦτα λέγων· αἱ γὰρ ἄκραι τίνες εἰσὶν ἁρμονίαι; καὶ τίς αὐτῶν ἑκατέρας ἡ φύσις καὶ τίς ἡ μῖξις ἢ ἡ κρᾶσις αὕτη; οὐδὲν γὰρ δὴ τῶν --- ἄκρων. τούτου μὲν δὴ πρώτου χάριν, ὥσπερ ἔφην, ἐκεῖνα ἠναγκάσθην προειπεῖν, ἔπειτα, ἵνα μοι μὴ μονόκωλος ᾖ μηδὲ αὐστηρὸς ὁ λόγος, ἀλλʼ ἔχῃ τινὰς εὐπαιδεύτους διαγωγάς. οὔτε γὰρ πιστοῦν τὰς τοιαύτας

p.224
προσθήκας οὔτε ἀπαιτοῦντος τοῦ λόγου παραλιπεῖν καλῶς ἂν ἔχοι.

δεδειγμένης δή μοι τῆς αἱρέσεως τοῦ ῥήτορος ταύτης ἤδη τις παρʼ ἑαυτῷ σκοπείτω τὰ λεχθέντα, ὅτι τοιαῦτʼ ἐστίν, ἐνθυμούμενος μὲν ὅσα σεμνῶς κατεσκεύασται τῷ ἀνδρὶ καὶ αὐστηρῶς καὶ ἀξιωματικῶς, ἐνθυμούμενος δὲ ὅσα τερπνῶς καὶ ἡδέως. εἰ δὲ κἀνταῦθα δόξει τι δεῖν ἡ πίστις ἀποδείξεως, ὅντινα βούλεται τῶν λόγων αὐτοῦ προχειρισάμενος καὶ ἀφ οὗ βούλεται μέρους ἀρξάμενος καταβαινέτω τε καὶ σκοπείτω τῶν λεγομένων ἕκαστον, εἰ τὰ μὲν ἀναβεβλημένας ἔχει τὰς ἁρμονίας καὶ διεστώσας, τὰ δὲ προσκολλώσας καὶ συμπεπυκνωμένας, καὶ τὰ μὲν ἀποτραχύνει τε καὶ πικραίνει τὴν ἀκοήν, τὰ δὲ πραΰνει καὶ λεαίνει, καὶ τὰ μὲν εἰς πάθος ἐκτρέπει τοὺς ἀκούοντας, τὰ δʼ εἰς ἦθος ὑπάγεται, τὰ δʼ ἄλλας τινὰς ἐργάζεται καὶ πολλὰς διαφορὰς παρʼ αὐτὴν τὴν σύνθεσιν. οἷά ἐστι ταυτί (χρήσομαι δὲ παραδείγμασιν οὐκ ἐξ ἐπιτηδεύσεως, ἀλλʼ οἷς ἐνέτυχον, ἐξ ἑνὸς τῶν Φιλιππικῶν λαβών)· εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Φίλιππον εὐτυχοῦντα ὁρῶν ταύτῃ φοβερὸν προσπολεμῆσαι νομίζει, σώφρονος μὲν ἀνθρώπου προνοίᾳ χρῆται· μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ ὅλον ἡ

