φέρε δὴ καὶ τίνι διαλλάττει τῆς Θουκυδίδου λέξεως ἡ Δημοσθένους ἡ παρὰ τὸν αὐτὸν κατεσκευασμένη χαρακτῆρα, εἴπωμεν· ἀπαιτεῖ γὰρ ὁ λόγος. οὐχὶ τῷ ποιῷ μὰ Δία· τοῦτο μὲν γὰρ ὁμοίως ἐπιτηδεύουσιν ἀμφότεροι, λέγω δὲ τὸ ἐξαλλάττειν ἐκ τοῦ συνήθους καὶ μὴ τὸ κοινὸν ἀλλὰ τὸ περιττὸν διώκειν· τῷ δὲ ποσῷ καὶ ἔτι μᾶλλον τοῖς καιροῖς. ὃ μὲν γὰρ ἀταμιεύτως τῇ κατασκευῇ κέχρηται καὶ ἄγεται μᾶλλον ὑπʼ αὐτῆς ἢ αὐτὸς ἄγει καὶ οὐδὲ τὸν καιρὸν αὐτῆς ἐπίσταται λαβεῖν δεξιῶς, ἀλλὰ καὶ παρὰ τοῦτον πολλάκις
p.149
ἁμαρτάνει. καθʼ ὃ ἡ μὲν ἀμετρία τῆς ἐξαλλαγῆς ἀσαφῆ ποιεῖ τὴν λέξιν αὐτοῦ, τὸ δὲ μὴ κρατεῖν τῶν καιρῶν ἀηδῆ. ὁ δὲ ῥήτωρ τοῦ τε ἀρκοῦντος στοχάζεται καὶ τοὺς καιροὺς συμμετρεῖται οὐκ εἰς ἀνάθημα καὶ κτῆμα κατασκευάζων τὴν λέξιν μόνον ὥσπερ ὁ συγγραφεύς, ἀλλὰ καὶ εἰς χρῆσιν. ὥστε οὔτε τὸ σαφὲς ἐκβέβηκεν, οὗ πρώτου τοῖς ἐναγωνίοις λόγοις δεῖ, τό τε δεινὸς εἶναι δοκεῖν, ἐφʼ ᾧ μάλιστα φαίνεται σπουδάζων, προσείληφε. τοιαῦτα μὲν δή τινά ἐστιν, ἃ παρὰ τὸν ὑψηλὸν καὶ ἐγκατάσκευον καὶ ἐξηλλαγμένον τοῦ συνήθους χαρακτῆρα, οὗ τὸ κράτος ἅπαν ἦν ἐν τῇ δεινότητι, καὶ Θουκυδίδην τὸν ἐν αὐτῷ πρωτεύσαντα μιμούμενος ὁ Δημοσθένης κατεσκεύακεν.
ἃ δὲ παρὰ τὸν ἰσχνόν τε καὶ ἀκριβῆ καὶ καθαρὸν καὶ ζηλωτὸν --- ὃς ἀπὸ τοῦ διαλάμψαντος ἐν αὐτῷ Λυσιακὸς δἂν εἰκότως λέγοιτο, τοιαῦτα. κωλύσει δʼ οὐθέν, ἴσως δὲ καὶ χαριεστέραν ποιήσει τὴν θεωρίαν τεθεῖσα πρῶτον ἡ Λυσίου λέξις, ᾗ τὴν Δημοσθένους ἐοικέναι πείθομαι, διήγησίν τινα περιέχουσα ὑβριστικήν· Ἄρχιππος γὰρ οὑτοσί, ὦ ἄνδρες Ἀθηναῖοι,
p.150
ἀπεδύσατο μὲν εἰς τὴν αὐτὴν παλαίστραν, οὗπερ καὶ Τῖσις ὁ φεύγων τὴν δίκην. ὀργῆς δὲ γενομένης ἐς σκώμματά τε αὑτοῖς καὶ ἀντιλογίαν καὶ ἔχθραν καὶ λοιδορίαν κατέστησαν. ἔστιν οὖν Πυθέας ἐραστὴς μὲν τοῦ μειρακίου (πάντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς), ἐπίτροπος δὲ ὑπὸ τοῦ πατρὸς καταλελειμμένος. οὗτος, ἐπειδὴ Τῖσις πρὸς αὐτὸν τὴν ἐν τῇ παλαίστρᾳ λοιδορίαν διηγήσατο, βουλόμενος χαρίζεσθαι καὶ δοκεῖν δεινὸς καὶ ἐπίβουλος εἶναι, ἐκέλευσεν αὐτόν, ὡς ἡμεῖς ἔκ τε τῶν πεπραγμένων ᾐσθήμεθα καὶ τῶν εὖ εἰδότων ἐπυθόμεθα, ἐν μὲν τῷ παρόντι διαλλαγῆναι, σκοπεῖν δέ, ὅπως αὐτὸν μόνον που λήψεται. πεισθεὶς δὲ ταῦτα καὶ διαλλαγεὶς καὶ χρώμενος καὶ προσποιούμενος ἐπιτήδειος εἶναι εἰς τοῦτο μανίας τηλικοῦτος ὢν ἀφίστατο,
