ἀκούσωμεν δὲ αὐτοῦ, πῶς λέγει· ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος τοῖς πράξασι γίνεται παρὰ τῶν ἀκουσάντων. ἐνταῦθα τοῖς μὲν ἔργοις ὁ λόγος ἀντίκειται, τῷ δὲ πραχθῆναι τὸ ῥηθῆναι, μετωνόμασται δὲ ἀντὶ τοῦ εὖ
p.185
τὸ καλῶς, παρισοῦται δὲ τὰ τρία μόρια τοῦ λόγου τοῖς τρισί. τοῦ δὲ ἀσφαλῶς βῆναι τὴν περίοδον ἕνεκα καὶ οὐθενὸς ἀναγκαίου, τέλος ἤδη τῆς διανοίας ἐχούσης, προσείληπται τὸ παρὰ τῶν ἀκουσάντων. ἆρά γε ὁμοίως ἡρμήνευται ὁ αὐτὸς νοῦς οὑτοσὶ τοῖς ποιηταῖς, οὓς περιφρονεῖ καὶ ἀπελαύνει τῆς πολιτείας ὁ φιλόσοφος, ἢ κάλλιον καὶ γενναιότερον; πρέπει δʼ ἐσλοῖσιν ὑμνεῖσθαι
--- καλλίσταις ἀοιδαῖς. τοῦτο γὰρ ἀθανάτοις τιμαῖσι ποτιψαύει μόνον· ῥηθὲν
--- θνᾴσκει δὲ σιγαθὲν καλὸν ἔργον. Πίνδαρος τοῦτο πεποίηκεν εἰς Ἀλέξανδρον τὸν Μακεδόνα, περὶ τὰ μέλη καὶ τοὺς ῥυθμοὺς μᾶλλον ἢ περὶ τὴν λέξιν ἐσπουδακώς. Πλάτων δέ, ὃς ἐπαγγέλλεται σοφίαν, τρυφεροῖς καλλωπίζει καὶ περιέργοις σχήμασι τὴν φράσιν. καὶ οὔπω τοῦθʼ ἱκανόν, ἀλλὰ καὶ ἐν τῇ μετʼ αὐτὴν περιόδῳ τὰ αὐτὰ ποιῶν φανήσεται. φησὶ γάρ· δεῖ δὴ τοιούτου τινὸς λόγου, ὅστις τοὺς μὲν τετελευτηκότας ἱκανῶς ἐπαινέσει, τοῖς δὲ ζῶσιν εὐμενῶς παραινέσει. οὐκοῦν ἐπίρρημα ἐπιρρήματι ἀντιπαράκειται καὶ ῥήματι ῥῆμα, τὸ μὲν ἱκανῶς τῷ εὐμενῶς, τῷ δʼ ἐπαινέσει τὸ παραινέσει, καὶ ταῦτα πάρισα· οὐ Λικύμνιοι ταῦτʼ εἰσὶν οὐδʼ Ἀγάθωνες
p.186
οἱ λέγοντες ὕβριν ἤ κύπριν μισθῷ ποθὲν ἢ μόχθον πατρίδων, ἀλλʼ ὁ δαιμόνιος ἑρμηνεῦσαι Πλάτων. καὶ οὐ τοῖς σχήμασιν ἐπιτιμῶ· φέρει γάρ ποτε καὶ ταῦτα τοῖς λόγοις ὥραν. οὗ χάριν οὐ ψέγω οὐδʼ αὐτὴν τὴν ἐπιτήδευσιν αὐτῶν καὶ τὴν ἀκαιρίαν μόνην μέμφομαι καὶ μάλιστα ὅταν ὑπὸ τοιούτου γίνηται