De Demosthenis dictione

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.

φέρε δὴ τούτων εἰρημένων ἡμῖν λέγωμεν ἤδη καὶ περὶ τῆς συνθέσεως τῶν ὀνομάτων ᾗ κέχρηται ὁ ἀνήρ. ὅτι μὲν οὖν περιττή τίς ἐστιν ἡ τῆς λέξεως τῆς Δημοσθένους ἁρμονία καὶ μακρῷ δή τινι διαλλάττουσα τὰς τῶν ἄλλων ῥητόρων, οὐκ ἐμὸς ὁ μῦθος. ἅπαντες γὰρ εὖ οἶδʼ ὅτι ταύτην αὐτῷ τὴν ἀρετὴν ἂν

p.206
μαρτυρήσειαν, ὅσοι μὴ παντάπασι πολιτικῶν εἰσιν ἄπειροι λόγων, ὅπου γε καὶ οἱ κατὰ τὴν αὐτὴν ἡλικίαν ἀκμάσαντες ἐκείνῳ θαυμάζοντές τε δῆλοί εἰσιν αὐτὸν καὶ ζηλοῦντες ταύτης μάλιστα τῆς εὐτεχνίας, καίτοι τινὲς οὐδʼ οἰκείως διακείμενοι πρὸς αὐτόν, ὥστε κολακείας ἐξενέγκασθαι δόξαν, ἀλλʼ ἔνιοί γε καὶ σφόδρα ἀπεχθεῖς καὶ ἀδιαλλάκτους ἐπανῃρημένοι πολέμους. ὧν ἦν Αἰσχίνης ὁ ῥήτωρ, ἀνὴρ λαμπροτάτῃ φύσει περὶ λόγους χρησάμενος, ὃς οὐ πολὺ ἂν ἀπέχειν δοκεῖ τῶν ἄλλων ῥητόρων καὶ μετὰ Δημοσθένην μηδενὸς δεύτερος ἀριθμεῖσθαι. οὗτος μὲν δὴ τῆς ἄλλης δεινότητος, ἣ περὶ τὸν ἄνδρα τοῦτον ἐγένετο κατὰ τὸ λεκτικόν, ἔστιν ἃ διακνίζει καὶ συκοφαντεῖ, πρᾶγμα ἐχθροῦ ποιῶν. καὶ γὰρ καινότητα ὀνομάτων καὶ ἀηδίαν καὶ περιεργίαν καὶ τὸ σκοτεινὸν δὴ τοῦτο καὶ πικρὸν καὶ ἄλλα πολλὰ τοιαῦτα προστρίβεται αὐτῷ, βασκαίνων μέν, ὥσπερ ἔφην, καὶ ταῦτα, ὅμως δʼ οὖν ἀφορμάς γέ τινας τοῦ συκοφαντεῖν εὐλόγους λαμβάνων. περὶ δὲ τῆς συνθέσεως τῶν ὀνομάτων οὐδὲν οὔτε
p.207
μεῖζον . . . ἢ καταγέλωτα φέρων. καὶ οὐχὶ τοῦτό πω θαυμάζειν ἄξιον, ἀλλʼ ὅτι καὶ μαρτυρῶν πολλαχῇ τὴν ἀρετὴν τῷ ῥήτορι κατάδηλός ἐστι καὶ ζηλῶν. φανερὸν δὲ τοῦτο γένοιτʼ ἂν ἐξ ὧν αὐτὸς εἴρηκε, τότε μὲν οὕτω πως γράφων· ὅταν δὲ ἄνθρωπος ἐξ ὀνομάτων συγκείμενος καὶ τούτων πικρῶν καὶ περιέργων (ἐν γὰρ δὴ τούτοις οὐ τὴν ἐκλογὴν ἐπαινεῖ τῶν ὀνομάτων αὐτοῦ, μὰ Δία· τίς γὰρ ἂν γένοιτο πικρᾶς καὶ περιέργου ζῆλος ὀνομασίας;), ἐν ἀηδία ἑτέρῳ δὲ τόπῳ οὑτωσὶ λέγων· ὡς ὑμᾶς ὀρρωδῶ κακῶς πάσχοντας, τὴν σύνθεσιν τῶν Δημοσθένους ὀνομάτων ἀγαπήσαντας. καὶ γὰρ ἐνταῦθα πάλιν οὐ δέδοικε, μὴ τὸ κάλλος καὶ τὴν μεγαλοπρέπειαν αὐτοῦ τῶν ὀνομάτων ἀγαπήσωσιν Ἀθηναῖοι, ἀλλὰ μὴ λάθωσιν ὑπὸ τῆς συνθέσεως γοητευθέντες, ὥστε καὶ τῶν φανερῶν αὐτὸν ἀδικημάτων ἀφεῖναι διὰ τὰς σειρῆνας τὰς ἐπὶ τῆς ἁρμονίας. ἐκ δὲ τούτων οὐ χαλεπὸν ἰδεῖν, ὅτι δεινότητα μὲν αὐτῷ, ὅσην οὐχ ἑτέρῳ, μαρτυρῶν καὶ ταῖς σειρῆσιν ἀπεικάζων αὐτοῦ τὴν μουσικήν, ἀγάμενος δὲ οὐ τῆς
p.208
ἐκλογῆς τῶν ὀνομάτων αὐτόν, ἀλλὰ τῆς συνθέσεως, ἀναμφιλόγως αὐτῷ ταύτην παρακεχώρηκε τὴν ἀρετήν.