--- τʼ ἐτύγχανε μὲν οὖσα ἱπποδρομία Ἀνακείων
--- δʼ αὐτὸν μετʼ ἐμοῦ παρὰ τὴν θύραν παριόντα· γείτονες γὰρ ἀλλήλων τυγχάνουσιν ὄντες· τὸ μὲν πρῶτον συνδειπνεῖν ἐκέλευεν, ἐπειδὴ δὲ οὐκ ἠθέλησεν
--- ἐπὶ
p.151
κῶμον, λέγων ὅτι μεθʼ αὑτοῦ καὶ τὸ
--- δειπνήσαντες οὖν ἤδη συσκοτάζοντος ἐλθόντες κόπτομεν τὴν θύραν. οἳ δʼ ἡμᾶς ἐκέλευον εἰσιέναι. ἐπειδὴ δὲ ἔνδον ἐγενόμεθα, ἐμὲ μὲν ἐκβάλλουσιν ἐκ τῆς οἰκίας, τουτονὶ δὲ συναρπάσαντες ἔδησαν πρὸς τὸν κίονα, καὶ λαβὼν μάστιγα Τῖσις, ἐντείνας πολλὰς πληγάς, εἰς οἴκημα αὐτὸν καθεῖρξε. καὶ οὐκ ἐξήρκεσεν αὐτῷ ταῦτα μόνον ἐξαμαρτεῖν, ἀλλʼ ἐζηλωκὼς μὲν τῶν νέων τοὺς πονηροτάτους ἐν τῇ πόλει, νεωστὶ δὲ τὰ πατρῷα παρειληφὼς καὶ προσποιούμενος νέος καὶ πλούσιος εἶναι, πάλιν τοὺς οἰκέτας ἐκέλευσεν ἡμέρας ἤδη γενομένης πρὸς τὸν κίονα αὐτὸν δήσαντας μαστιγοῦν. οὕτω δὲ τοῦ σώματος ἤδη πονήρως διακειμένου Ἀντίμαχον μεταπεμψάμενος τῶν μὲν γεγενημένων οὐθὲν εἶπεν. ἔλεγε δʼ ὡς αὐτὸς μὲν δειπνῶν τύχοι, οὗτος δὲ μεθύων ἔλθοι, ἐκκόψας δὲ τὴν θύραν καὶ εἰσελθὼν κακῶς λέγοι αὐτὸν καὶ τὸν Ἀντίμαχον καὶ τὰς γυναῖκας αὐτῶν. Ἀντίμαχος δὲ ὠργίζετο μὲν αὐτοῖς ὡς μεγάλα ἡμαρτηκόσιν, ὅμως δὲ μάρτυρας παρακαλέσας ἠρώτα αὐτόν, πῶς εἰσέλθοι. ὃ δὲ κελεύσαντος Τίσιδος καὶ τῶν οἰκείων ἔφασκε. συμβουλευόντων δὲ τῶν εἰσελθόντων ὡς τάχιστα λῦσαι καὶ τὰ γεγενημένα δεινὰ νομιζόντων εἶναι ἀπέδοσαν αὐτὸν τοῖς ἀδελφοῖς. οὐ δυναμένου δὲ βαδίζειν, ἐκόμισαν
p.152
αὐτὸν εἰς τὸ Δεῖγμα ἐν κλίνῃ καὶ ἐπέδειξαν πολλοῖς μὲν Ἀθηναίων πολλοῖς δὲ καὶ τῶν ἄλλων ξένων οὕτως διακείμενον, ὥστε τοὺς ἰδόντας μὴ μόνον τοῖς ποιήσασιν ὀργίζεσθαι ἀλλὰ καὶ τῆς πόλεως κατηγορεῖν, ὅτι οὐ δημοσίᾳ οὐδὲ παραχρῆμα τοὺς τὰ τοιαῦτα ἐξαμαρτάνοντας τιμωρεῖται.