ἀνδρός, ᾧ κανόνι ὀρθοεπείας χρήσασθαι ἀξιοῦμεν. ἐν γὰρ δὴ τῷ αὐτῷ λόγῳ τούτῳ κἀκεῖνά ἐστιν· ὧν δʼ οὔτε ποιητής πω δόξαν ἀξίαν ἐπʼ ἀξίοις λαβὼν ἔχει, καὶ αὖθις· τειχισαμένη καὶ ναυπηγησαμένη, ἐκδεξαμένη τὸν πόλεμον, καὶ ἔτι· ὧν ἕνεκα καὶ πρῶτον καὶ ὕστατον καὶ διὰ παντὸς πᾶσαν πάντως προθυμίαν πειρᾶσθε ἔχειν, καὶ πάλιν· φέροντες μὲν τὰς συμφορὰς ἀνδρείως δόξουσι τῷ ὄντι ἀνδρείων παίδων πατέρες εἶναι, κἀκεῖνά γε ἔτι· τοὺς μὲν παιδεύοντες κοσμίως, τοὺς δὲ γηροτροφοῦντες ἀξίως, καὶ πάλιν που· καὶ αὐτὸς δέομαι ὑπὲρ ἐκείνων, τῶν μὲν μιμεῖσθαι
p.187
τοὺς ἑαυτῶν, τῶν δὲ καρτερεῖν ὑπὲρ ἑαυτῶν, καὶ ταυτί· πολιτεία γὰρ ἀνθρώπων τροφή ʼστι καὶ ἡ μὲν ἀγαθὴ ἀγαθῶν, μὴ καλὴ δὲ κακῶν. κἀκεῖνα δʼ ἔτι· νικήσαντες μὲν τοὺς πολεμίους, λυσάμενοι δὲ τοὺς φιλίους, ἀναξίου τύχης τυχόντες. πολύς ἐστι τῶν τοιούτων σχημάτων ὄχλος διʼ ὅλου τοῦ ἐπιταφίου. ἀλλʼ ἐάσας τὸ περὶ τούτων ἀκριβολογεῖν ἐπʼ ἐκεῖνά τʼ ἐλεύσομαι καί μοι πάνυ μὲν αἰδουμένῳ καὶ ὀκνοῦντι εἰπεῖν, ὅμως δʼ εἰρήσεται, ὅτι παχύτητος καὶ ἀδυνασίας ἔδοξεν εἶναι μηνύματʼ αὐτά.
προειπὼν γὰρ ὁ ἀνήρ, ποῖόν τι σχῆμα λαβεῖν ἁρμόττει τὸν λόγον, ἐπιτίθησι ταυτί· ἐπὶ τούτοις τὴν τῶν ἔργων πρᾶξιν ἐπιδείξωμεν, ὡς καλὴν καὶ ἀξίαν τούτων ἀπεφήναντο. ἔργων πρᾶξιν ἀξίαν ἀποφηναμένους οὐκ οἶδα εἴ τις ἂν ἠξίωσεν εἰπεῖν τῶν τὴν λεπτὴν καὶ ἀκριβῆ καὶ καθαρὰν διάλεκτον ἐπιτηδευόντων. πράττεται μὲν γὰρ τὰ πράγματα, ἐργάζεται δὲ τὰ ἔργα, ἀποφάνσεως δὲ ἀξιοῦται τὰ λεκτά. τουτὶ
p.188