τουτὶ μὲν οὖν τὸ μέρος, ὡς οὐ πολλοῦ λόγου δεόμενον, λέγω δὴ τὸ περιττὸν εἶναι συνθέτην ὀνομάτων τὸν Δημοσθένην, μαρτυρίαις τε ἀξιοχρέοις καὶ τῷ μηδένα τἀναντία ἔχειν εἰπεῖν βεβαιούμενον ἐάσω. τίς δὲ ὁ τῆς ἁρμονίας αὐτοῦ χαρακτὴρ καὶ ἀπὸ ποίας γέγονεν ἐπιτηδεύσεως τοιοῦτος καὶ πῶς ἄν τις αὐτὸν διαγνοίη παρεξετάζων ἑτέροις, ταυτὶ πειράσομαι λέγειν, ἐκεῖνα προειπών. πολλή τις ἐγένετο ἐν τοῖς ἀρχαίοις ἐπιθυμία καὶ πρόνοια τοῦ καλῶς ἁρμόττειν τὰ ὀνόματα ἔν τε μέτροις καὶ δίχα μέτρων, καὶ πάντες, ὅσοι σπουδαίας ἐβουλήθησαν ἐξενεγκεῖν γραφάς, οὐ μόνον ἐζήτησαν ὀνομάσαι τὰ νοήματα καλῶς, ἀλλὰ καὶ αὐτὰ τὰ ὀνόματα εὐκόσμῳ συνθέσει περιλαβεῖν· πλὴν οὐ τὴν αὐτήν γε πάντες ἐπετήδευσαν ἁρμονίαν, ὥστʼ οὐδὲ κατὰ τὰς αὐτὰς ἦλθον ἅπαντες ὁδούς. τούτου δʼ αἰτίας οἴομαι γενέσθαι πολλάς. πρώτην μὲν τὴν ἑκάστου φύσιν, ᾗ ἄλλοι πρὸς ἄλλα πεφύκαμεν εὖ, δευτέραν δὲ τὴν ἐκ λόγου καὶ προαιρέσεως ἐμφυομένην δόξαν, διʼ ἣν τὰ μὲν ἀσπαζόμεθα, τοῖς δʼ ἐπαχθόμεθα, τρίτην δὲ τὴν ἐκ συνηθείας χρονίου κατασκευαζομένην ὑπόληψιν ὡς σπουδῆς ἀξίων, ὧν ἂν τοὺς ἐθισμοὺς λάβωμεν, τετάρτην ἔτι τὴν πρὸς οὓς ἂν φιλοτιμούμενοι τυγχάνωμεν,