αὕτη μὲν ἡ Λυσίου διήγησις ἐκ τοῦ κατὰ Τίσιδος λόγου. ἣν δὲ νῦν μέλλω λέγειν, Δημοσθένους ἐκ τοῦ κατὰ Κόνωνος, ἧς τὴν πραγματικὴν ὁμοιότητα ἐάσαντες --- τὴν ἐν τῇ λέξει σκοπῶμεν· ἐξήλθομεν ἔτος τουτὶ τρίτον εἰς Πάνακτον φρουρᾶς ἡμῖν προγραφείσης. ἐσκήνωσαν οὖν οἱ υἱεῖς οἱ Κόνωνος τουτουὶ ἐγγὺς ἡμῶν, ὡς οὐκ ἂν ἐβουλόμην. ἡ γὰρ ἐξ ἀρχῆς ἔχθρα καὶ τὰ προσκρούματα ἐκεῖθεν ἡμῖν συνέβη· ἑξῆς δὲ ἀκούσεσθε. ἔπινον ἑκάστοτε οὗτοι τὴν ἡμέραν ὅλην, ἐπειδὴ τάχιστα ἀριστήσειαν, καὶ τοῦθʼ, ἕωσπερ ἦμεν ἐν τῇ φρουρᾷ, διετέλουν ποιοῦντες· ἡμεῖς δʼ, ὥσπερ ἐνθάδε εἰώθειμεν, οὕτω διήγομεν καὶ ἔξω. καὶ ἣν δειπνοποιεῖσθαι
p.153
τοῖς ἄλλοις ὥραν συμβαίνοι, ταύτην ἂν οὗτοι ἐπαρῴνουν ἤδη, τὰ μὲν πολλὰ εἰς τοὺς παῖδας τοὺς ἀκολούθους ἡμῶν, τελευτῶντες δὲ καὶ εἰς ἡμᾶς αὐτούς. φήσαντες γὰρ καπνίζειν αὐτοὺς ὀψοποιουμένους τοὺς παῖδας ἢ κακῶς λέγειν, ὅ τι τύχοιεν, ἔτυπτον καὶ τὰς ἀμίδας κατεσκεδάννυσαν καὶ προσεούρουν καὶ ἀσελγείας καὶ ὕβρεως οὐδʼ ὁτιοῦν ἀπέλειπον. ὁρῶντες δὲ ἡμεῖς ταῦτα καὶ λυπούμενοι τὸ μὲν πρῶτον ἀπεπεμψάμεθα· ὡς δʼ ἐχλεύαζον ἡμᾶς καὶ οὐκ ἐπαύοντο, τῷ στρατηγῷ τὸ πρᾶγμα εἴπομεν κοινῇ πάντες οἱ σύσσιτοι προσελθόντες, οὐδὲν ἐγὼ τῶν ἄλλων ἔξω. λοιδορηθέντος δὲ αὐτοῖς ἐκείνου καὶ κακίσαντος αὐτούς, οὐ μόνον περὶ ὧν εἰς ἡμᾶς ἠσέλγαινον ἀλλὰ καὶ περὶ ὧν ἐποίουν ὅλως ἐν τῷ στρατοπέδῳ, τοσούτου ἐδέησαν παύσασθαι ἢ αἰσχυνθῆναι, ὥστε, ἐπειδὴ θᾶττον συνεσκότασεν, εὐθὺς ὡς ἡμᾶς εἰσεπήδησαν ταύτῃ τῇ ἑσπέρᾳ. καὶ τὸ μὲν πρῶτον κακῶς ἔλεγον, ἔπειτα δὲ καὶ πληγὰς ἐνέτειναν ἐμοὶ καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν, ὥστε καὶ τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχους ἐλθεῖν καὶ τῶν ἄλλων τινὰς στρατιωτῶν, οἳ διεκώλυσαν μηδὲν ἡμᾶς ἀνήκεστον παθεῖν μηδʼ αὐτοὺς ποιῆσαι παροινουμένους ὑπὸ τούτων. τοῦ δὲ πράγματος εἰς τοῦτο παρελθόντος, ὡς δεῦρο ἀνήλθομεν, ἦν ἡμῖν, οἷον εἰκός, ἐκ τούτων ὀργὴ καὶ
p.154