μὲν δὴ παχὺ εἴρηται, τὸ δʼ ἐπὶ τούτῳ λεγόμενον ἐνθύμημα ἀσθενέστερον· διὰ μακροῦ τε γὰρ καὶ ἀκατάλληλον καὶ οὔτε δεινότητα ἔχον οὔτε σύνταξιν· τῆς δʼ εὐγενείας πρῶτον ὑπῆρξε τοῖσδε ἡ τῶν προγόνων γένεσις, οὐκ ἔπηλυς οὖσα οὐδὲ τοὺς ἐκγόνους τούτους ἀποφηναμένη μετοικοῦντας ἐν τῇ χώρᾳ, ἄλλοθεν σφῶν ἡκόντων, ἀλλʼ αὐτόχθονας καὶ τῷ ὄντι πατρίδα οἰκοῦντας καὶ ζῶντας καὶ τρεφομένους οὐχ ὑπὸ μητρυιᾶς, ὡς οἱ ἄλλοι, ἀλλʼ ὑπὸ μητρὸς τῆς χώρας, ἐν ᾗ ᾤκουν, καὶ νῦν κεῖσθαι τελευτήσαντας ἐν οἰκείοις τόποις τῆς τεκούσης τε καὶ θρεψάσης καὶ ὑποδεξαμένης. ποῖον ἔθνος ἀνθρώπων καθαρᾷ διαλέκτῳ χρώμενον ἐρεῖ γένεσιν τὴν μὲν αὐτόχθονα τὴν δὲ ἐπήλυδα; ἡμῖν γὰρ δή τι συμβεβηκός ἐστι τὸ εἶναι αὐτόχθοσιν ἢ μὴ ἐπιχωρίοις, οὐχὶ τῇ γενέσει. δύναται γοῦν τις ἀλλαχῇ γενόμενος ἀνὴρ ἑτέρωσε μετοικῆσαι, ἡ δὲ γένεσις αὐτὴ τοῦτο παθεῖν οὐ δύναται. τίς δʼ ἂν ἀξιώσειε τῶν εὖ διαλέγεσθαι σπουδαζόντων εἰπεῖν, ὅτι ἡ γένεσις ἡ τῶν προγόνων τοὺς ὕστερον γενησομένους ἀπεφήνατο αὐτόχθονας καὶ μὴ μετοίκους εἶναι τῆς
p.189
χώρας, ἐν ᾗ ἐγένοντο; οὔτε γὰρ ἡ γένεσις αὐτή τι ἀποφαίνεσθαι φύσιν ἔχει, οὔτε μετοικεῖν τις, ἐν ᾗ ἂν γένηται· ἀλλʼ ἀποφαινόμεθα μὲν ἡμεῖς τὰ λεκτά, μετοικοῦσι δʼ οἱ ἐξ ἄλλης ἀφικόμενοι χώρας ἐν τῇ ὑποδεξαμένῃ. τίς δὲ βουλόμενος σῴζειν τὴν ἀκολουθίαν, εἰπὼν τὴν γένεσιν καὶ περὶ ταύτης τὸν λόγον ἀποδιδοὺς ἐπιζεύξειεν ἂν τὸ ἄλλοθεν σφῶν ἡκόντων, τὸ ἀρρενικὸν τῷ θηλυκῷ καὶ τῷ ἑνικῷ τὸ πληθυντικόν; ἦν γὰρ δή που κατάλληλος ὁ λόγος, εἰ πρὸς τὴν γένεσιν ἀναφέρων, ὑπὲρ ἧς ὁ λόγος ἦν, ἐπέθηκεν· ἄλλοθεν αὐτῆς ἡκούσης. ἐπὶ δὲ τῶν ἀνδρῶν μέλλων ποιεῖσθαι τὸν λόγον ἐξ ἀρχῆς οὕτως ἂν κατεστήσατο τὴν φράσιν· τῆς δʼ εὐγενείας πρῶτον ὑπῆρξαν τοῖσδε οἱ πρόγονοι, οὐχὶ ἐπήλυδες ὄντες οὐδὲ τοὺς ἐκγόνους τούτους ἀποφήναντες μετοικοῦντας ἐν τῇ χώρᾳ, ἄλλοθεν σφῶν ἡκόντων, ἀλλʼ αὐτόχθονας.