p.209
ὁποἶ ἄττα ἂν ἐκεῖνοι ζηλῶσιν, ἀναφοράν τε καὶ μίμησιν· ἔχοι δʼ ἄν τις καὶ ἄλλα λέγειν, ἀλλὰ ἐγὼ τὰ φανερώτατα εἰπὼν ἐῶ τὰ λοιπά. ὅθεν οἳ μὲν τὴν εὐσταθῆ καὶ βαρεῖαν καὶ αὐστηρὰν καὶ φιλάρχαιον καὶ σεμνὴν καὶ φεύγουσαν ἅπαν τὸ κομψὸν ἐπιτηδεύουσιν ἁρμονίαν, οἳ δὲ τὴν γλαφυρὰν καὶ λιγυρὰν καὶ θεατρικὴν καὶ πολὺ τὸ κομψὸν καὶ μαλακὸν ἐπιφαίνουσαν, ᾗ πανηγύρεις τε κηλοῦνται καὶ ὁ συμφορητὸς ὄχλος, οἳ δὲ συνθέντες ἀφʼ ἑκατέρας τὰ χρησιμώτατα τὴν μικτὴν καὶ μέσην ἐζήλωσαν ἀγωγήν.

τρεῖς γὰρ δὴ συνθέσεως σπουδαίας χαρακτῆρες οὗτοι οἱ γενικώτατοι, οἱ δʼ ἄλλοι παρὰ τούτους τε καὶ ἀπὸ τούτων εἰσὶ κατεσκευασμένοι, πολλοὶ σφόδρα ὄντες, ἐπιτάσει τε καὶ ἀνέσει διαφέροντες ἀλλήλων. εἰλικρινὴς μὲν οὖν ἁρμονία καὶ ἀκραιφνὴς χαρακτὴρ κατὰ πᾶν οὐκ ἂν εὑρεθείη παρʼ οὐδενὶ οὔτε ἐμμέτρων οὔτε πεζῶν ποιητῇ λόγων, οὐδὲ χρὴ μαρτύρια τοιαῦτα παρʼ οὐδενὸς ἀπαιτεῖν. ὅπου γὰρ οὐδὲ τῶν στοιχείων τῶν πρώτων, ἐξ ὧν ἡ τοῦ παντὸς συνέστη φύσις, γῆς τε καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, οὐδὲν εἰλικρινές ἐστιν, ἀλλὰ πάντα μετέχει πάντων, ὠνόμασται δʼ ἕκαστον αὐτῶν κατὰ τὸ πλεονάζον, τί θαυμαστόν, εἰ αἱ τῆς λέξεως ἁρμονίαι τρεῖς οὖσαι τὸν ἀριθμὸν οὐκ ἔχουσιν εἰλικρινῆ τὴν φύσιν οὐδʼ ἀνεπίμικτον, ἀλλʼ ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ συμβεβηκότων αὐτοῖς ὀνόματός

p.210
τε ἠξίωνται καὶ χαρακτῆρος ἰδίου; ὥσθʼ, ὅταν παρέχωμαι δείγματα ἑκάστης καὶ μαρτύρια φέρω, λέξεις τινὰς παρατιθεὶς τῶν χρησαμένων αὐταῖς ποιητῶν τε καὶ συγγραφέων, μηδεὶς συκοφαντείτω τὰς ἐπιπλοκὰς καὶ τὰς κατὰ μόρια ποιότητας αὐτῶν, ἀλλὰ κατὰ τὸ πλεονάζον ἕκαστον τῶν παραλαμβανομένων σκοπείτω, τεκμαιρόμενος, εἰ πολλαχῇ τοιοῦτόν ἐστι τὸ δεικνύμενον, οὐκ εἰ ἁπανταχῇ.