ἔχθρα πρὸς ἀλλήλους. οὐ μὴν ἔγωγε ᾤμην δεῖν οὔτε δίκην λαχεῖν αὐτοῖς οὔτε λόγον ποιεῖσθαι τῶν συμβάντων. ἀλλʼ ἐκεῖνʼ ἁπλῶς ἐγνώκειν τὸ λοιπὸν εὐλαβεῖσθαι καὶ φυλάττεσθαι μὴ πλησιάζειν ὡς τοὺς τοιούτους. πρῶτον μὲν οὖν, ὧν εἴρηκα, τούτων βούλομαι τὰς μαρτυρίας παρασχόμενος μετὰ ταῦτα, ὅσα ὑπὸ τούτου πέπονθα, ἐπιδεῖξαι, ἵνα εἰδῆτε, ὅτι ᾧ προσῆκε τοῖς τὸ πρῶτον ἁμαρτηθεῖσιν ἐπιτιμᾶν, οὗτος αὐτὸς πρὸς τούτοις πολλῷ δεινότερα διαπέπρακται. — Μάρτυρες. — ὧν μὲν τοίνυν οὐθένα ᾤμην δεῖν λόγον ποιεῖσθαι, ταῦτά ἐστι. χρόνῳ δʼ ὕστερον οὐ πολλῷ περιπατοῦντος ὥσπερ εἰώθειν ἑσπέρας ἐν ἀγορᾷ μου μετὰ Φανοστράτου τοῦ Κηφισέως τῶν ἡλικιωτῶν τινος παρέρχεται Κτησίας, ὁ υἱὸς ὁ τούτου μεθύων κατὰ τὸ Λεωκόριον ἐγγὺς ἰὼν Πυθοδώρου. κατιδὼν δὲ ἡμᾶς καὶ κραυγάσας καὶ διαλεχθείς τι πρὸς αὑτὸν οὕτως, ὡς ἂν μεθύων, ὥστε μὴ μαθεῖν, ὅ τι λέγει, παρῆλθε πρὸς Μελίην ἄνω. ἔπινον δʼ ἄρα ἐνταῦθα παρὰ Παμφίλῳ τῷ γναφεῖ Κόνων οὑτοσὶ Θεόδωρός τις Ἀλκιβιάδης Σπίνθαρος ὁ Εὐβούλου Θεογένης ὁ Ἀνδρομένους πολλοί τινες, οὓς ἐξαναστήσας ὁ Κτησίας
p.155
ἐπορεύετο εἰς τὴν ἀγοράν. καὶ ἡμῖν συμβαίνει ἀναστρέφουσιν ἐκ τοῦ Φερρεφαττίου καὶ περιπατοῦσι πάλιν κατʼ αὐτό πως τὸ Λεωκόριον εἶναι, καὶ τούτοις περιτυγχάνομεν. ὡς δʼ ἀνεμίχθημεν, εἷς μὲν αὐτῶν ἀγνώς τις τῷ Φανοστράτῳ προσπίπτει καὶ κατεῖχεν ἐκεῖνον. Κόνων δὲ οὑτοσὶ καὶ ὁ υἱὸς αὐτοῦ καὶ ὁ Ἀνδρομένους υἱὸς ἐμοὶ περιπεσόντες τὸ μὲν πρῶτον ἐξέδυον, εἶτα ὑποσκελίσαντες καὶ ῥάξαντες εἰς τὸν βόρβορον οὕτω διέθηκαν ἐναλλόμενοι καὶ ὑβρίζοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι τοὺς δʼ ὀφθαλμοὺς συγκλεῖσαι. οὕτω δὲ κακῶς ἔχοντα κατέλιπον, ὥστε μήτε ἀναστῆναι μήτε φθέγξασθαι δύνασθαι. κείμενος δʼ αὐτῶν ἤκουον πολλὰ καὶ δεινὰ λεγόντων. καὶ τὰ μὲν ἄλλα βλασφημίας ἔχει τινάς, ἃς κἂν ὀνομάζειν ὀκνήσαιμι, ὃ δὲ τῆς ὕβρεώς ἐστι τῆς τούτου σημεῖον καὶ τεκμήριον, ὡς πᾶν τὸ πρᾶγμα ὑπὸ τούτου γενόμενον, τοῦθʼ ὑμῖν ἐρῶ· ᾖδεν γὰρ τοὺς ἀλεκτρυόνας μιμούμενος τοὺς νενικηκότας, οἳ δὲ κροτεῖν αὐτὸν ἠξίουν τοῖς ἀγκῶσιν ἀντὶ πτερύγων τὰς πλευράς.