ἄξιον δέ, ὃ καὶ περὶ τῆς εὐγενείας τῶν ἀνδρῶν εἴρηκε, τὴν χώραν πρῶτον ἐπαινῶν, ἐξ ἧς ἐγένοντο, μὴ παρέργως ἰδεἴν. φησὶ δὴ θεοφιλῆ αὐτὴν εἶναι καὶ παρέχεται τούτου μάρτυρας τοὺς ἀμφισβητήσαντας περὶ αὐτῆς θεούς, κοινόν τι πρᾶγμα καὶ ὑπὸ πάντων σχεδὸν τῶν ἐπαινεσάντων τὴν πόλιν εἰρημένον. καὶ οὐ τοῦτο συκοφαντεῖν ἄξιον, ἀλλά, πῶς ἡρμήνευκεν αὐτά, καταμαθεῖν· μαρτυρεῖ δʼ ἡμῖν τῷ λόγῳ ἡ τῶν
p.190
ἀμφισβητησάντων περὶ αὐτῆς θεῶν ἔρις τε καὶ κρίσις. ἣν δὲ θεοὶ ἐπῄνεσαν, πῶς οὐχ ὑπʼ ἀνθρώπων γε συμπάντων δικαία ἐπαινεῖσθαι; ταπεινή μοι δοκεῖ καὶ ἄζηλος ἡ λέξις καὶ οὐδὲν ἔχουσα τῆς περιμαχήτου πόλεως ἄξιον, ὡς ἐμοὶ δοκεῖ. ποῖος γὰρ ἐνθάδε πλοῦτος ὀνομάτων; ποία σεμνότης; ποῖον ὕψος; τί οὐ μαλακώτερον τῆς ἀξίας; τί δʼ οὐκ ἐνδεέστερον τῆς ἀληθείας; οὕτως ἐχρῆν ὑπὸ Πλάτωνος εἰρῆσθαι τὴν Ἀθηνᾶς καὶ Ποσειδῶνος ὑπὲρ τῆς Ἀττικῆς στάσιν ἔριν τε καὶ κρίσιν; οὕτως τὸν ἔρωτα, ὃν ἔσχον οἱ θεοὶ τῶν ἐν αὐτῇ τιμῶν, εἰς φαῦλόν τι καὶ μέτριον ῥῆμα ἀγαγεῖν ἣν δὲ θεοὶ ἐπῄνεσαν εἰπόντα; ἀλλὰ γὰρ ἃ μετὰ ταῦτα ἐπιτίθησιν εἰς ἔπαινον τῆς γῆς, ὅτι γένος τε τὸ ἀνθρώπων πρώτη ἐγεννήσατο καὶ καρποὺς ἡμέρους αὐτῷ συνεξήνεγκεν, ἄξιον ἰδεῖν· ἐξελέξατο δὲ τῶν ζῴων καὶ ἐγέννησεν ἄνθρωπον, ὃ συνέσει τε ὑπερέχει τῶν ἄλλων καὶ δίκην καὶ θεοὺς μόνον νομίζει. οὐκ οἶδα, εἴ τι λαμπρότατον ἄλλο πρᾶγμα τούτου εὐτελέστερον εἴρηται Πλάτωνι καὶ ἰδιωτικώτερον. δῶμεν αὐτῷ τὸ τοῦ ἀνθρώπου ἐγκώμιον οὕτως εἰπεῖν ὀλιγώρως καὶ ἀσθενῶς· ἀλλὰ περί γε τῆς τροφῆς αὐτοῦ γενναίᾳ χρήσεται φράσει· μόνη γὰρ ἐν τῷ τότε καὶ πρώτη τροφὴν ἀνθρωπείαν ἤνεγκεν τὸν τῶν πυρῶν
p.191
καὶ κριθῶν καρπόν. ὦ θεοὶ καὶ δαίμονες, ποῦ τὸ Πλατωνικὸν νᾶμα τὸ πλούσιον καὶ τὰς μεγάλας κατασκευὰς καχλάζον; οὕτως μικρολογεῖ καὶ κατὰ στράγγα ῥεῖ τὸ δωδεκάκρουνον ἐκεῖνο στόμα τοῦ σοφοῦ; ἐταμιεύσατο νὴ Δία καὶ ὑφῆκε τῆς κατασκευῆς ἑκών, ἴσως τις ἐρεῖ. καὶ πῶς; ὃς οὐκ οἴεται τὸ γάλα σεμνὸν εἶναι ὄνομα, ἀλλὰ πηγὴν τροφῆς αὐτὸ μετονομάζει διὰ τῶν ἑξῆς.