p.225
τύχη παρὰ πάντʼ ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα. οὐ μὴν ἀλλʼ ἔγωγε, εἴ τις αἵρεσίν μοι δοίη, τὴν τῆς ἡμετέρας πόλεως τύχην ἂν ἑλοίμην ἐθελόντων, ἃ προσήκει, ποιεῖν ὑμῶν καὶ κατὰ μικρόν, ἢ τὴν ἐκείνου. ἐν ταῖς τρισὶ περιόδοις ταύταις τὰ μὲν ἄλλα ὀνόματα πάντα εὐφώνως τε σύγκειται καὶ ἡδέως τῷ συνεχεῖς σφόδρα καὶ μαλακὰς αὐτῶν εἶναι τὰς ἁρμονίας. ὀλίγα δʼ ἐστὶ παντάπασιν, ἃ διἵστησι τὰς ἁρμονίας καὶ τραχείας φαίνεσθαι ποιεῖ αὐτάς, ἐν μὲν τῇ πρώτῃ περιόδῳ κατὰ δύο τόπους τὰ φωνήεντα συγκρουόμενα ἔν τε τῷ ὦ ἄνδρες Ἀθηναῖοι καὶ ἐν τῷ εὐτυχοῦντα ὁρῶν, ἃ διἵστησι τὸ συναφές. καὶ κατʼ ἄλλους δύο τόπους ἢ τρεῖς τὰ ἡμίφωνα καὶ ἄφωνα παραπίπτοντα ἀλλήλοις τὰ φύσιν οὐκ ἔχοντα συναλείφεσθαι ἔν τε τῷ τὸν Φίλιππον καὶ ἐν τῷ ταύτῃ φοβερὸν προσπολεμῆσαι ταράττει τοὺς ἤχους μετρίως καὶ οὐκ ἐᾷ φαίνεσθαι μαλακούς. ἐν δὲ τῇ δευτέρᾳ περιόδῳ τραχύνεται μὲν ἡ σύνθεσις ἐν τῷ μεγάλη γὰρ ῥοπή, διὰ τὸ μὴ συναλείφεσθαι τὰ δύο ρ ρ καὶ ἐν τῷ ἀνθρώπων πράγματα διὰ τὸ μὴ συλλεαίνεσθαι τὸ ν τῷ ἑξῆς. διασπᾶται δʼ ἐν τῷ μᾶλλον δὲ ὅλον ἡ τύχη, βραχέων φωνηέντων πολὺν τὸν μεταξὺ χρόνον περιλαμβανόντων. ἐν δὲ τῇ τρίτῃ περιόδῳ τὰ φωνήεντα μέν, εἴ τις αὐτὰ βούλοιτο συναλείψας ἐκθλίβειν ὥσπερ τὸ οἴομαι καὶ
p.226
δέον, οὐκ ἂν εὕροι συμπλεκόμενα ἀλλήλοις. τῶν δὲ συμφωνουμένων δυσὶν ἢ τρισὶν χωρίοις τὴν λειότητα μὴ φυλάττουσαι σὺν τοῖς παρακειμένοις εὑρεθήσονται ἐν τῷ αἵρεσίν μοι δοίη καὶ ἐν τῷ τὴν τῆς ἡμετέρας πόλεως. μέχρι μὲν δὴ τῶνδε ἡ δευτέρα τὰ πρωτεῖα ἁρμονία φέρει, ἐν δὲ τοῖς ἑξῆς ἡ προτέρα (διέσπασται γὰρ μᾶλλον τῆς ἑτέρας)· πολὺ γὰρ πλείους ἀφορμὰς εἰς τὸ τὴν παρὰ τῶν θεῶν εὔνοιαν ἔχειν ὁρῶ ὑμῖν ἐνούσας ἢ ἐκείνῳ. ἀλλ’, οἴομαι, καθήμεθα οὐδὲν ποιοῦντες· οὐκ ἔνι δʼ αὐτὸν ἀργοῦντα οὐδὲ φίλοις ἐπιτάττειν, μή τί γε θεοῖς. ἐν τούτοις γὰρ δὴ τά τε φωνήεντα πολλαχῇ συγκρουόμενα δῆλά ἐστι καὶ τὰ ἡμίφωνα καὶ ἄφωνα, ἐξ ὧν στηριγμούς τε καὶ ἐγκαθισμοὺς αἱ ἁρμονίαι λαμβάνουσι καὶ τραχύτητας αἱ φωναὶ συχνάς. ἔπειθʼ αἱ ταύταις ἐπιβάλλουσαι περίοδοι διαστάσεις μὲν οὐ λαμβάνουσι φωνηέντων, καὶ παρὰ τοῦτο ἐπιτρόχαλος αὐτῶν ἐστιν ἡ σύνθεσις, ἀφώνων δὲ καὶ ἡμιφώνων συμβολαῖς διαχαραττόμεναι τραχύνουσι τὴν φωνὴν συμμέτρως. καὶ τἆλλα δὲ τὸν αὐτὸν ἅπαντα κατεσκεύασται τρόπον. τί γὰρ δεῖ τὰ πλείω λέγοντα μηκύνειν; οὐ μόνον δὲ αἱ τῶν ὀνομάτων συζυγίαι τὴν μικτὴν ἁρμονίαν λαμβάνουσι παρʼ
p.227
αὐτῷ καὶ μέσην, ἀλλὰ καὶ αἱ τῶν κώλων κατασκευαί τε καὶ συνθέσεις καὶ τὰ τῶν περιόδων μήκη τε καὶ σχήματα καὶ οἱ περιλαμβάνοντες αὐτάς τε καὶ τὰ κῶλα ῥυθμοί. καὶ γὰρ καὶ κατὰ κόμματα πολλὰ εἴρηται τῷ ἀνδρὶ, καὶ τὰ --- πλεῖστά γε οὕτως κατεσκεύασται, καὶ ἐν περιόδοις οὐκ ὀλίγα. τῶν δὲ περιόδων αἳ μέν εἰσιν εὐκόρυφοι καὶ στρογγύλαι ὥσπερ ἀπὸ τόρνου, αἳ δὲ ὕπτιαί τε καὶ κεχυμέναι καὶ οὐκ ἔχουσαι τὰς βάσεις περιττάς. μήκει τε αἳ μὲν ἐλάττους, ὥστε συμμετρηθῆναι πρὸς ἀνδρὸς πνεῦμα, αἳ δὲ πολλῷ μείζους, οἷαι καὶ μέχρι τῆς τετάρτης ἀναπαύσεως προελθοῦσαι τότε λήγειν εἰς πέρας. τῶν τε σχημάτων ἔνθα μὲν ἄν τις εὕροι τὰ σεμνὰ καὶ αὐστηρὰ καὶ ἀρχαῖα πλεονάζοντα, ἔνθα δὲ τὰ λιγυρὰ καὶ γλαφυρὰ καὶ θεατρικά. καὶ τῶν ῥυθμῶν πολλαχῇ μὲν τοὺς ἀνδρώδεις καὶ ἀξιωματικοὺς καὶ εὐγενεῖς, σπανίως δέ που τοὺς ὑπορχηματικούς τε καὶ Ἰωνικῶς καὶ διακλωμένους. ὑπὲρ ὧν ὀλίγον ὕστερον ἐροῦμεν· ἕτερος γὰρ ἐπιτηδειότερος αὐτοῖς ἔσται τόπος. νυνὶ δέ, ὃ προσαπαιτεῖν ἔοικεν ὁ λόγος, ἔτι προσθείς, ἐπὶ τὰ λοιπὰ τῶν προκειμένων μεταβήσομαι.